De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

καὶ κατιδόντες ὅτι οὕτω ταπεινοὶ καὶ ἀτυχεῖς εἶναι δοκοῦντες οὐκ ἐν ἐξουθενημένοις καὶ ἀφανέσι τάττονται παρὰ τῷ θεῷ, οὗ τῆς ἀρχῆς τὸ ἀτιμότατον μέρος εἰσὶν αἱ πανταχοῦ [*](2 pr. καὶ oin. Barb. ἐκ τούτων om. O 3 ἑκάστου] καὶ ἐν ἑκάστω AFN Barb., om. C 3. 4 οὐ κατηξίωσε Α 4 χρηματίσαι om. BEil κόραις — δικαστὴν (5) om. C καὶ BEMVOK: φημὶ ceteri (v) 5 post δικαστὴν add. νόμου AFGHPN Barb.; ὁ μόνος εὐμενὴς coni. Mang. 6 αὐτοῦ AVOK Barb. fi. 7 ἔπαινον — παρθένων om. C 7 ἄν] δὴ Α ὑμνήσει Α 8 τίνι AGHP Barb.: ποία ceteri οἱ γὰρ] οὐ γὰρ V2OKG2, οὐ γὰρ οἱ C2, εἰ γὰρ Barb. 9 εἶς om. Turii. ᾄσουσι C 003E; ἐπάξιον coni. Mang. ὁ] οὐ C2V2OK δὲ BEMO 11 — 18 ὀρθῶς — θεῷ om. C 11 γάρ φησιν Barb. Σαλπαάδ scripsi: ἀλπάδα BEMVOK, σαλπαάθ ceteri (v) 12 νῦν] τοίνυν BEMNOK οἱ om. Α 13 εὐπραγείαις Barb. τὸν αὐχένα H (v) 13. 14 τῆς φύσεως πλέον transp. Barb. 14 ἐπαίροντες AGHP Barb.: αἴροντες BEMFN mg. Κ, om. VOK 15 γυναικῶν AFN Barb.: γυναικὸς ceteri καὶ seclusi; καίτοι coni. Mang. 16 καὶ χλευάζετε A OK post ὅτι add. οἱ AFV2OKN Barb. (v) 17 ἐξουθενημένοις Α: ἠμελημένοις ceteri (v) 18 τῷ om. N ἀτιμότερον BEM) [*](1 — 257,9 Catena in Num. 27,7 (Caten. Lips. I p. 1361) Φίλωνος ἑβραίου: ὁ δὲ ποιητὴς τῶν ὅλων, ὁ τοῦ κόσμου σωτὴρ καὶ τὰ πάντα συνέχων οὐκ ἀπηξίωσε χρηματίσαι κόραις ὀρφαναῖς· ἔπαινον γὰρ διεξῆλθε τῶν παρθένων, οὐκ ἀγεράστους ταύτας καταλιπεῖν, ἀλλὰ τοῖς μὲν ἀνδράσιν ὡς ἆθλα οἰκεῖα ἀπένειμε τὰς κληρουχίας, τὰς δὲ χάριτος καὶ φιλανθρωπίας ἠξίωσεν, ὃ καὶ ἐναργῶς παρίστησι „δόμα“ λέγων „δώσεις“, ἀλλ’ οὐκ „ἀπόδομα“ οὐδὲ „ἀποδώσεις“· ταῦτα μὲν γὰρ ἴδια τῶν λαμβανόντων, ἐκεῖνα δὲ τῶν χαριζομένων. 1 — 258,4 Catena Barber. IV 56 fol. 150v Φίλωνος ἑβραίου: ὁ ποιητὴς τῶν ὅλων — δίδωσι τοὺς κλήρους. 1— 257,2 N fol. 158r: ὁ δὲ ποιητὴς—δέξασθε νουθεσίαν)

v.4.p.257
τῆς οἰκουμένης βασιλεῖαι, διότι καὶ ὁ τῆς γῆς ἅπας ἐν κύκλῳ περίβολος ἐσχατιὰ τῶν ἔργων ἐστὶν αὐτοῦ, δέξασθε νουθεσίαν ἀναγκαίαν.

ἐπαινέσας δ’ ὅμως τὴν ἔντευξιν τῶν παρθένων οὔτε ταύτας ἀγεράστους κατέλιπεν οὔτ’ εἰς τὴν ἴσην τιμὴν τοῖς ἀγωνισταῖς ἀνδράσι περιήγαγεν, ἀλλὰ τοῖς μὲν ὡς ἆθλα οἰκεῖα ἀπένειμε τὰς κληρουχίας ἀνθ’ ὧν ἠνδραγαθίσαντο, τὰς δὲ χάριτος καὶ φιλανθρωπίας, οὐ γέρως, ἠξίωσεν· ὃ ἐναργέστατα παρίστησι διὰ τῶν ὀνομάτων „δόμα“ λέγων καὶ „δώσεις“ (Num. 27,7), ἀλλ’ οὐκ „ἀπόδομα“ οὐδ’ „ἀποδώσεις“· ταῦτα μὲν γὰρ ἴδια τῶν λαμβανόντων, ἐκεῖνα δὲ τῶν χαριζομένων.

θεσπίσας δὲ περὶ ὧν ἐνετύγχανον αἱ ὀρφαναὶ παρθένοι καὶ καθολικώτερον τίθησι νόμον περὶ κλήρων διαδοχῆς, πρώτους μὲν υἱοὺς ἐπὶ μετουσίαν καλῶν τῶν πατρῴων, εἰ δὲ μὴ εἶεν υἱοί, δευτέρας θυγατέρας, αἷς φησι δεῖν περιτιθέναι τὸν κλῆρον ὡσανεὶ κόσμον ἔξωθεν, ἀλλ’ οὐχ ὡς ἴδιον καὶ συγγενὲς κτῆμα· τὸ γὰρ περιτιθέμενον οὐδεμίαν οἰκείωσιν ἔχει πρὸς τὸ διακοσμούμενον, ἁρμονίας καὶ ἑνώσεως ἀλλοτριούμενον.

μετὰ δὲ θυγατέρας τρίτους ἀδελφοὺς καλεῖ, τετάρτην δὲ θείοις πρὸς πατρὸς ἀπονέμει τάξιν, αἰνιττόμενος ὅτι καὶ πατέρες γένοιντ’ ἂν υἱῶν κληρονόμοι· πάνυ γὰρ εὔηθες ὑπολαβεῖν, ὅτι πατρὸς ἀδελφῷ νέμων κλῆρον ἀδελφιδοῦ διὰ τὴν πρὸς πατέρα συγγένειαν αὐτὸν ἀφείλετο τὸν πατέρα τῆς διαδοχῆς.

ἀλλ’ ἐπειδὴ νόμος φύσεώς ἐστι κληρονομεῖσθαι γονεῖς ὑπὸ παίδων ἀλλὰ μὴ τούτους κληρονομεῖν, τὸ μὲν ἀπευκτὸν καὶ παλίμφημον ἡσύχασεν, ἵνα μὴ πατὴρ καὶ μήτηρ προσοδεύεσθαι δοκῶσι τὰ ἐπ’ ὠκυμόροις τέκνοις [*](1 διότι] διὸ BEMV, δι’ ὃ OK, om. C ἅπας] ἅπαξ L, ἅπαξ Turn. 2 ἐστὶν αὐτοῦ A: αὐτοῦ om. C, αὐτοῦ ἐστι ceteri ἐστίν: desinit C fol. 123v 3 δ’ ὅμως] δ’ ὁ μώσης A; δὲ Μώσης v 5 τὰς] τῆς F ἠνδραγαθήσαντο FHP Barb. 6 ὃ] ὡς Barb. 7 παρίστησι codd.: παρέστησε v διὰ τῶν ὀνομάτων om. Barb. διὰ] τὸ BEMVOK δόμα] δόματα Barb., δόγμα M δώσεις E Cat.: δόσις Α, δόσεις ceteri (v) 8 ἀπόδωμα ΒΜ Barb. οὐδ’] οὐκ FHP (v) οὐδ’ ἀποδώσεις om. Α ἀποδώσεις B1E Cat.: ἀποδόσεις ceteri (v) μὲν om. BEMVOK 10 ἐνετύγχανον AH2: ἐτύγχανον ’P Barb., ἐνέτυχον ceteri ὀρφανοὶ (sic) VK 10. 11 περὶ κλήρων — τὸν κλῆρον (13) om. VOK, add. mg. Κ2 11 πρῶτον FGHP Barb. (Turn.) υἱοὺς om. M 12. 13 περιθεῖναι Α 14 παρατιθέμενον HP (Turn.) οὐδὲ μίαν Barb. 15. 16 τὰς θυγατέρας BEM (Mang.) 16 καὶ ante τετάρτην add. FGHP Barb. (Turn.) post θείοις add. τοῖς BEM 17 καὶ om. Barb. πατέρες] πατρὸς Turn. γένοιτ’ MO Barb. 18 νέμων κλῆρον om. Α ἀδελφιδοῦ] διδοὺς Α 19 τὸν πατέρα BEMIIP (v) πατέρας Α 20 νόμος φύσεως ἐστι] ὁ νόμος ἐφίησι Α (Mang.) γονεῖς AF Barb.: τοὺς γονεῖς ceteri (v) 21 ἀπευκταῖον Α (v) ἡσυχάσας Κ1 22 μὴ om. F ἐπ’ ὠκυμόροις] ἐπὶ καμμόροις Α)

v.4.p.258
ἀπαρηγόρητα πένθη, πλαγίως δ’ αὐτοὺς ἐκάλεσε τοῖς θείοις ἐφιείς, ἵν’ ἀμφοτέρων στοχάσηται καὶ τοῦ πρέποντος καὶ τοῦ μὴ τὴν οὐσίαν ἀλλοτριωθῆναι. μετὰ δὲ θείους πέμπτη τάξις ἐστὶν οἱ ἔγγιστα γένους, ὧν ἀεὶ τοῖς πρώτοις δίδωσι τοὺς κλήρους.

Ταῦτ’ ἀναγκαίως διεξεληλυθὼς περὶ τῶν μικτὴν ἐχόντων κληρουχίαν χρησμῶν, ἑξῆς δηλώσω τὰ κατ’ ἐνθουσιασμὸν τοῦ προφήτου θεσπισθέντα λόγια· τοῦτο γὰρ ὑπεσχόμην δείξειν. ἀρχὴ τοίνυν ἐστὶν αὐτῷ τῆς θεοφορήτου κατοκωχῆς, ἥτις καὶ τῷ ἔθνει γέγονεν εὐπραγίας ἀρχὴ στειλαμένῳ τὴν ἀπ’ Αἰγύπτου πρὸς τὰς κατὰ Συρίαν πόλεις ἀποικίαν μυριάσι πολλαῖς.

ἄνδρες γὰρ ὁμοῦ καὶ γυναῖκες ἀτριβῆ καὶ μακρὰν ἐρήμην ἅπασαν ἀνύσαντες ἐπὶ θάλατταν ἀφικνοῦνται τὴν Ἐρυθρὰν προσαγορευομένην· εἶθ’ ὡς εἰκὸς ἐν ἀμηχάνοις ἦσαν οὔτε περαιοῦσθαι δυνάμενοι διὰ σκαφῶν ἀπορίαν οὔτ’ ἐπιστρέφειν τὴν αὐτὴν ὁδὸν ἀσφαλὲς ἡγούμενοι.

διακειμένοις δ’ οὕτως μεῖζον ἐπιρράττει κακόν· ὁ γὰρ τῶν Αἰγυπτίων βασιλεὺς δύναμιν παραλαβὼν οὐκ εὐκαταφρόνητον, ἱππότην καὶ πεζὸν στρατόν, ἐπεξέθει διώκων καὶ σπεύδων καταλαβεῖν, ἵνα τίσηται τῆς ἐξόδου, ἣν θεσφάτοις ἀριδήλοις ἐπέτρεψε ποιήσασθαι. ἀλλ’ ὡς ἔοικεν ἀβέβαιος ἡ μοχθηρῶν ἀνθρώπων διάθεσις ὡς ἐπὶ πλάστιγγος μικρᾶς ἕνεκα προφάσεως ῥέπουσα πρὸς τἀναντία. μέσοι δὴ ληφθέντες ἐχθρῶν καὶ θαλάττης ἀπέγνωσαν τὴν ἰδίαν σωτηρίαν,

οἱ μὲν εὐκτὸν ἀγαθὸν ἡγούμενοι τὸν οἴκτιστον ὄλεθρον, οἱ δ’ ἄμεινον εἶναι νομίζοντες ὑπὸ τῶν τῆς φύσεως ἀπολέσθαι μερῶν ἢ γέλως ἐχθροῖς [*](1 πλαγίους M δ’ om. FGUP Barb. αὐτοὺς ἐκάλεσε AGHP Barb.: ἐκάλεσεν αὐτοὺς BEMV1O1F, ἐκάλεσεν αὐτοῖς V2O2K τοὺς θείους V2OK ἐφείς BEMFG Barb. ἴν’] ἶνα καὶ Α (v) 3 ἐστὶν οἱ om. P, οἱ om. GH τοῦ γένους BEM 4 αἰεὶ Α 6 κληρουχίαν corruptum; μῖξιν ἐχόντων) καὶ κοινωνίαν coni. Maug. ooll. 244, 18, δύναμιν coni. Markland coll. 245,6 χρησμῶν om. Turn. ἐξ ἧς F, ἑξῆς om. O 7 λόγια om. VOK τοίνυν—γέγονεν (8) post ἀρχὴ (9) repet. HP, rursns del. Η 8 αὐτῶ AFGIIP: αὕτη ceteri θεοφρουρήτου V1F κατοκωχῆς scripsi: κατακωχῆς BEMA (v), κατοχῆς ceteri 9 στειλαμένων Α (Turn.) 10 γὰρ om. Α 14 διακειμένοις AFGHP: διακειμένων ceteri οὕτω BEMGHP ἐπιρράπτει MF. ἐπαράττει V2OK, ἐπιταράττει AG2 16 pr. καὶ] τε καὶ BEM σπεύδων καὶ διώκων transp. VOK άσεως 17 θεσφάτων H 19 ἕνεκεν BEO, ἕνεκε M προφήτης Κ 20 θαλάσσης F ἀπεγνώκεσαν FHP (Turn.). ἀπεγνώκεισαν Α τῆς ἰδίας σωτηρίας V2OK 21 εὐκτὸν] ἐκ τῶν G ἀγαθῶν G, ἀγαθοῖς BEM 22 νομίσαντες AGHP (Turn.) ἐχθρῶν Α) [*](10 sqq. Exod. cap. 14)

v.4.p.259
γενέσθαι ῥίπτειν ἑαυτοὺς εἰς θάλασσαν διενοοῦντο καί τινα τῶν βάρος ἐχόντων ἐπαχθισάμενοι παρὰ ταῖς ἠϊόσιν ἐφήδρευον, ἵν’, ὁπόταν θεάσωνται τοὺς πολεμίους ἐγγὺς ὄντας, καθαλλόμενοι ῥᾷον εἰς βυθὸν ἐνεχθῶσιν.

ἀλλὰ γὰρ οἱ μὲν πρὸς τὸ ἄπορον τῆς ἀνάγκης διεπτόηντο δυσθανατοῦντες· ὁ δὲ προφήτης, ὑπ’ ἐκπλήξεως ὁρῶν σεσαγηνευμένον ὥσπερ βόλον ἰχθύων τὸ σύμπαν ἔθνος, οὐκέτ’ ὢν ἐν ἑαυτῷ θεοφορεῖται καὶ θεσπίζει τάδε·

"τὸ μὲν δέος ἀναγκαῖον, φόβος ἐγγὺς καὶ μέγας ὁ κίνδυνος· ἐξ ἐναντίας ἀχανές ἐστι πέλαγος, ὑπόδρομος εἰς καταφυγὴν οὐδείς, ἀπορία πλοίων, κατόπιν ἔφεδροι φάλαγγες ἐχθρῶν, αἳ στείχουσιν ἀπνευστὶ διώκουσαι. ποῖ τις τράπηται, ποῖ τις ἐκνεύσῃ; πάντα πανταχόθεν ἐξαπιναίως ἐπέθετο, γῆ, θάλαττα, ἄνθρωποι, στοιχεῖα φύσεως.

ἀλλὰ θαρρεῖτε, μὴ ἀποκάμητε, στῆτε ταῖς διανοίαις μὴ κραδαινόμενοι, προσδοκᾶτε τὴν ἀήττητον ἐκ θεοῦ βοήθειαν· αὐτεπάγγελτος ἤδη παρέσται, μὴ ὁρωμένη προαγωνιεῖται· πεπείρασθε αὐτῆς ἤδη πολλάκις ἀμυνομένης ἀφανῶς· βλέπω μέλλουσαν κονίεσθαι, βρόχους τοῖς αὐχέσι περιβάλλουσαν τῶν ἀντιπάλων· ἕλκει κατὰ τῆς θαλάττης· μολύβδου τρόπον εἰς βυθὸν χωροῦσιν. ὑμεῖς μὲν ἔτι ζώντων αἰσθάνεσθε, τεθνεώτων δ’ ἐγὼ φαντασίαν λαμβάνω· τήμερον δὲ καὶ ὑμεῖς νεκροὺς αὐτοὺς θεάσεσθε.”

καὶ ὁ μὲν ταῦτ’ ἀπεφθέγγετο μείζονα ὄντα πάσης ἐλπίδος, οἱ δ’ ἐπειρῶντο ἔργοις τῆς περὶ τὸ λόγιον ἀληθείας. [*](1 ῥιπτεῖν BEHP θάλατταν Α 2 ἠόσιν FG ὁπότε AGH (Turn.) 3 θεάσαιντο AVOK (v) καθαλλώμενοι M 4 οἱ μὲν AF: οἶμαι ceteri ἄπορον AFGHP: παρόν ceteri ἐπτόηντο AVOK (v) 5 δυσθανατῶντες ὦ AGH1P ὁρῶν ὑπ’ ἐκπλήξεως transp. Α (v) H βόλον 6 βόλου V2OK οὐκέτι AGH ὢν] ὂν VOKi αὐτῶ V, αὑτῶ OK 7 φόβος AF: καὶ φόβος ceteri; fort. scribendum καὶ γὰρ φόβος 8 ἐξ ἀντίας M ἀχανές] ἐμφανὴς πελάγους Α ἱππόδρομος AGP 8. 9 εἰς τὴν καταφυγὴν M 9 πλοίων] πλείων G 10 στίχουσιν BEM διώκουσι Κ pr. ποῖ) πῆ Γ’ τράποιτο G alt. ποῖ] πῆ BEMFUP ἐκνεύσῃ BEMO: ἐκνεύσει ceteri 11 ἐπέθεντο V OK, ἐξέθετο Α 12 ἀποκάμοιτε 0, ἀποκάμνετε Α (v) 13 ἀήττητον om. Α τοῦ θεοῦ BEM αὐτεπαγγέλτως Α (v) 14 παρέσται AFGHP: πάρεστι ceteri προσαγωνιεῖται Α (v) post πεπείρασθε adil. δ’ F 15 βλέπω μέλλ’. κον. FGHP: μέλλ’. κον. βλέπω transp. Α (v), βλέπω om. ceteri μέλλουσα BEMK2 κονίεσθαι] κονιεῖσθαι AFHP (v), κινεῖσθαι G 16 περιβάλλουσαν V1AH2: περιβάλλουσα ceteri τῶν ἀντιπάλων VOKAF: κατὰ τῶν ἀντιπάλων ceteri (v) θαλάσσης AVOK post θαλάττης repet. ἀμυνομένης ἀφανῶς (e iin. 15) HP 17 μολύβδου BE: μολύγδου M, μολίβδου ceteri (v) χοροῦσιν FP 18 ἡμεῖς G 19 νεκροὺς αὐτοὺς codd.: αὐτοὺς νεκροὺς v θεάσασθε F ἀπεφθέγξατο BEM 20 δὲ VOK)

v.4.p.260
ἀπέβαινε γὰρ τὰ χρησθέντα θείαις δυνάμεσι μύθων ἀπιστότερα· ῥῆξις θαλάττης, ἀναχώρησις ἑκατέρου τμήματος, πῆξις τῶν κατὰ τὸ ῥαγὲν μέρος διὰ παντὸς τοῦ βάθους κυμάτων, ἵν’ ἀντὶ τειχῶν ᾖ κραταιοτάτων, εὐθυτενὴς ἀνατομὴ τῆς μεγαλουργηθείσης ὁδοῦ, ἣ τῶν κρυσταλλωθέντων μεθόριος ἦν,

ὁδοιπορία τοῦ ἔθνους ἀκινδύνως πεζεύοντος διὰ θαλάττης ὡς ἐπὶ ξηρᾶς ἀτραποῦ καὶ λιθώδους ἐδάφους — ἐκραυρώθη γὰρ ἡ ψάμμος καὶ ἡ σπορὰς αὐτῆς οὐσία συμφῦσα ἡνώθη —, ἐχθρῶν ἀπνευστὶ διωκόντων ἐφόρμησις σπευδόντων ἐπ’ οἰκεῖον ὄλεθρον, νεφέλης ὀπισθοφυλακούσης ἡνιόχησις, ἐν ᾗ θεία τις ὄψις πυρὸς αὐγὴν ἀπαστράπτουσα ἦν, πελαγῶν ἃ τέως ἀνακοπέντα διειστήκει παλίρροια, τοῦ διακοπέντος καὶ ἀναξηρανθέντος μέρους αἰφνίδιος θαλάττωσις, πολεμίων φθορά,

οὓς τά τε κρυσταλλωθέντα τείχη καὶ ἀνατραπέντα κατεύνασε καὶ αἱ πλήμμυραι τοῦ πελάγους ὥσπερ εἰς φάραγγα τὴν ὁδὸν ἐπενεχθεῖσαι κατέκλυσαν, ἐπίδειξις τῆς φθορᾶς διὰ τῶν ἐπαναπλευσάντων σωμάτων, ἃ τὴν ἐπιφάνειαν τοῦ πελάγους κατεστόρεσε, καὶ σφοδρὰ κυμάτωσις, ὑφ’ ἧς ἅπαντες οἱ νεκροὶ σωρηδὸν ἀπεβράσθησαν εἰς τοὺς ἀντιπέραν αἰγιαλούς, ἀναγκαία θέα γενησόμενοι τοῖς διασωθεῖσιν, οἷς ἐξεγένετο μὴ μόνον τοὺς κινδύνους διαφυγεῖν ἀλλὰ [*](2 θαλάσσης 0, θαλάσσης G 3 βάθους AFGHP: βυθοῦ ceteri 4 εὐθυτενοῦς Α εὐθυτενὴς v): εὐθυτενοῦς FGH, εὐθυγενοῦς P, αὐθιγενὴς ceteri ἡ A 4. 5 κρυσταλωθέντων V1MAHP; κρυσταλλωθέντων #x003E; vel #x003E; coni. Mang. 5 ἦν om. Α 6 θαλάσσης P ὡς om. BEJl 7 ἐκαρώθη V1O ὁ ψάμμος P, ἡψάμεν(??)ος (sic) Κ σπορὰς] ἄμικτος FV2OK, σπορᾶς ceferi συμφῦσα GHP: συμφὺς δ’ BEM, συμφῦσα δ’ F, συμφυεῖσα AVOK (v) 8 ἐφόρμησις AFGHP: ἐφορμῆσαι ceteri 9 οἰκείων F ὀπισθοφύλακος FHP (v), ὀπισθοφυλάκως Α ἡνιοχούσης Α, ἡνιόχησις in ἡνιοχούσης corr. P ἐν ᾖ om. A τις om. VOK 10 ἢν om. A ἁ τέως] αὐτῶν BEMVK, αὐτοῖς V2O ἀνακοπέντα AFGH: ἀνακοπέντων celeri 11 διειστήκει] διά· στάσις V2O, διάστασιν Κ 12 αἰφνίδιον VK θαλάττωσις] δ’ ἐλάττωσις BEM (V ut vid.), δ’ ἀνέλπιστος V2OK φθοραί Α (v) κρυσταλωθέντα VKMHP 13 pr. καὶ eras. V2, om. OK κατεύνασε Turn. : κατένευσαν Α, κατένευσε FGHP, κατέκλυσε ceteri αἱ πλήμμυραι] ἐπλήμμυρε VOK 14 ἐπενεχθεῖσι κατέκλυσαν] ἐπενεχθέντος καὶ καλύψαντος V2OK 15 ἐπαναπλευσάντων FGHP: ὑπαναπνευσάντων M, ὑπαναπλευσάντων ceteri (v) τοῦ] αὐτοῦ F 15. 16 κατεστόρεσαν H 16 καὶ σφοδρὰ AFGHP: σφόδρα (om. καὶ) ceteri κυμάτωσις AGHP: κυματώσης F, κυματοῦσαν VOK, κυματουμένης τῆς θαλάσσης BEM πάντες AG (v) 17 ἀπεβράσθησαν GHP: ἐξεβράσθησαν Α, ἐβράσθησαν F, ἀνεβράσθησαν ceteri ἀντιπέρας FHP, ἀντίπαραν M) [*](13 κατεύνασε: cf. Soph. Ant. 833. Trach. 95.)

v.4.p.261
καὶ ἐπιδεῖν τοὺς ἐχθροὺς οὐκ ἀνθρωπίναις ἀλλὰ θείαις δυνάμεσι παντὸς λόγου μεῖζον κολασθέντας.

διόπερ εἰκότως εὐχαρίστοις ὕμνοις γεραίρει τὸν εὐεργέτην· εἰς γὰρ δύο χοροὺς διανείμας τὸ ἔθνος, τὸν μὲν ἀνδρῶν, τὸν δὲ γυναικῶν, ἐξάρχει μὲν αὐτὸς τοῖς ἀνδράσιν, ἔξαρχον δὲ καὶ τῶν γυναικῶν καθίστησι τὴν ἀδελφήν, ἵν’ ᾄδωσιν ὕμνους εἰς τὸν πατέρα καὶ ποιητὴν ἀντιφθόγγοις ἁρμονίαις συνηχοῦντες, διά τε κράσεως ἠθῶν καὶ μέλους, τῶν μὲν ἐπὶ τὴν αὐτὴν σπευδόντων ἀμοιβήν, τοῦ δὲ συνισταμένου κατὰ τὴν βαρύτητος πρὸς ὀξύτητα συμφωνίαν· φθόγγοι γὰρ οἱ μὲν ἀνδρῶν βαρεῖς, ὀξεῖς δ’ οἱ γυναικῶν, ἐξ ὧν, ὅταν ἡ κρᾶσις γένηται σύμμετρος, ἥδιστον καὶ παναρμόνιον ἀποτελεῖται μέλος.

τὰς δὲ τοσαύτας μυριάδας ἔπεισεν ὁμογνωμονῆσαι καὶ τὸν αὐτὸν ὕμνον ἐν ταὐτῷ συνᾴδειν τὰ τεράστια ἐκεῖνα μεγαλουργήματα, περὶ ὧν ὀλίγῳ πρότερον διεξῆλθον· ἐφ’ οἷς ὁ προφήτης γεγηθώς, ὁρῶν καὶ τὴν τοῦ ἔθνους περιχάρειαν, οὐδ’ αὐτὸς ἔτι χωρῶν τὴν ἡδονήν, κατῆρχε τῆς ᾠδῆς· οἱ δ’ ἀκούοντες εἰς δύο χοροὺς ἁλισθέντες τὰ λεχθέντα συνῇδον.

Τοῦτ’ ἐστὶ τῆς κατ’ ἐνθουσιασμὸν προφητείας Μωυσέως ἀρχὴ καὶ προοίμιον. ἑξῆς δὲ θεσπίζει περὶ τοῦ πρώτου καὶ ἀναγκαιοτάτου, τροφῆς, ἣν γῆ μὲν οὐκ ἤνεγκε — καὶ γὰρ ἦν στεῖρα καὶ ἄγονος —, ὤμβρησε δ’ οὐρανὸς οὐχ ἅπαξ ἀλλ’ ἐπὶ τεσσαρακονταετίαν ἑκάστης ἡμέρας πρὸ τῆς ἕω καρπὸν αἰθέριον ἐν δρόσῳ κέγχρῳ παραπλήσιον.

ὃν ἰδὼν Μωυσῆς συγκομίζειν κελεύει καὶ ἐπιθειάσας φησί· „πιστεύειν δεῖ τῷ θεῷ πεπειραμένους αὐτοῦ τῶν εὐεργεσιῶν ἐν μείζοσιν ἐλπίδος πράγμασιν· ἀθησαύριστα, ἀταμίευτα τὰ τῆς τροφῆς ἔστω· [*](2 λόγου] ἔργου P λόγου μείζονα BEM, μείζονα λόγου VOK εὐχαριστικοῖς conicio 4 ἐξάρχοι M 5 καὶ ante τὴν ἀδελφήν add. BEM 6 τὸν ποιητὴν HP, εἰς τὸν ποιητὴν G τε eras. V2, om. OK κράσεως AFGHP: κράσεων ceterl 8 τὴν ὀξύτητα VK 9 μὲν] τῶν Α δὲ Α οἱ om. Α 10 ἀποτελεῖ (i 11 ὁμογνωμονεῖν VK καὶ VOK (coni. Mang.): om. ceteri 11. 12 ἐν ταὐτῶ AFGHP: om. ceteri 12 συνάδειν AFGHP: συνᾴδειν καὶ λέγειν ceteri (prob. Mang.) ἐκεῖνα Α: ἐκεῖνα καὶ ceteri (v) μεγαλουργηθέντα AGHP (v) 13 διῆλθον BEMF 14 προκατῆρχε VOK 15 εἰς δύο χοροὺς om. YOK ἁλισθέντες] διαιρεθέντες Α (v) τὰ λεχθέντα Α: τοῖς λεχθεῖσι VOK, τοὺς λεχθέντας ceteri 17 τοῦτ’ ἔστι BEMG, τουτέστι V1AFHP, τοῦτό ἐστι V2OK μωϋσέως BEM: μωϋσέος ceteri 18 ἀρχὴν Α τοῦ om. VOK 20 ὄμβρησε E δέ Α ἀλλὰ AVK ἐπὶ om. Α τεσσαρακονταετίαν] τεσσαράκοντα κρόνους UP 23 τῷ om. Α αὐτῶ P 24 τὰ om. VOK) [*](18 sqq. Exod. 16,4 sqq.)

v.4.p.262
μηδεὶς ἄχρι πρωΐας ὑπολειπέσθω μηδὲν αὐτῆς μέρος.”

τοῦτ’ ἀκούσαντες ἔνιοι τῶν πρὸς εὐσέβειαν ἀνερματίστων, ὑπολαβόντες ἴσως οὐ χρησμοὺς ἀλλὰ παραίνεσιν ἄρχοντος εἶναι τὰ λεγόμενα, λείπουσιν εἰς τὴν ὑστεραίαν· τὸ δὲ σηπόμενον τὸν κύκλον τοῦ στρατοπέδου δυσοδμίας πληροῖ τὸ πρῶτον, εἶτ’ εἰς σκώληκας, ὧν ἡ γένεσις ἐκ φθορᾶς ἐστι, μετέβαλεν.