De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

Ἄμφω μὲν οὖν τὰ εἰρημένα τιμωρίας ἀσεβῶν περιέχει διὰ πεύσεως καὶ ἀποκρίσεως βεβαιουμένας. ἕτερα δὲ δύο ἐστὶν οὐχὶ τῆς αὐτῆς ἀλλὰ διαφερούσης ἰδέας, ὧν τὸ μὲν περὶ κλήρου διαδοχῆς, τὸ δ’ ὅσα τῷ δοκεῖν παρὰ καιρὸν ἐπιτελουμένης ἱερουργίας, περὶ ἧς [*](2 ἁρμόζων τῆς τιμωρίας GHP: τῆς τιμωρίας ἁρμόζων F, ἁρμόζων om. ceteri ἀοράτῳ om. Α ψυχῆς Α 3 ἐπυνθάνετο τοῦ AF mg. P mg. Κ: om. ceteri ναὶ πρὶν Α: καὶ om. ceteri (v) τοῦ ante πάντ’ add. V2OK πάντα AK 5 alt. καὶ om. F (fort. recte) 6 μετέλαβεν F 7 τἄλλα MG, τὰ ἄλλα AVOK S διὰ τί; ὅτι AFGH2P: ὅτι om. H1, διότι ceteri βάναυσοι] βάσανοι BE1 post μόνον add. τέχναι Α alt. αἱ om. Α 11 ἀρχικώτατον M αἴτιον AFGHP: καὶ αἴτιον ceteri 12 ἔργον] ὄργανον coni. Mang. καὶ τὰ] καὶ τὸ M, καὶ τὰ om. A, τὰ om. F ὡς om. F 12. 13 συνησυχάσειν AF: συνησυχάζειν GHP (v), ἡσυχάσειν BEMV, ἡσυχάζειν V2OK 13 ὡς] ὥστε HP (v) 14 τὸ eras. V2, om. OK παρανόνημα M 15 τὸ aute προσταχθὲν add. BEM (Mang.) προσταχθεὶς V2OK τὰ τοιαῦτα M 16 τῶν om. BEM 17 post τιμωρίας add. περιέχει V2OK 17. 18 περιέχει διὰ πεύσεως AF: περιέχει eras. V2, om. h. 1. OK, δ π. περιέχει transp. ceteri διαπνεύσεως P 18 βεβαιουμένας AG: βεβαιούμενα ceteri 19 παρακλήρου Κ τὸ δ’ AFGHP: τὰ δ’ BEM, τὰ δὲ VOK 20 καὶ ante παρὰ add. BEM παρὰ καιρὸν] περὶ καιροῦ coni. Mang.; περὶ τῆς παρὰ) [*](4 — 7 Catena in Num. 15,35 (Caten. Lips. I p. 1267) Φίλωνος ἑβραίου: ἀποφαίνεται ὁ θεὸς ὅτι θνήσκειν ὀφείλει ὁ ἐν τῷ σαββάτῳ συλλέξας ξύλα καὶ οὐχ ἑτέρως ἢ καταλευσθείς, ἐπειδήπερ ὁ νοῦς αὐτῷ εἰς κωφὴν λίθον μετέβαλεν εἰργασμένῳ τελεώτατον παρανόμημα.)

v.4.p.252
λεκτέον πρότερον.

τὴν ἀρχὴν τῆς ἐαρινῆς ἰσημερίας πρῶτον ἀναγράφει μῆνα Μωυσῆς ἐν ταῖς τῶν ἐνιαυτῶν περιόδοις ἀναθεὶς οὐχ ὥσπερ ἔνιοι χρόνῳ τὰ πρεσβεῖα μᾶλλον ἢ ταῖς τῆς φύσεως χάρισιν, ἃς ἀνέτειλεν ἀνθρώποις· κατὰ γὰρ ταύτην τὰ μὲν σπαρτά, ἡ ἀναγκαία τροφή, τελειογονεῖται, ὁ δὲ τῶν δένδρων καρπὸς ἡβώντων ἄρτι γεννᾶται δευτέραν ἔχων τάξιν, ὅθεν καὶ ὀψίγονός ἐστιν· ἀεὶ γὰρ ἐν τῇ φύσει τὰ μὴ λίαν ἀναγκαῖα τῶν σφόδρα ἀναγκαίων δεύτερα.

σφόδρα μὲν οὖν ἀναγκαῖα πυροί τε καὶ κριθαὶ καὶ ὅσα ἄλλα εἴδη τροφῆς, ὧν ἄνευ ζῆν οὐκ ἔστιν· ἔλαιον δὲ καὶ οἶνος καὶ ἀκρόδρυα οὐχὶ τῶν ἀναγκαίων, ἐπεὶ καὶ δίχα τούτων ἄχρι μακροτάτου γήρως παρατείνοντες εἰς πολυετίαν βιοῦσιν ἄνθρωποι.

τῷ δὴ μηνὶ τούτῳ περὶ τεσσαρεσκαιδεκάτην ἡμέραν, μέλλοντος τοῦ σεληνιακοῦ κύκλου γίνεσθαι πλησιφαοῦς, ἄγεται τὰ διαβατήρια, δημοφανὴς ἑορτή, τὸ Χαλδαϊστὶ λεγόμενον Πάσχα, ἐν ᾗ οὐχ οἱ μὲν ἰδιῶται προσάγουσι τῷ βωμῷ τὰ ἱερεῖα, θύουσι δ’ οἱ ἱερεῖς, ἀλλὰ νόμου προστάξει σύμπαν τὸ ἔθνος ἱερᾶται, τῶν κατὰ μέρος ἑκάστου τὰς ὑπὲρ αὑτοῦ θυσίας ἀνάγοντός τε καὶ χειρουργοῦντος.

ὁ μὲν οὖν ἄλλος ἅπας λεὼς ἐγεγήθει καὶ φαιδρὸς ἦν, ἑκάστου νομίζοντος ἱερωσύνῃ τετιμῆσθαι· δεδακρυμένοι δ’ ἕτεροι καὶ στένοντες διῆγον, οἰκείων αὐτοῖς ἔναγχος τετελευτηκότων, οὓς πενθοῦντες διπλῇ κατείχοντο λύπῃ, προσειληφότες [*](1 πρότερον Α (Mang.): προτέρας ceteri (Turn.) γράφει F 1.2 μῆνα ἀναγράφει transp. Α 2 μώσης BEF post ἀναθεὶς add. αὐτῶ V2OK 3 χρόνω om. VOK τὰς . . . χάριτας V2OK 4 σπαρτά] σπαρέντα VOK, . . . ματα Chron. Pasch. σπέρματα Mai) ἥ ἀναγκαία τροφῆ G τελεσιουργεῖται Chron. Pasch. 7 πυρός Α 9 καὶ ante δίχα om. AGHP Chrou. Pasch. (Turn.) 10 γήρους Chron. Pasch. παρεκτένοντες M 11 τῷ: incipit C fol. 122r δὴ] δὲ Chron. Pasch., πρώτω C τούτῳ om. C τεσσαρασκαιδεκάτην F 12 γενέσθαι (sic) B1EM δημοφανὴς (δημοφαὴς Chrou. Pasch.) corruptum; conicio 13 χαλδαϊστὴ Α Πάσχα] φάσκα BEMGHP; Πάσκα Turn. 14 ἱερὰ Α οἱ om. CMO 15 μέρους Κ αὐτοῦ CBEMAH1 16 τε] τότε FGHP (v) χειρουργοῦντος] ἱερουργοῦντος coni. Mang. ἄλλος om. VOK πᾶς CBEM λαὸς A 18 αὐτοῖς] αὐτῆς M) [*](1 sqq. Exod. 12,2 sqq. Num. 9,1 — 5 1 — 13 Ckronicon Paschale vol. I p. 3 (Dindorf): Φίλωνος τοῦ παρ’ Εβραίοις σοφοῦ. τὴν ἀρχὴν — τὸ Χαλδαϊστὶ λεγόμενον Πάσχα. ταῦτα μὲν ὁ Φίλων 11 [Ioa. Chrysost.] Orat. in Pascha VII (Migne t. 59 Col. 748): ἔχομεν μάρτυρας σοφοὺς Ἑβραίους οἷον Φίλωνα καὶ Ἰώσηπον καὶ ἄλλους τινάς, οἵτινες ἐν τοῖς οἰκείοις συγγράμμασι διαβεβαιοῦνται, ὅτι οὐ δύναται ἀκριβῶς ἄλλως τὸ Πάσχα γενέσθαι ἢ μετ’ ἐαρινὴν ἰσημερίαν ἐνστᾶσαν· καὶ ὁρίζοντι οὗτοι ἀνέκαθεν τὸν τοιοῦτον εἱρμὸν τετηρῆσθαι μετά τῆς κτὰ σελήνην τεσσαρεσκαιδεκάτης. 18 sqq. Num. 9,6 — 14)

v.4.p.253
τῇ διὰ τοὺς ἀποθανόντας συγγενεῖς καὶ τὴν ἐκ τοῦ στερηθῆναι τῆς περὶ τὴν ἱερουργίαν ἡδονῆς τε καὶ τιμῆς, οἷς οὐδὲ καθάρασθαι καὶ περιρράνασθαι κατ’ ἐκείνην τὴν ἡμέραν ἐξεγένετο, μήπω τοῦ πένθους ὑπερημέρου καὶ ἐκπροθέσμου γεγονότος.

οὗτοι μετὰ τὴν πανήγυριν προσελθόντες τῷ ἄρχοντι συννοίας μεστοὶ καὶ κατηφείας τὰ συμβεβηκότα διηγήσαντο, τὴν ὑπόγυον τῶν συγγενῶν τελευτήν, τὸ πένθος ᾧ κατ’ ἀναγκαῖον ἐχρήσαντο, τὸ μὴ δυνηθῆναι διὰ τοῦτο μετασχεῖν τῆς τῶν διαβατηρίων θυσίας.

εἶτ’ ἐδέοντο μὴ ἔλαττον τῶν ἄλλων ἐνέγκασθαι μηδὲ τὸ ἐπὶ τοῖς ἀποθανοῦσιν οἰκείοις ἀτύχημα ἐν ἀδικήματος μέρει καταριθμηθῆναι τιμωρίαν ἐργασάμενον πρὸ ἐλέου· νομίσαι γὰρ ἂν χείρονα παθεῖν τῶν ἀποθανόντων, εἴ γε τοῖς μὲν οὐδενός ἐστιν ἀντίληψις ἔτι τῶν ἀβουλήτων, οἱ δὲ ζῶντες δόξουσι τεθνάναι τὸν μετ’ αἰσθήσεως θάνατον.

ταῦτ’ ἀκούσας ἑώρα μὲν καὶ τὴν δικαιολογίαν οὐκ ἀπῳδὸν καὶ τὴν τοῦ μὴ ἱερουργῆσαι πάλιν πρόφασιν ἀναγκαίαν καὶ τὸ συμπαθὲς ἀνακεκραμένον τούτοις, ἐπαμφοτερίζων δὲ τὴν γνώμην καὶ ὥσπερ ἐπὶ πλάστιγγος ἀντιρρέπων — τῇ μὲν γὰρ ἐταλάντευεν ὁ ἔλεος καὶ τὰ δίκαια, τῇ δ’ ἀντέβριθεν ὁ νόμος τῆς τῶν διαβατηρίων θυσίας, ἐν ᾧ καὶ πρῶτος μὴν καὶ ἡμέρα τεσσαρεσκαιδεκάτη δεδήλωται τῆς ἱερουργίας —, ἀρνήσεως καὶ συγκαταθέσεως μεταξὺ φορούμενος ἱκετεύει τὸν θεὸν δικαστὴν γενέσθαι καὶ χρησμῷ τὴν κρίσιν ἀναφῆναι.

ὁ δ’ ἐπακούσας θεσπίζει λόγιον οὐ περὶ ὧν ἐνετεύχθη μόνον ἀλλὰ καὶ περὶ τῶν αὖθίς ποτε γενησομένων, εἰ ταῖς αὐταῖς χρήσαιντο συντυχίαις· ἐπιδαψιλευόμενος δὲ καὶ περὶ τῶν κατ’ [*](1 τῇ] τὴν G στερηθῆναι MAFGHP: ὑστερηθῆναι ceteri 2 τε καὶ τιμῆς om. Ο οὐδὲν Ο καθάρασθαι AFGHP: περικαθάρασθαι ceteri 3 μήπου BEM 5 προελθόντες Κ 6 ὑπόγυιον V2OK, ὑπόγειον P τελευτήν add. mg. H2P2 τὸ—ἐχρήσαντο (7) om. Ο ᾦ] ὃ Ε1 6. 7 κατ’ ἀναγκαῖον GHP: κατὰ τἀναγκαῖον Α, κατ’ ἀνάγκην ceteri 7 τῆς om. Α 8 διαβατηρίων· ρίων· θυσίας τέ (pro εἶτ’) A ἔλαττον AfiHP: ἐλάττω ceterl 9 οἰκεῖον Α ἀδικήματος] ἀτυχήματος CV1O (Turn.) 10 εἰργασμένοι Α ἐλέους VOK ἂν om. M 12 ἔτι] ἐπὶ Α, om. v μετὰ VOK 13 αἰσθητοῦ (sic) Κ ταῦτα C μὲν om. Α δικαιολογίαν AFGHP: διαλογίαν ceteri 14 ἀπῳδὸν] ἀπόδων P μὴ om. Α πάλιν BEMFV2K: πάλαι ceteri (v) 15 ἀνακεκραμμένον M ἐναμφοτερίζων Α 16 καὶ om. Α 16. 17 ὁ ἔλεος F: τὸ ἔλεος Α (v), ἕλεος (om. ὁ) ceteri 17 δὲ AVOK 18 ᾦ scripsi: ἧ codd. (v) ἡμέρα τεσσαρεσκαιδεκάτη codd.: τεσσ. ἡμέρα v 18. 19 δεδήλωται AGHP: ἡ δεδήλωται BEMFV1K2, ἧ δεδήλωται CV2OK1 20 θεὸν] αὐτὸν GHP (Turn.) 20. 21 ἀναφανῆναι FGHP, ἐναφεῖναι V2OK 21 ἐτεύχθη P 22 περὶ] πάντων VOK 23 συντυχίαις AFGHP: δυσιθχίαις cetcri)

v.4.p.254
ἄλλας αἰτίας οὐ δυνηθέντων ἱερουργῆσαι μετὰ παντὸς τοῦ ἔθνους προσεπιθεσπίζει.

τίνα οὖν ἐστι τὰ περὶ τούτων χρησθέντα λόγια, μηνυτέον. „συγγενικὸν“ φησί „πένθος ἀναγκαία μὲν τοῖς ἀφ’ αἵματος ἀνία, γράφεται δ’ οὐκ ἐν πλημμελείαις.

ἕως μὲν οὖν ἐμπρόθεσμόν ἐστιν, ἔξω περιβόλων ἱερῶν ἐλαυνέσθω, οὓς ἀπὸ παντὸς ἁγνεύειν οὐχ ἑκουσίου μόνον ἀλλὰ καὶ τοῦ μὴ κατὰ γνώμην μιάσματος δεῖ· γενομένου δ’ ἐκπροθέσμου, μὴ στερέσθωσαν ἰσομοιρίας τῆς ἐν ταῖς ἱερουργίαις, ἵνα μὴ προσθήκη τετελευτηκότων οἱ ζῶντες ὦσιν· ἴτωσαν δὲ ἅτε δεύτεροι δευτέρῳ μηνί, πάλιν τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, καὶ θυέτωσαν κατὰ τὰ αὐτὰ τοῖς προτέροις καὶ τῷ θύματι χρήσθωσαν ὡς ἐκεῖνοι νόμῳ καὶ τρόπῳ τῷ παραπλησίῳ.

τὰ δ’ αὐτὰ ἐπιτετράφθω καὶ τοῖς μὴ διὰ πένθος ἀλλὰ μακρᾶς χάριν ἀποδημίας κωλυομένοις ἅμα τῷ παντὶ ἔθνει συνιερουργεῖν· οὐ γὰρ οἱ ξενιτεύοντες ἢ ἑτέρωθι οἰκοῦντες ἀδικοῦσιν, ὡς στέρεσθαι τῆς ἴσης τιμῆς, καὶ ταῦτα μὴ χωρούσης διὰ πολυανθρωπίαν τὸ ἔθνος μιᾶς χώρας, ἀλλ’ ἀποικίας πανταχόσε διαπεμψαμένης.“

Τοσαῦτα διειλεγμένος περὶ τῶν ὑστερησάντων μὲν ἅμα τῷ πλήθει θῦσαι τὰ διαβατήρια κατὰ συντυχίας ἀβουλήτους, ἐκπλῆσαι δ’ εἰ καὶ ὀψὲ ἀλλ’ οὖν ἀναγκαίως τὸ ἐλλειφθὲν σπουδασάντων, ἐπὶ τελευταῖον μέτειμι διάταγμα τὸ περὶ τῆς τῶν κλήρων διαδοχῆς, ὅπερ ὁμοίως μικτὸν ἦν ἐκ πεύσεως καὶ ἀποκρίσεως λαβὸν τὴν σύστασιν.

ἦν τις [*](1. 2 προθεσπίζει VOK 2 τὰ περὶ] ἐπὶ Riclit. λόγια χρησθέντα trausp. Α (v) 3 φησί] φύσει Κ, ἐστι M ἀναγκαῖον Α μὲν AFGHP: om. ceteri ἀνία om. Α 4 γράφεται] ἀναγράφεται Α (v) ἐμπλημμελείαις M, ἐν πλημελίαις G ἐμπρόθεσμον codd.: ἐκπρόθεσμον Turn. 5 περιβόλων] περιόδων CVOK ἁγνεύει (sic) ἀπὸ παντὸς transp. F 6 τοῦ μὴ om. Turn., μὴ om. O 7 στερέσθωσαν scripsi (cf. 1. 14): στερείσθωσαν codd. (v) τῆς om. VOK 8 τελευτηκότων (sic) M 9. 10 τὰ αὐτὰ] ταῦτα Α; ταὐτὰ (v) 10 τῶ om. F 10. 11 τρόπω καὶ νόμω transp. BEMGHP 12 ἀλλὰ] ἀλλὰ καὶ AF (v) 13 ἢ] οἲ Turn. ἑτέρωθεν F 14 στέρεσθαι] στερεῖσθαι Α (v) διὰ om. Turn. 15 πανταχόσε] πολλαχόσε AHP (v) διαπεμψαμένης: desinit C fol. 123r 16 ὑστερισάντων G μὲν AFGHP: om. ceteri 17 ἐκπλῆσαι] ἐκπληρῶσαι AG (v), πληρῶσαι UP 17. 18 δ’ εἰ AFH2: δεῖ GH1P, δὲ (om. εἰ) ceteri 18 ἀλλ’ οὖν ἀναγκαίως AFGHP: om. ceteri τὸ τελευταῖον V2OK 19 διάταγμα om. GHP τὸ] τῶι E 20 μικτὸν] μικρὸν V λαβὼν BEM Barb. τις om. VOK) [*](18 — 255,19 Catena Barber. IV 56 fol. 150v Φίλωνος ἐβραίου ἐκ τοῦ περὶ μώσεως δευτέρου λόγου: ἐπὶ τελευταῖον μετεῖναι (sic) διάταγμα — τὰς παρὰ μικρὸν διαφορὰς παραστέλλοντα. 20 sqq. Num. 27,1 — 11)

v.4.p.255
ὄνομα Σαλπαάδ, ἀνὴρ δόκιμος καὶ φυλῆς οὐκ ἀσήμου· τούτῳ πέντε μὲν γίνονται θυγατέρες, υἱὸς δὲ οὐδείς· αἳ μετὰ τὴν τελευτὴν τοῦ πατρὸς στέρησιν τῆς πατρῴας λήξεως ὑποτοπήσασαι διὰ τὸ τὰς κληρουχίας ἄρρεσι δίδοσθαι προσίασι τῷ ἡγεμόνι μετὰ τῆς ἁρμοττούσης κόραις αἰδοῦς, οὐ θηρώμεναι πλοῦτον, ἀλλὰ τοὔνομα καὶ ἀξίωμα γλιχόμεναι διασῶσαι τοῦ πατρὸς καί φασιν·

„ὁ μὲν πατὴρ ἡμῶν ἐτελεύτησεν, ἐτελεύτησε δ’ ἐν οὐδεμιᾷ στάσει γενόμενος, ἐφ’ ὧν συνέβη διαφθαρῆναι μυρίους, ἀλλ’ ἐζήλωσε βίον ἀπράγμονα καὶ ἰδιώτην, εἰ μὴ ἄρα ἐν ἁμαρτίᾳ θετέον τὸ γενεᾶς ἄρρενος ἀμοιρῆσαι. πάρεσμεν δ’ ἡμεῖς ὅσα μὲν τῷ δοκεῖν ὀρφαναί, τὸ δ’ ἀληθὲς σοὶ χρησόμεναι πατρί· τοῦ γὰρ γεννήσαντος ὁ νόμιμος ἄρχων οἰκειότερος ὑπηκόοις.“

ὁ δὲ θαυμάσας τὴν φρόνησιν τῶν παρθένων καὶ τὴν πρὸς τὸν γεινάμενον εὔνοιαν ἐπέσχεν ὑφ’ ἑτέρας ἑλκόμενος φαντασίας, καθ’ ἣν τὰς κληρουχίας ἄνδρες ὤφειλον διανέμεσθαι γέρας ληψόμενοι στρατείας καὶ πολέμων οὓς διήθλησαν, γυναικὶ δ’ ἡ φύσις ἀσυλίαν τῶν τοιούτων ἀγωνισμάτων παρέχουσα δηλονότι καὶ τῶν ἐπ’ αὐτοῖς τιθεμένων ἄθλων οὐ μεταδίδωσιν.

ὅθεν εἰκότως τῆς διανοίας ἀμφικλινῶς ἐχούσης καὶ ἀντισπωμένης, ἀναφέρει τῷ θεῷ τὴν διαπόρησιν, ὃν ᾔδει μόνον ἀψευδέσι καὶ ἀπλανεστάτοις κριτηρίοις τὰς κατὰ μικρὸν διαφορὰς διαστέλλοντα πρὸς [*](1 ὄνομα AF Barb.: ὀνόματι ceteri Σαλπαάδ scripsi: σαλπαάθ AFGHP Barb. (v), σαλίτα ὁ δ’ ceteri γρ. ἦν τις ὀνόματι σαλπαάθ mg. Κ ἀσίμου Barb. μὲν om. Barb. 2 γείνονται V1, γείνοντο V2K δ’ ΑΗ Barb. οὐδὲ εἴς VOK Barb. 3 λέξεως ’Pi 4 ἄρσεα VO δίδοσθαι AGllP Barb.: δεδόσθαι ceteri (Mang). κόραις (sic) v 6 τοῦ πατρὸς διασῶσαι transp. M ὁ μὲν πατὴρ] ὅτι ὁ πατὴρ Cat. ἐτελεύτησεν] ἐτελεύτα Κ ἐτελεύτησεν ἡμῶν transp. Α Barb. 7 ἐτελεύτησε δ’ om. Cat. δὲ Α οὑδὲ μιᾷ Barb. στάσεων coni. Mang. ἐφ’ GHP: ὑφ’ ceteri (v) 8 ἰδιώτην καὶ ἀπράγμονα transp. VOK καὶ ἰδιώτην om. Cat. ἄρα cras. Η δι’ 9 ἐν ἁμαρτίᾳ] ἁμαρτίαν Α ἐν ἁμαρτίᾳ θετέον] ἐστὶ Cat. 9. 10 ὅσα μὲν τῷ] τῶ (vel τὸ) μέν Cat. 10 δὲ Cat. τοῦ — ὑπηκόοις (H) om. Cat. II οἰκειότερον Κ ὑπήκοος P 12 τὸν γεινάμενον] τὸ γινόμενον Cat., τὸ γενόμενον V1O 13 ὑπέσχεν Cat. ὑφ’] ἐφ’ Cat. ἑτέρας] ἑκατέρας GHP Barb. Cat. (Turn.) 15 ἀσυλίαν] ἀτέλειαν coni. Mang. 16 δῆλον ὅτι Ε ὑπ’ αὐτοῖς Cat. 17 ὅθεν: incipit C fol. 123r 18 τῷ om. Cat. καὶ ante ἀψευδέσι add. AFGHP (Turn.) 19 κατὰ] παρὰ Barb. διαστελλόμενον P, παραστέλλοντα Barb.) [*](4 — 18 Cateua in Num. 27,3 (Caten. Lips. I p. 1359) Φίλωνος ἑβραίου: ὡς οὐ θηρώμεναι πλοῦτον προσῆλθον τῷ ἡγεμόνι μετὰ τῆς ἁρμοττούσης κόραις αἰδοῦς, ἀλλὰ τοὔνομα — ἀναφέρει θεῷ.)

v.4.p.256
ἐπίδειξιν ἀληθείας καὶ δικαιοσύνης.

ὁ δὲ ποιητὴς τῶν ὅλων, ὁ τοῦ κόσμου πατήρ, γῆν καὶ οὐρανὸν ὕδωρ τε καὶ ἀέρα καὶ ὅσα ἐκ τούτων ἑκάστου συνέχων καὶ διακρατῶν, ὁ θεῶν καὶ ἀνθρώπων ἡγεμών, οὐκ ἀπηξίωσε χρηματίσαι κόραις ὀρφαναῖς· χρηματίσας δὲ καὶ πλέον τι παρέσχεν ἢ κατὰ δικαστὴν ὁ εὐμενὴς καὶ ἵλεως, ὁ πάντα διὰ πάντων πεπληρωκὼς τῆς εὐεργέτιδος ἑαυτοῦ δυνάμεως· ἔπαινον γὰρ διεξῆλθε τῶν παρθένων.

ὦ δέσποτα, πῶς ἂν σέ τις ὑμνήσειε, ποίῳ στόματι, τίνι γλώττῃ, ποίᾳ φωνῆς ὀργανοποιίᾳ, ποίῳ ψυχῆς ἡγεμονικῷ; οἱ γὰρ ἀστέρες εἷς γενόμενοι χορὸς ᾄσονταί τι μέλος ἐπάξιον; ὁ δ’ οὐρανὸς ὅλος εἰς φωνὴν ἀναλυθεὶς δυνήσεταί τι τῶν σῶν ἀρετῶν διηγήσασθαι μέρος; „ὀρθῶς“ φησίν "ἐλάλησαν αἱ θυγατέρες Σαλπαάδ.“

τοῦθ’ ἡλίκον ἐστὶν ἐγκώμιον θεοῦ μαρτυροῦντος, τίς οὐκ οἶδε; πάριτε νῦν, οἱ ἀλαζόνες, οἱ μέγα πνέοντες ἐπὶ ταῖς εὐπραγίαις, οἱ τοὺς αὐχένας πλέον τῆς φύσεως ἐπαίροντες καὶ τὰς ὀφρῦς ἀνεσπακότες, παρ’ οἷς χηρεία μὲν γυναικῶν γέλως, [καὶ] οἰκτρὸν κακόν, ἐρημία δὲ παίδων ὀρφανῶν, οἰκτρότερον τοῦ προτέρου, χλευάζεται·