De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ἀφ’ οὗ τελείαν ἀρετὴν αἰνίττεται. ὥσπερ γὰρ ἐν καρύῳ ταὐτόν ἐστιν ἀρχὴ καὶ τέλος, ἀρχὴ μὲν ᾗ σπέρμα, τέλος δὲ ᾗ καρπός, οὕτως ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν· ἑκάστῃ γὰρ συμβέβηκεν εἶναι καὶ ἀρχὴν καὶ τέλος, ἀρχὴν μέν, ὅτι οὐκ ἐξ ἑτέρας δυνάμεως ἀλλ’ ἐξ ἑαυτῆς φύεται, τέλος δέ, ὅτι πρὸς αὐτὴν ὁ κατὰ φύσιν βίος σπεύδει.

μία μὲν αἰτία ἥδε, λέγεται δὲ καὶ ἑτέρα τῆς προτέρας ἐμφαντικωτέρα· καρύου τὸ μὲν φλοιῶδές ἐστι πικρόν, τὸ δ’ εἴσω περικείμενον ὡσανεὶ ξύλινον ἕρκος στιφρὸν εὖ μάλα καὶ κραταιόν, οἷς ἀμφοτέροις ὁ καρπὸς ἐγκατακεκλεισμένος οὐκ ἔστιν εὔληπτος.

τοῦτο ποιεῖται σύμβολον ἀσκητικῆς ψυχῆς, ἀφ’ οὗ προτρέπειν αὐτὴν οἴεται δεῖν ἐπ’ ἀρετὴν ἀναδιδάσκων, ὅτι πόνῳ προεντυχεῖν ἀναγκαῖον· πικρὸν δὲ καὶ ἀντιτυπὲς καὶ σκληρὸν ὁ πόνος, ἐξ οὗ φύεται τἀγαθόν, [*](1 τοῦ ἀδελφοῦ GHP Barb.: τἀδελφοῦ ceteri νέους] εὐθὺς A (Turn.) 5 ἃ — ἐδώδιμον om. AVOK ἃ διαφέροντα] διαφέρον δὲ BEM χαρίζεται H1P post ἔξω add. γὰρ τὸ ἐδώδιμον αὐτῶν ἐστι V2OK 6 κατακεκλεῖσθαι FGHP τε AGHP Barb.: om. ceteri 8 ὀχυρώμενος Α περιφρουρημένος πεφρουρημένος V2OKF τῷ] τὸ E 9 φλιοῦ M βαθέος πάνυ transp. BM ἀποδέοντος V2OKHP 10 γάρ ἐστιν HP (bis igitur ἐστιν positum) 11 ἧ] ἣ (bis) BEM δ’ Κ 12 alt. καὶ om. Κ ἀρχὴν Turn. (v): ᾀρχὴ AFGHP Barb., ἀρχὴ ceteri 13 τέλος AFGHP Barb.: τέλει ceteri ἀρχὴν Turn. (v): ἀρχὴ BEMVO, ἀρχὴ ceteri 14 τέλος AFGH Barb.: τέλει ceteri μὲν οὖν Barb. 16 φλυῶες Β, φλιῶδες M τυ 17 στιφρὸν BEMV1GH1P1: στριφνὸν FG2P2, στρυφνὸν AH2V2O Barb. (v), στηρφνὸν (sic) Κ ἐγκατακεκλεισμένος om. BEM 18 εὔληπτος] εὔλογος Barb. ἀσκητὴς (sic) F 19 δεῖν om. BEM ὀίεται δεῖν] σπεύδειν coni. Mang. προσεντυχεὶν BEMV1, sed σ eras. EV2, προεντυγχάνειν Barb. 20 σκηρὸν M, μακρὸν N) [*](19 — 243,5 N fol. 158r: ὅτι πόνῳ — ἐνδιαιτᾶσθαι. 19 — 243,3 DR fol. 274r Φῶνος ἐκ τοῦ περὶ Μωυσέοςδ βίου: τὸ πόνῳ κτηθὲν τυγχάνει ἀναγκαῖον. πικρὸς δὲ καὶ σκληρὸς καὶ ἀντιτυπὴς τόνος — μακαριότητα.)

v.4.p.243
οὗ χάριν οὐ μαλακιστέον.

ὁ μὲν γὰρ τὸν πόνον φεύγων φεύγει καὶ τὰ ἀγαθά, ὁ δὲ τλητικῶς καὶ ἀνδρείως ὑπομένων τὰ δυσκαρτέρητα σπεύδει πρὸς μακαριότητα· οὐ γὰρ ἁβροδιαίτοις καὶ τὴν ψυχὴν ἐκτεθηλυμμένοις καὶ τὸ σῶμα διαρρέουσιν ὑπὸ τῆς καθ’ ἑκάστην ἡμέραν ἀδιαστάτου θρύψεως ἀρετὴ πέφυκεν ἐνδιαιτᾶσθαι, κακουμένη δὲ μετανίσταται πρότερον ἀπόλειψιν χρηματίσασα πρὸς τὸν ἄρχοντα τὸν ὀρθὸν λόγον.

ἀλλ’ εἰ δεῖ τἀληθὲς εἰπεῖν, ὁ φρονήσεως καὶ σωφροσύνης ἀνδρείας τε καὶ δικαιοσύνης ἱερώτατος θίασος ἀσκητὰς μετατρέχει καὶ ὅσοι τὸν αὐστηρὸν καὶ σκληροδίαιτον βίον, ἐγκράτειαν καὶ καρτερίαν, ζηλοῦσι σὺν εὐτελείᾳ καὶ ὀλιγοδεΐᾳ, δι’ ὧν τὸ κυριώτατον τῶν ἐν ἡμῖν, ὁ λογισμός, εἰς ὑγείαν ἄνοσον καὶ εὐεξίαν ἐπιδίδωσι καθελὼν τὸν βαρὺν τοῦ σώματος ἐπιτειχισμόν, ὃν οἰνοφλυγίαι καὶ ὀψοφαγίαι καὶ λαγνεῖαι καὶ αἱ ἄλλαι ἀπλήρωτοι ἐπιθυμίαι συνεκρότησαν γεννήσασαι τὴν ἀντίπαλον ἀγχινοίας πολυσαρκίαν.

λέγεται μέντοι καὶ τῶν ἐν ἔαρι βλαστάνειν εἰωθότων δένδρων ἡ ἀμυγδαλῆ καὶ πρῶτον ἀνθεῖν εὐαγγελιζομένη φορὰν ἀκροδρύων καὶ ὕστατον φυλλορροεῖν τὴν ἐπέτειον πρὸς μήκιστον ἀποτείνουσα τῆς χλόης εὐγηρίαν· ὧν ἑκάτερον ποιεῖται σύμβολον τῆς ἱερατικῆς φυλῆς, αἰνιττόμενος ὅτι καὶ πρώτη καὶ ὑστάτη τοῦ σύμπαντος ἀνθρώπων γένους ἀνθήσει, καθ’ ὃν ἂν χρόνον δόξῃ τῷ θεῷ ταῖς ἐαριναῖς τροπαῖς ἐξομοιῶσαι τὸν ἡμέτερον βίον ἀνελόντι τὴν ἐπίβουλον καὶ τοῦ κακοδαιμονεῖν πηγὴν πλεονεξίαν.

[*](1 καταμαλακιστέον D τὸν om. VOK καὶ om. AD Flor. Par. noanulli Max. codd. 2 τἀγαθὰ BEMA δὲ] δ’ αὖ A (v) ἀνδρίως Α 3 σπεύδει] φεύγει VOK οὐ] οὐδὲ A (v) καὶ om. AF Barb., post ψυχὴν transp. X ψυχήν τ’ Α 3. 4 ἐκτεθηλυμμένοις scripsi: ἐκτεθηλυμένοις V2OKFP Barb., ἐκτεθηλυσμένοις ceteri (v) 5 μετανίσταται Barb. (coni. Mang.): ω ω ω μετανίστασθαι codd. (v) 6 ἀπολείψειν BEMVOK1 τὸν ὀρθὸν λόγον Α τῶν ὀρθῶν λόγων Turn.) δεῖ] δὴ Barb., χρὴ Α (v) 7 ἀνδρίας AE 9 post ἐγκράτειαν add. τε Mang. ὁλιγοδεεία BEM, ὀλιγοδεεῖ G 10 ὑγίειαν VKG Barb. 11 καθαιρῶν Α ὃν] οἶον AG 12 καὶ λαγνεῖαι] καὶ ὀψοφαγίαι (sic) Α αἱ om. Α (v) 14 ἐν om. AVOK βλαστάνειν εἰωθότων AFGHP Barb.: βλαστανόντων ceteri ἀμυγδάλη AFV1 14. 15 καὶ πρῶτον AV2K Barb.: καὶ om. ceteri 15 φυλορροεῖν M, φυλλοροεῖν BEV 16 ἐπέτειον] ὑπέτιον BEM, ὑπαίτιον F (V1 ut vid.) πρὸς μήκιστον ἀποτείνουσα om. εὐγηρίαν AFGH Barb.: ἀγηρίαν P, εὐετηρίαν ceteri 17 αἰνιττόμενον V2OK καὶ AFGHP Barb.: om. ceteri 20 ἐπιβουλὴν Α πηγὴν κακοδαιμονᾶν VOK πηγὴν AFGH Barb.: πληγὴν P, τὴν γῆν BEMO, τὴν γῆν vK)[*](1—3 Mel. Barocc. fol. 239v Flor. Par. Nr. 13 Max. Ecl. cap. 32 Anton. Mel. II Col. 1124 Φίλωνος: ὁ μέν τὸν πόνον φεύγων — μακαριότητα.)
v.4.p.244

Ἐπειδὴ τοίνυν τῷ τελειοτάτῳ ἡγεμόνι τέτταρα δεῖν ἔφαμεν προσεῖναι, βασιλείαν καὶ νομοθετικὴν ἕξιν καὶ ἱερωσύνην καὶ προφητείαν, ἵνα διὰ μὲν τῆς νομοθετικῆς προστάττῃ ἃ δεῖ καὶ ἀπαγορεύῃ ἃ μὴ δεῖ πράττειν, διὰ δὲ τῆς ἱερωσύνης μὴ μόνον τἀνθρώπεια ἀλλὰ καὶ τὰ θεῖα διέπῃ, διὰ δὲ τῆς προφητείας ὅσα μὴ λογισμῷ καταλαμβάνεται θεσπίζῃ, διειλεγμένος περὶ τῶν πρώτων τριῶν καὶ ἐπιδεδειχὼς Μωυσῆν ἄριστον βασιλέα καὶ νομοθέτην καὶ ἀρχιερέα τὸ τελευταῖον ἔρχομαι δηλώσων, ὅτι καὶ προφήτης γέγονε δοκιμώτατος.

οὐκ ἀγνοῶ μὲν οὖν, ὡς πάντ’ εἰσὶ χρησμοί, ὅσα ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγέγραπται, χρησθέντες δι’ αὐτοῦ· λέξω δὲ τὰ ἰδιαίτερα, πρότερον εἰπὼν ἐκεῖνο· τῶν λογίων τὰ μὲν ἐκ προσώπου τοῦ θεοῦ λέγεται δι’ ἑρμηνέως τοῦ θείου προφήτου, τὰ δ’ ἐκ πεύσεως καὶ ἀποκρίσεως ἐθεσπίσθη, τὰ δ’ ἐκ προσώπου Μωυσέως ἐπιθειάσαντος καὶ ἐξ αὑτοῦ κατασχεθέντος.

τὰ μὲν οὖν πρῶτα ὅλα δι’ ὅλων ἀρετῶν θείων δείγματά ἐστι, τῆς τε ἵλεω καὶ εὐεργέτιδος, δι’ ὧν ἅπαντας μὲν ἀνθρώπους πρὸς καλοκἀγαθίαν ἀλείφει, μάλιστα δὲ τὸ θεραπευτικὸν αὐτοῦ γένος, ᾧ τὴν πρὸς εὐδαιμονίαν ἄγουσαν ἀνατέμνει ὁδόν·

τὰ δὲ δεύτερα μῖξιν ἔχει καὶ κοινωνίαν, πυνθανομένου μὲν τοῦ προφήτου περὶ ὧν ἐπεζήτει, ἀποκρινομένου δὲ τοῦ θεοῦ καὶ διδάσκοντος· τὰ δὲ τρίτα ἀνατίθεται τῷ νομοθέτῃ, μεταδόντος αὐτῷ τοῦ θεοῦ τῆς προγνωστικῆς δυνάμεως, ᾗ θεσπιεῖ τὰ μέλλοντα.

τὰ μὲν οὖν πρῶτα ὑπερθετέον, μείζω γάρ ἐστιν ἢ ὡς ὑπ’ ἀνθρώπου τινὸς ἐπαινεθῆναι, μόλις ἂν ὑπ’ οὐρανοῦ τε καὶ κόσμου καὶ τῆς τῶν ὅλων φύσεως ἀξίως ἐγκωμιασθέντα, καὶ ἄλλως λέγεται ὡσανεὶ δι’ ἑρμηνέως· ἑρμηνεία δὲ καὶ [*](1 ἔφημεν VOK 3 προστάττει M post ἁ δεῖ add. ποιεῖν HP (Turn.) 3. 4 ἀπαγορεύει E, ἀπαγορεύειν M 5 τὰ ἀνθρώπεια AFVOK Barb. ἑ,. ὅσω FP 6 θεσπίζει F 7 μωσῆν Barb. 8 προφήτης FGHP: προφητῶν ceteri (v) 9 ἀγνοῶν Α οὑν] ἴσως Α πάντα Α, πάντες F Barb. 10 δι’] παρ’ Α λέξαι M ἰδιαίτερα] εἴδη Α 11 πρότερον] πρῶτον BEM τὰ μὲν] τὰ μὲν γὰρ Α, γὰρ τὰ μὲν v ἐκ τοῦ προσώπου G τοῦ ante θεοῦ om. M 12 θείου FGHP Barb.: om. ceteri δὲ Barb. 13 δὲ Barb. τοῦ μωυσέος P μωυσέως BEMV: μώσεως Barb., μωυσέος ceteri ἐπιθειάζοντος M 14 αὐτοῦ codd. (Turn.) 15 δείγματ’ Α Barb. τε AFGHP Barb.: om. ceteri 16 δὲ om. BEM 17 ᾦ] ὃ G δὲ AFGHP Barb.: om. cetcri 18 μὲν] μέντοι FHP Barb., om. G 19 ἐπεζήτει AGHP Barb.: ἐπιζητεῖ ceteri 20 ἀνατέθειται V2OK 21 ἡ AHP 22 μείζονα AVOK Barb. ὑπ’] ἐπ’ ἐπαναθῆναι Barb. 23 ἄν] δὲ VOK 23. 24 ἐγκωμιασθῆναι V2OK 24 post ἄλλως add. ὅτι V2OK διερμηνέως E)

v.4.p.245
προφητεία διαφέρουσι. περὶ δὲ τῶν δευτέρων αὐτίκα πειράσομαι δηλοῦν συνυφήνας αὐτοῖς καὶ τὸ τρίτον εἶδος, ἐν ᾧ τὸ τοῦ λέγοντος ἐνθουσιῶδες ἐμφαίνεται, καθ’ ὃ μάλιστα καὶ κυρίως νενόμισται προφήτης.

Τῆς δ’ ὑποσχέσεως ἀρκτέον ὧδε. τέτταρές εἰσι τόποι διὰ πεύσεως καὶ ἀποκρίσεως χρησμοῖς νομοθετηθέντες, μικτὴν ἔχοντες δύναμιν· τῇ μὲν γὰρ ὁ προφήτης ἐνθουσιᾷ πυνθανόμενος, τῇ δὲ ὁ πατὴρ θεσπίζει λόγου καὶ ἀποκρίσεως μεταδιδούς. ἔστι δὲ πρῶτος, ὃς οὐχ ὅτι Μωυσῆν ὁσιώτατον τῶν πώποτε γενομένων ἀλλὰ καὶ τὸν ἐπὶ βραχὺ γευσάμενον εὐσεβείας ὤργισεν.

ἐξ ἀνομοίων τις γενόμενος ἄνθρωπος νόθος, Αἰγυπτίου μὲν πατρός, μητρὸς δὲ Ἰουδαίας, τῶν μὲν ταύτης πατρίων ἐθῶν ἠλόγησε, πρὸς δὲ τὴν Αἰγυπτιακήν, ὡς λόγος, ἀπέκλινεν ἀσέβειαν τὴν τῶν ἀνδρῶν ζηλώσας ἀθεότητα.

μόνοι γὰρ σχεδὸν ἁπάντων ἐθνῶν Αἰγύπτιοι γῆν ἐπετείχισαν οὐρανῷ, τὴν μὲν ἰσοθέων τιμῶν ἀξιώσαντες, τῷ δ’ οὐδὲν γέρας ἐξαίρετον ἀπονείμαντες, ὡς δέον πρὸ τῶν βασιλείων τὰς ἐσχατιὰς περιέπειν — ἐν γὰρ κόσμῳ βασίλειον μὲν ἱερώτατον οὐρανός, ἐσχατιὰ δὲ γῆ, καθ’ ἑαυτὴν μὲν ἀξιοσπούδαστος, εἰς δὲ σύγκρισιν ἰοῦσα αἰθέρος ἀπολειπομένη τοσοῦτον ὅσον σκότος μὲν φωτός, νὺξ δὲ ἡμέρας, φθορὰ δ’ ἀφθαρσίας καὶ θνητὸς θεοῦ —.

τῆς γὰρ χώρας οὐχ ὑετῷ καθάπερ αἱ ἄλλαι νιφομένης, ἀλλὰ ταῖς τοῦ ποταμοῦ πλημμύραις εἰωθυίας ἀνὰ πᾶν ἔτος λιμνάζεσθαι, θεοπλαστοῦσι τῷ λόγῳ τὸν Νεῖλον Αἰγύπτιοι ὡς ἀντίμιμον οὐρανοῦ γεγονότα καὶ περὶ τῆς χώρας σεμνηγοροῦσιν.

ὁ δὴ μικτὸς οὗτος ἐκεῖνος διενεχθείς τινι τῶν ἀπὸ τοῦ ὁρατικοῦ καὶ ἐπιστημονικοῦ γένους, ἀκράτωρ ὑπ’ [*](2 συνυφήνας AFGHP Barb.: συνυφάνας ceteri 3 καθὸ AFUP 4 τέσσαρες G Barb. γάρ εἰσι BEM τόποι AGHPV1 Barb.: τρόποι ceteri 5 χρησμῶν V2K1 6 τῆ AGHPK2 Barb.: πῆ ceteri τῆ AGHPK2 Barb.: πῆ ceteri δ’ AVOK Barb. 7 πρῶτος ὃς F Barb.: ὁ πρῶτος Α, πρῶτον ceteri (v) 8 μωσῆν Barb. post ὁσιώτατον add. καὶ θεοφιλέστατοι Α (v) πώποτε] ποτε A (Turn.) ἐπὶ AFG Barb.: om. ceteri 9 ὤργησεν P1, ὢρ σεν α (sic) G, ὤργισεν Κ, ὠργίασεν AP2 (Turn.), παρώργισεν mg. H νόθος om. BEM 10 δ’ BEMFG Ἰουδαίας] οὐ δικαίας G ὃς aute τῶν ss. Η2 (v) ταύτης AFGHPK-: αὐτῆς ceteri 11 ἐθ(??) ῶν B 12 ζηλώσασα σχεδῶν P τῶν ἐθνῶν AVOK (v) 13 τιμὴν H1 14 δέον] δὲ F 15 μὲν AFGHP: om. ceteri 16 ἀξιοσπούδαστον BEM 18 δὲ] δ’ Α 19 αἱ om. Α νιφομένης Turn.: νειφομένης codd. (Mang.) 20 πλημύραις G, πλημμυρίαις A τῷ λόγῳ om. HP 21 ὡς AFGHP: om. ceteri ἀντίτιμον M γεγονότα AFGHP: γεγονέναι ceteri 22 οὗτος om. GHP τινι om. Α 23 ὁρατικοῦ] ἱερατικοῦ Α (Turn.)) [*](9 sqq. Levit. 24,10 — 16)

v.4.p.246
ὀργῆς αὐτὸς αὑτοῦ γενόμενος καὶ ἅμα τῆς Αἰγυπτιακῆς ἀθεότητος ζηλωτὴς ὤν, ἀπὸ γῆς εἰς οὐρανὸν ἔτεινε τὴν ἀσέβειαν ἐπαράτῳ καὶ ἐναγεῖ καὶ μεμιασμένῃ ψυχῇ τε καὶ γλώττῃ καὶ πάσῃ τῇ φωνῆς ὀργανοποιίᾳ καταρασάμενος δι’ ὑπερβολὴν κακιῶν ὃν οὐδ’ ὑπὸ πάντων ἀλλὰ μόνων τῶν ἀρίστων εὐλογεῖσθαι θέμις, ὅσοι τὰς τελείας καθάρσεις ἐδέξαντο.

διὸ καὶ θαυμάσας τὴν φρενοβλάβειαν καὶ τὴν τοῦ θράσους ὑπερβολήν, καίτοι γ’ ὑπόπλεως ὢν παραστήματος εὐγενοῦς καὶ ἱέμενος αὐτοχειρίᾳ διαρτῆσαι τὸν ἄνθρωπον, ἔδεισε μὴ κουφοτέραν ἀναπράξῃ τιμωρίαν· ἰσόρροπον γὰρ ἐπινοῆσαι πρὸς τοσαύτην ἀσέβειαν κόλασιν ἄνθρωπος οὐκ ἂν ἴσχυσεν.

ἐπεὶ δὲ καὶ τῷ μὴ σέβειν θεὸν ἕπεται τὸ μήτε γονεῖς μήτε πατρίδα μήτ’ εὐεργέτας τιμᾶν, ὁ δὲ δὴ πρὸς τῷ μὴ σέβειν καὶ κακηγορεῖν τολμῶν τίνα μοχθηρίας ὑπερβολὴν ἀπολέλοιπε; καίτοι καὶ τὸ κακηγορεῖν ἧττον ἐν συγκρίσει κατάρας· ἀλλὰ γλωσσαλγία καὶ ἀχάλινον στόμα ὅταν ἐκνόμοις ἀφροσύναις ὑπηρετῶσι, πάντως τι καινουργεῖται τῶν ἀθέσμων. ὦ ἄνθρωπε, καταρᾶταί τις θεόν;

τίνα καλῶν ἕτερον θεὸν εἰς τὴν τῆς ἀρᾶς βεβαίωσιν; ἢ δῆλον ὅτι αὐτὸν κατ’ αὐτοῦ; ἄπαγε βεβήλων καὶ ἀνοσίων ἐνθυμημάτων. καλὸν ἐκνίψασθαι τὴν ἀθλίαν ψυχὴν ἐπηρεασθεῖσαν μὲν ὑπὸ φωνῆς, διακόνοις δὲ τοῖς [*](1 αὐτοῦ BEMFP 1.2 ζηλωτὴς ἀθεότητος transp. AVOK (v) 2 ζηλωτὸς M 3 καὶ ante μεμιασμένη om. Α (v) τε καὶ γλώττη AFGHP: om. ceteri πάσης Α τῇ] τῆς BEMA (v) 4 κακιῶν scripsi: κακῶν codd. ὃν] ὃ BEM(V1 ut vid.) 6 pr. καὶ AFGHP: om. ceteri 6—8 καὶ θαυμάσας ἄνθρωπον om. Barb. 7 γε VOK παραστήματος ὢν transp. HP ἱέμενος AFGHP: ἱέμενος ceteri 8 διαρτῆσαι BEMHP: διαρτίσαι VOKF, διαχρῆσαι AG; διαχρήσασθαι v ἔδεισε δὲ Α ἀναπράξῃ AF Barb.: ἀναπράξηται ceteri 9 τιμωρίαν om. ’ γὰρ om. V1 ἀσεβείας Α 10 ἐπεὶ] ἐπὶ Κ δὲ καὶ eras. ’, om. OK, καὶ om. BEM σέβειν Mang.: σέβοντι codd. τὸ AFG: καὶ τὸ ceteri 11 μήτ’] μήτε Κ εὐεργεσίας F δὲ om. BEM δὴ] μὴ Turn. τῷ] τὸ M 12 κατηγορεῖν AHP, κακουργεῖν 0 13 καίτοι om. Α καὶ AGHP: om. ceteri κακηγορεῖν BEMF: κατηγορεῖν ceteri 14 ἀχάλινον AFGHP: ἀχαλίνωτον ceteri 15 ὦ ἄνθρωπε Α: ἰὼ ἄνθρωποι F, om. ceteri θεὸν τινά; G 16 καλῶν] καλὸν F δηλονότι VOK Ι7 κατ’ αὐτοῦ Α: καθ’ αὑτοῦ ceteri 18 μὲν om. Α) [*](4—10 pergit Barber. IV 56: λέγει τοίνυν περὶ τοῦ καταρασαμένου δι’ ὑπερβολὴν κακῶν τὸν θεὸν ὃν οὐδ’ — ἐδέξαντο. διὸ δείσας ὁ προφήτης μὴ κουφοτέραν — οὐκ ἂν ἴσχυσε et pergit 247,6. 15 — 247,6 Procop. Gaz. Comment. in Levit. 24,10 (Migne t. 87,1 Col. 781): ὁ θεὸν καταρώμενος τίνα κελεύει (leg. καλεῖ) θεὸν ἕτερον εἰς τὴν τῆς ἀρᾶς βεβαίωσιν; ἢ δῆλον ὅτι αὐτὸν καθ’ ἑαυτοῦ; ἐχρῆν μὲν οὖν παρεῖσθαι τοῦ φθεγξαμένου τὴν γλῶσσαν· προνοία δὲ τῆς δίκης οὔτε ἀγαθὸν ὑπερβάλλον οὗτε κακὸν ἐπισκιάζεται πρὸς ἔλεγχον ἀρετῆς ἢ κακίας, ἵνα τὴν μὲν ἀποδοχῆς τὴν δὲ τιμωρίας ἀξιώσῃ.)

v.4.p.247
ὠσὶ χρησαμένην, αἰσθήσει τυφλῇ.

καὶ οὔτε ἡ γλῶττα τοῦ τοσοῦτον ἀσέβημα φθεγξαμένου παρείθη οὔτε τὰ τοῦ μέλλοντος ἀκούειν ὦτα ἐπεφράχθη; εἰ μὴ ἄρα κατὰ πρόνοιαν τῆς δίκης, ἥτις οὔτ’ ἀγαθὸν ὑπερβάλλον οὔτε μέγιστον κακὸν οἴεται δεῖν ἐπισκιάζεσθαι, πρὸς ἔλεγχον ἐναργέστατον ἀρετῆς ἢ κακίας, ἵνα τὴν μὲν ἀποδοχῆς τὴν δὲ τιμωρίας ἀξιώσῃ.