De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

πάντα γὰρ μεταβάλλειν τὰ ἐν κόσμῳ πρὸς τἀναντία, νέφωσιν εἰς αἰθρίαν, πνευμάτων βίας εἰς ἀέρα νήνεμον, κλύδωνα θαλάττης εἰς ἡσυχίαν καὶ γαλήνην, τὰ δ’ ἀνθρώπεια καὶ μᾶλλον, ὅσῳ καὶ ἀσταθμητότερα.

τοιούτοις κατεπᾴδων ὥσπερ ἀγαθὸς ἰατρὸς ᾤετο τὰς νόσους καίτοι βαρυτάτας οὔσας ἐπικουφιεῖν· αἱ δ’ ὁπότε λωφήσειαν, αὖθις ἐκ περιτροπῆς ἐπετίθεντο φέρουσαί τι πάντως ἐκ τοῦ διαπνεῦσαι καινὸν κακὸν ἀργαλεώτερον τῶν προτέρων.

ἦσαν γάρ τινες τῶν ἐφεστηκότων ἀτίθασοι σφόδρα καὶ λελυττηκότες, μηδὲν εἰς ἀγριότητα τῶν ἰοβόλων καὶ σαρκοβόρων διαφέροντες, ἀνθρωποειδῆ θηρία, τὴν τοῦ σώματος μορφὴν εἰς δόκησιν ἡμερότητος ἐπὶ θήρᾳ καὶ ἀπάτῃ προβεβλημένοι, σιδήρου καὶ ἀδάμαντος ἀπειθέστεροι.

τούτων ἕνα τὸν βιαιότατον, ἐπειδὴ πρὸς τῷ μηδὲν ἐνδιδόναι καὶ ταῖς παρακλήσεσιν ἔτι [*](1 ἅτε om. CVO, ἄτε καὶ om. BEMA προσαναπιπτούσης Z 1.2 ὐπ’ ἄλλοις Z 2 ἀπέθνησκον BEMAK1Z, ἐπέθνησκον Ο 3 ὀρίων GHP: ὅρων ceteri ἀπέρριπτον MA, ἐρρίπτουν Κ1Ζ 5 τοῖς ψυχῆς Α, τοῖς ψυχοῖς (sic) P μόνον VG 6 δεσποτίαν G 7 δυνατωτέρως πιαίζοντες P ἐπὶ δὴ corr. in ἐπειδὴ Κ, ἐπειδὴ BEM, ἐπὶ δὴ om. in textu VO, γρ. ἐπειδὴ τούτοις mg. VO 8 τοὺς ἀδικοῦντας μήτε βοηθεῖν om. BEMAVO 9 γρ. τὰ ἀδικοῦμεν mg. VOK δὲ Α, δ’ om. BEMKZ τ’ CAHP 12 συγκάμνειν ἐᾶν conicio 13 μεταβάλλει BEMA 14 ἐν κόσμω GHP: ἐν τῶ κόσμω ceteri νέφωσις BEA βία BEA, βίαν K1Z 15 κλύδων BEA εἰς om. H1P 15. 16 ἀνθρώπια C 16 ὅσω καὶ GHP: ὅσωπερ ceteri τοιούτοις GHP: τούτοις ceteri 17 ᾤετο GHPKZ: ἰᾶτο ceteri ἐπικουφίζειν HP 18 ὁπότε] εἴ ποτε coni. Mang. παρατροπῆς VO ἐπιτίθεντο M 19 post ἀργαλεώτερον add. τῶν πόνων HP(v) γάρ om. M 20 ἀτίθασοι CHP: ἀτίθασσοι ceteri 22 θήραν καὶ ἀπάτην M 23 περιβεβλημένοι coui. Mang. τὸν] τῶν G 24 τῳ] τὸ CBEMAG ἔτι om. BMVOKZ Philonis opera voi. IV 9)

v.4.p.130
μᾶλλον ἐξετραχύνετο, τοὺς τὸ προσταχθὲν μὴ ἀπνευστὶ καὶ ὀξυχειρίᾳ δρῶντας τύπτων, προπηλακίζων ἄχρι θανάτου, πάσας αἰκιζόμενος αἰκίας, ἀναιρεῖ δικαιώσας εὐαγὲς εἶναι τὸ ἔργον· καὶ ἦν εὐαγὲς τὸν ἐπ’ ὀλέθρῳ ζῶντα ἀνθρώπων ἀπόλλυσθαι.

ταῦτ’ ἀκούσας ὁ βασιλεὺς ἠγανάκτει δεινὸν ἡγούμενος, οὐκ εἴ τις τέθνηκεν ἢ ἀνῄρηκεν ἀδίκως ἢ δικαίως, ἀλλ’ εἰ ὁ θυγατριδοῦς αὐτῷ μὴ συμφρονεῖ μηδὲ τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους ὑπείληφεν, ἀλλὰ μισεῖ μὲν οὓς αὐτὸς στέργει, φιλεῖ δὲ οὓς προβέβληται καὶ ἐλεεῖ πρὸς οὓς ἀτρέπτως καὶ ἀπαραιτήτως ἔχει.

λαβόμενοι δ’ ἅπαξ ἀφορμῆς οἱ ἐν τέλει καὶ τὸν νεανίαν ὑφορώμενοι — ᾔδεσαν γὰρ μνησικακήσοντα τῶν ἀνοσιουργημάτων αὐτοῖς καὶ ἐπὶ καιρῶν ἀμυνούμενον — ἀναπεπταμένοις ὠσὶ τοῦ πάππου μυρίας διαβολὰς ἐπήντλουν, οἱ μὲν ἔνθεν, οἱ δ’ ἔνθεν, ὡς καὶ περὶ ἀφαιρέσεως τῆς ἀρχῆς ἐμποιῆσαι δέος, „ἐπιθήσεται“ λέγοντες, „οὐδὲν φρονεῖ μικρόν, ἀεί τι προσπεριεργάζεται, πρὸ καιροῦ βασιλείας ἐρᾷ, θωπεύει τινάς, ἑτέροις ἀπειλεῖ, κτείνει χωρὶς δίκης, τοὺς μάλιστ’ εὔνους σοι προβέβληται. τί δὴ μέλλεις, ἀλλ’ οὐχ ἃ διανοεῖται δρᾶν ὑποτέμνεις; μέγα τοῖς ἐπιθεμένοις αἱ τῶν ἐπιβουλευομένων ἀναβολαί.“

τοιαῦτα διεξιόντων, ὑπανεχώρησεν [*](1 ἐξετραχύνετο GHP: ἐτραχύνετο ceteri πραχθὲν Β1, προσταχθὲν corr. m. rec. 2 πάσας . . . αἰκίας codd.: πάσαις . . . αἰκίαις v αἰτίας G 3 ἀνήρει Η δικαιώσας scripsi: δικάσας codd. pr. εὐαγὲς] εὐγενὲς G 4 ἄνθρωπον G ταῦτα CM, καὶ τοῦτο Cat. 5 ἀνήρηται VO 6 συμφρονῆ AVO, συμφωνεῖ P μηδὲ] μὴ Α αὐτοὺς om. H1P 7 αὐτὸς om. CVOG Cat. 8 ἀποβέβληται Cat. post ἐλεεῖ add. τοὺς Cat. codd. nonnulli ἀστόργως καὶ ἀπαρακλήτως V2OK2 9 δὲ Cat. νεανίσκον H(v) 10 ᾔδεσαν—πάππου (11) om. Cat. ᾔδεισαν codd. ᾔδεσαν scripsi): ἔδεισαν Mang. μνησικακήσαντα AHP 11 ἐπὶ καιρῶν CVOHP: ἐπὶ καιρὸν ceteri ἀμυνούμενοι M, ἀμυνόμενον CVO 12 δὲ Cat. ἀφηρήσεως Η1Ρ 13 ἐπιθήσονται G 15 μάλιστα VO 16 μέλλῃς C, μέλεις KZ ὑποτέμνεις BM τεμ in ras. Β): ὑπομένεις ΕΑ, ὑπομένειν G, ὑπομένει VOHPKZ, ὑποφέρῃς C 16. 17 ἐπιτιθεμένοις V2OK2 17 αἱ τῶν GHPKZ: om. ceteri βεβουλευμένων G ταῦτα C 17. 131,1 ὑπανεχώρησεν GHP Cat.: ἀνεχώρησεν ceteri) [*](3—17 Catena in Exod. 2,12 (cf. Caten. Lips. I p. 565.567) Φίλωνος ἑβραίου: τὸν ἀναιρεθέντα Αἰγύπτιον ἐπιστάτην φημὶ φησὶ codd. nonnulli) τῶν ἔργων ὑπάρχειν ὠμότατον. ἦν γὰρ εὐαγὲς — οἱ δὲ ἔνθεν· καὶ τοιαῦτα διεξιόντων ὑπανεχώρησεν (17). 3— 12 Procor. Gaz. Comment. in Exod. 2, 12 (Migne t. 87, 1 Col. 519. 520 Wendland Neu entd. Fragm. Philos p. 93): ζηλώσας ἀπέκτεινε τὸν Αἰγύπτιον, ὥς φασί τινες, ὠμότατον ἐργοδιώκτην ὑπάρχοντα· οὐ γὰρ ἢν ἄξιον ἁπλῶς φόνου τὸ μάχεσθαι, ἀλλ’ ἐνόμισε δίκαιον τὸν ἐπ’ ὀλέθρῳ ζῶντα τῶν ἀνθρώπων ἀπόλλυσθαι. ὅθεν καὶ μᾶλλον ὁ βασιλεὺς ἠγανάκτησε δεινὸν ἡγούμενος, οὐκ εἴ τις τέθνηκεν ἢ ἀνῄρηκε δικαίως ἢ ἀδίκως, ἀλλ’ εἰ ὁ θυγατριδοῦς αὐτῷ μὴ συμφρονεῖ μηδέ τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους ἡγούμενος. ἣν δὴ λαβόντες ἀφορμὴν οἱ ἐν τέλει μυρίαις, φασί. διαβολαῖς τὸν βασιλέα κατ’ αὐτοῦ διεγείρουσιν.)

v.4.p.131
εἰς τὴν ὅμορον Ἀραβίαν, ἔνθα διατρίβειν ἦν ἀσφαλές, ἅμα καὶ τὸν θεὸν ποτνιώμενος, ἵνα τοὺς μὲν ἐξ ἀμηχάνων ῥύσηται συμφορῶν, τοὺς δὲ μηδὲν παραλιπόντας τῶν εἰς ἐπήρειαν ἀξίως τίσηται, παράσχῃ δ’ αὐτῷ ταῦτ’ ἐπιδεῖν ἀμφότερα διπλασιάσας τὴν χάριν. ὁ δὲ ἐπακούει τῶν εὐχῶν ἀγάμενος αὐτοῦ τὸ φιλόκαλον ἦθος καὶ μισοπόνηρον, οὐκ εἰς μακρὰν τὰ κατὰ τὴν χώραν, ὡς θεῷ πρέπον, δικάσας.

ἐν ᾧ δὲ ἔμελλε δικάζειν, τοὺς ἀρετῆς ἄθλους Μωυσῆς διήθλει τὸν ἀλείπτην ἔχων ἐν ἑαυτῷ λογισμὸν ἀστεῖον, ὑφ’ οὗ γυμναζόμενος πρὸς τοὺς ἀρίστους βίους, τόν τε θεωρητικὸν καὶ πρακτικόν, ἐπονεῖτο φιλοσοφίας ἀνελίττων ἀεὶ δόγματα καὶ τῇ ψυχῇ διαγινώσκων εὐτρόχως καὶ μνήμῃ παρακατατιθέμενος εἰς τὸ ἄληστον αὐτὰ καὶ τὰς οἰκείας αὐτίκα πράξεις ἐφαρμόττων ἐπαινετὰς πάσας, ἐφιέμενος οὐ τοῦ δοκεῖν ἀλλὰ τῆς ἀληθείας, διὰ τὸ προκεῖσθαι σκοπὸν ἕνα τὸν ὀρθὸν τῆς φύσεως λόγον, ὃς μόνος ἐστὶν ἀρετῶν ἀρχή τε καὶ πηγή.

ἕτερος μὲν οὖν ὀργὴν ἀμείλικτον βασιλέως ἀποδιδράσκων καὶ ἄρτι πρῶτον εἰς ἀλλοδαπὴν ἀφιγμένος, μήπω τοῖς τῶν ἐπιχωρίων ἔθεσιν ἐνωμιληκὼς μηδὲ ἀκριβῶς ἐπιστάμενος οἷς χαίρουσιν ἢ ἀλλοτριοῦνται, κἂν ἐσπούδασεν ἡσυχίᾳ χρώμενος ἀφανέστερον ζῆν τοὺς πολλοὺς λανθάνων ἢ βουληθεὶς εἰς μέσον παρέρχεσθαι τοὺς γοῦν δυνατοὺς καὶ τοὺς πλεῖστον ἰσχύοντας λιπαρέσι θεραπείαις ἐξευμενίζεσθαι, παρ’ ὧν τις ὠφέλεια προσεδοκᾶτο καὶ βοήθεια, εἴ τινες ἐπελθόντες ἀπάγειν πρὸς βίαν ἐπειρῶντο.

ὁ δὲ τὴν ἐναντίαν τοῦ εἰκότος ἀτραπὸν ἤλαυνε ταῖς τῆς ψυχῆς ὑγιαινούσαις ὁρμαῖς ἑπόμενος καὶ μηδεμίαν ἐῶν ὑποσκελίζεσθαι· διὸ καὶ τῆς ὑπούσης [*](1 τὴν om. M ἀρραβίαν HPZ 1. 2 ἅμα καὶ GHP: τὰ πρὸς KZ, καὶ (om. ἅμα) CBEMA, ἄμα καὶ om. VO (fort. recte) 2 ῥύσεται M συμφορῶν om. VO 3 ἐπήρειαν GHP: ἀδικίαν V2OK2, σωτηρίαν ceteri τίσεται M παράσχοι MA 4 ταῦτα CM χάριν] χαρὰν GHP(v) δ’ CGHP ὑπακούει M 5 ἀγάμενος] ἀποδεχόμενος coni. Mang. 6 δ’ AVO post δὲ add. καὶ HP(v) 7 τῆς ἀρετῆς KZ μώσης codd. 9 ἐπονεῖτο GHP: διεπονεῖτο K1Z, προσεποιεῖτο C, μετεποιεῖτο VOK2, om. BEMA καὶ ante φιλοσοφίας add. BEMAKZ ἀεὶ] τὰ θεῖα coni. Mang. 10 τὴν ψυχὴν G εὐστόχως V2OK2 11 καὶ ante εἰς add. KZ αὐτὰ] αὐτῶ VK2, αὐτῶ O ἐφαρμόζων K1Z 11. 12 ἐπαινετὰς πάσας V1HPK1Z, ἐπαινετὰς ἁπάσας G: ἐπαινετῶς πᾶσιν V2OK2, ἐπαρετὰς (i. e. ἐπ’ ἀρετὰς) πάσας C, ἐπαινέτας πάντας BEMA (Mang.) 12 post πάσας πάντας) add. εἶχεν Α (Mang.) τοῦ] τὸ G 13 ἕνα om. HP λόγον ἢ νόμον VOK2GP H ὀργὴν] ἀρχὴν H 15 ἀλλοδαπὴ C ἀφιέμενος Α ἐπιχωρίων GHP: ἐγχωρίων ceteri ἤθεσιν Α 16 μηδ’ AVO 18 πλεῖον M 19 λιπαραῖσι Α, λιπαραῖς KZ, λιπαρεῖν καὶ V2O τίς ΒΑ 20 εἴ τινες GHP: εἰ δή τινες ceteri (Mang.) ἀπελθόντες G ἐπάγειν MP 21 εἰκότος] εἰωθότος coni. Mang. 22 μηδὲ μίαν CAVO ὑπούσης] εἰπούσης G 9*)

v.4.p.132
δυνάμεως ἔστιν ὅτε πλέον ἐνεανιεύετο δύναμιν ἀκαθαίρετον τὸ δίκαιον ἡγούμενος, ὑφ’ οὗ προτραπεὶς αὐτοκέλευστος ἐπὶ τὴν τῶν ἀσθενεστέρων συμμαχίαν ἵετο.

Λέξω δὲ καὶ τὸ κατ’ ἐκεῖνον αὐτῷ τὸν χρόνον πραχθέν, εἰ καὶ μικρὸν ὅσα γε τῷ δοκεῖν, ἀλλ’ οὐκ ἀπὸ φρονήματος μικροῦ. κτηνοτροφοῦσιν Ἄραβες καὶ νέμουσι τὰ θρέμματα οὐκ ἄνδρες μόνον ἀλλὰ καὶ γυναῖκες νέοι τε καὶ παρθένοι παρ’ αὐτοῖς, οὐχὶ τῶν ἠμελημένων καὶ ἀδόξων μόνον ἀλλὰ καὶ τῶν ἄγαν ἐπιφανῶν.

ἑπτὰ δὴ κόραι πατρὸς ἱερέως ποίμνην ἄγουσαι παρῆσαν ἐπί τινα πηγὴν καὶ τῶν ἱμονιῶν ἐκδησάμεναι τοὺς καδίσκους ἄλλη διαδεχομένη παρ’ ἄλλης ὑπὲρ τῆς ἐν τῷ πονεῖν ἰσομοιρίας μάλα προθύμως τὰς δεξαμενάς, αἳ πλησίον ἔκειντο, πληροῦσιν.

ἐπιφοιτήσαντες δ’ ἕτεροι ποιμένες καὶ τῆς τῶν παρθένων ἀσθενείας ὑπεριδόντες τὰς μὲν ἐπεχείρουν μετὰ τῆς ποίμνης ἐλαύνειν, τὰ δ’ οἰκεῖα θρέμματα προσῆγον ἐπὶ τὸ εὐτρεπισθὲν ποτὸν ἀλλότριον καρπωσόμενοι πόνον.

ἰδὼν δὲ Μωυσῆς τὸ γενόμενον — οὐ γὰρ ἦν πόρρω — συντείνας ἔθει καὶ πλησίον στὰς „οὐ παύσεσθε“ εἶπεν „ἀδικοῦντες, τὴν ἐρημίαν νομίζοντες εἶναι πλεονεξίαν; βραχίονας καὶ πήχεις ἀργοὺς τρέφοντες οὐκ ἐρυθριᾶτε; χαῖται βαθεῖαι καὶ σάρκες ὑμεῖς ἐστε, οὐκ ἄνδρες· αἱ μὲν κόραι νεανιεύονται μηδὲν ὀκνοῦσαι τῶν πρακτέων, οἱ δὲ νεανίαι κορικῶς ἤδη τρυφᾶτε. οὐ βαδιεῖσθε;

οὐχ ὑπεκστήσεσθε ταῖς πρότερον ἡκούσαις, ὧν καὶ τὸ ποτόν ἐστι; δικαίως ἂν αὐταῖς ἐπαντλήσαντες, ἵν’ ἀφθονώτερον ὕδωρ εἴη, καὶ τὸ εὐτρεπισθὲν ἀφελέσθαι σπεύδετε; ἀλλὰ μὰ τὸν οὐράνιον τῆς δίκης ὀφθαλμὸν οὐκ ἀφελεῖσθε βλέποντα καὶ τὰ ἐν τοῖς ἐρημοτάτοις.

ἐμὲ γοῦν ἐχειροτόνησε βοηθὸν οὐ προσδοκηθέντα· καὶ γάρ εἰμι σύμμαχος ταῖς ἀδικουμέναις μετὰ μεγάλης χειρός, ἣν οὐ θέμις πλεονέκταις ὁρᾶν· αἰσθήσεσθε δὲ αὐτῆς ἐκ τοῦ ἀφανοῦς τιτρωσκούσης, εἰ μὴ μεταβάλοιτε.“

ταῦτα διεξιόντος, φοβηθέντες, ἐπεὶ καὶ λέγων ἅμα ἐνεθουσία [*](1 ἀκαθαίρετον Mang.: αὐθαίρετον codd. 3 ἵετο AKHP: ἵετο ceteri 4 τὸν χρόνον om. Ο 5 γε GEP: om. ceteri τῳ] τὸ G 6 ἄρραβες PZ νέμουσι GHPKZ: τρέφουσι ceteri 9.10 καδδίσκους Α 10 διαχεομένη G ὑπὲρ τῆς ἐν τῷ] εἰς τὸ περὶ τὸ G 12 δὲ C 14 καρπωσάμενοι MAP πόνον] κέρδος M 15 μώσης KZ συντείνων ἤθει G 16 πλησίων G παύσεσθαι MG, παύεσθε O, παύσασθε Z εἶπεν] ἔφη Α 16. 17 εἶναι νομίζοντες transp. Α 18 βαθεῖαι] βαρεῖαι M ἔσται G καὶ οὐκ Ο 20 προτέραις Z 21 ὑπαντλήσαντες Α 22 εἴη ὕδωρ transp. ΗΡ(ν) ἀφελέσθαι AGHP: ὑφελέσθαι ceteri 23 ἀφελεῖσθαι G 24 προσδοκηθέντα V2OK2 (coni. Mang.): προσδοκήσαντα ceteri 25 πλεονέκτες G 26 αἰσθήσεσθαι G ἐκ τἀφανοῦς Ο σθε 26. 27 μεταβάλοισθε VO, μεταβάλλοιτε Κ 27 ἐπεὶ καὶ] καὶ γὰρ Μ ἐνουθεσία M)

v.4.p.133
μεταμορφούμενος εἰς προφήτην, μὴ χρησμοὺς καὶ λόγια θεσπίζει, καταπειθεῖς τε γίνονται καὶ τὴν ποίμνην τῶν παρθένων ἐπὶ τὰς δεξαμενὰς ἄγονται πρότερον μεταστησάμενοι τὰς ἑαυτῶν.

αἱ δ’ ἐπανῄεσαν οἴκαδε σφόδρα γεγηθυῖαι καὶ τὰ συμβάντα παρ’ ἐλπίδας ἐκδιηγοῦντο, ὡς πολὺν ἵμερον ἐνεργάσασθαι τοῦ ξένου τῷ πατρί. κατεμέμφετο γοῦν αὐτὰς ἐπ’ ἀχαριστίᾳ τοιαῦτα λέγων· „τί παθοῦσαι μεθίετε, δέον ἄγειν εὐθὺς καὶ εἴπερ ἀνεδύετο λιπαρεῖν; ἤ τινα μισανθρωπίαν μου κατέγνωτε; ἢ δεύτερον περιπεσεῖν ἀδίκοις οὐ προσδοκᾶτε; βοηθῶν ἀπορεῖν ἀνάγκη τοὺς ἐπιλήσμονας χαρίτων. ἀλλ’ ὅμως ἀναδραμοῦσαι (τὸ γὰρ ἁμάρτημα μέχρι νῦν ἐστιν ἰάσιμον) ἴτε μετὰ σπουδῆς καὶ καλεῖτε ξενίων μὲν πρότερον αὖθις δὲ καὶ ἀμοιβῆς (ὀφείλεται γὰρ αὐτῷ χάρις) μεθέξοντα.“

συντείνασαι δὲ καταλαμβάνουσιν αὐτὸν οὐ πόρρω τῆς πηγῆς καὶ δηλώσασαι τὰ ἀπὸ τοῦ πατρὸς οἴκαδε συμπείθουσιν ἥκειν. ὁ δὲ πατὴρ τὴν μὲν ὄψιν εὐθὺς τὸ δὲ βούλημα ὀλίγον ὕστερον καταπλαγεὶς — ἀρίδηλοι γὰρ αἱ μεγάλαι φύσεις καὶ οὐ μήκει χρόνου γνωριζόμεναι — δίδωσι τὴν καλλιστεύουσαν αὐτῷ τῶν θυγατέρων γυναῖκα, δι’ ἑνὸς ἔργου πάνθ’ ὅσα τῶν εἰς καλοκἀγαθίαν μαρτυρήσας καὶ ὡς ἀξιέραστον μόνον τὸ καλόν ἐστι τῆς ἀφ’ ἑτέρου συστάσεως οὐ δεόμενον, ἀλλ’ ἐν ἑαυτῷ περιφέρον τὰ γνωρίσματα.

μετὰ δὲ τὸν γάμον παραλαβὼν τὰς ἀγέλας ἐποίμαινε προδιδασκόμενος εἰς ἡγεμονίαν· ποιμενικὴ γὰρ μελέτη καὶ προγυμνασία [*](1 post μὴ add. καὶ BEMAKZ, καὶ eras. Κ θεσπίζει C: θεσπίζοι Α, θεσπίζῃ ceteri (v) 1. 2 καταπιθεῖν G 2 τε om. G 3 ἄγουσι conicio, ἄγοντες ποτίζουσι προτέραν coni. Wendl. πρότερον KZ: προτέρας ceteri (v) αὐτῶν GHP αἵδ’ KZ, αἱ δὲ VO ἐπανήκασιν O 4 σφόδρα οἴκαδε transp. Z ἐκδιηγοῦνται V2O 5 ἐνεργάσασθαι VOGHP: ἐργάσασθαι ceteri τῶ πατρὶ τοῦ ξένου transp. KZ 6 ἐπ’ ἀχαριστίας M, ἐπ’ ἀχαριστίᾳ om. in textu G 7 μου om. P 9 γὰρ post μέχρι (10) transp. GHP 10 ξενίων—ἀμοιβῆς (11) om. Α 11 μεθέξοντι V2O 12 οὐ πόρρω αὐτὸν transp. Α 14 ὀλίγον ΑΚ: ὀλίγω ceteri ἀρίδηλαι M 15 γνωρίζονται D 17 καὶ ὡς ἀξιέραστον GHP: καὶ ἀξιέραστον V1 ut vid., ἀξιέραστον γὰρ καὶ C, καὶ γὰρ ἀξιέραστον ceteri 18 οὐ] μὴ O περιφέρων MA 19 τὰ ἄριστα γνωρίσματα D δὲ] δὴ HP (Turn.) 20 εἰς ἡγεμονίαν codd.: εἰς τὴν ἡγεμονίαν V ἡγεμονίαν ποιμενικῇ coni. Mang. προγυμνασία AG Clem.: προγύμνασμα ceteri) [*](14. 15 DH fol. 254r Φίλωνος DR fol. 141r Φίλωνος ἐκ τοῦ περὶ Μωυσέος βίου: ἀρίδηλοι αἱ μεγάλαι φύσεις καὶ οὐ μήκει χρόνου γνωρίζονται. 17— 19 ibid. καὶ ἀξιέραστον καλόν ἐστι τὸ τῆς ἀφ’ ἑτέρου συστάσεως οὐ δεόμενον, ἀλλ’ ἐν ἑαυτῷ ἑτέρω DR) περιφέρον τὰ ἄριστα γνωρίσματα. 19— 134,2 Clem. Alex. Strom. I 23 p. 415 P. . . . φεύγει δὴ ἐντεῦθεν καὶ ποιμαίνει πρόβατα προδιδασκόμενος εἰς ἡγεμονίαν· προγυμνασία γὰρ βασιλείας τῷ μέλλοντι τῆς ἡμερωτάτης τῶν ἀνθρώπων ἐπιστατεῖν ἀγέλης ἡ ποιμενική, καθάπερ καὶ τοῖς πολεμικοῖς τῆ φύσει ἡ θηρευτική. ἄγει δὲ αὐτὸν ἐντεῦθεν ὁ θεὸς ἐπὶ τὴν τῶν Ἑβραίων στρατηγίαν.)

v.4.p.134
βασιλείας τῷ μέλλοντι τῆς ἡμερωτάτης τῶν ἀνθρώπων ἐπιστατεῖν ἀγέλης, καθάπερ καὶ τοῖς πολεμικοῖς τὰς φύσεις τὰ κυνηγέσια· θήραις γὰρ ἐμπρομελετῶσιν οἱ πρὸς τὰς στραταρχίας ἀλειφόμενοι, τῶν ἀλόγων οἷά τινος ὕλης ὑποβεβλημένων πρὸς ἄσκησιν τῆς καθ’ ἑκάτερον καιρὸν ἀρχῆς, τόν τε πολέμου καὶ τὸν εἰρήνης.