De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

διδάσκαλοι δ’ εὐθὺς ἀλλαχόθεν ἄλλοι παρῆσαν, οἱ μὲν ἀπὸ τῶν πλησιοχώρων καὶ τῶν κατ’ Αἴγυπτον νομῶν αὐτοκέλευστοι, οἱ δ’ ἀπὸ τῆς Ἑλλάδος ἐπὶ μεγάλαις δωρεαῖς μεταπεμφθέντες· ὧν ἐν οὐ μακρῷ χρόνῳ τὰς δυνάμεις ὑπερέβαλεν εὐμοιρίᾳ φύσεως φθάνων τὰς ὑφηγήσεις, ὡς ἀνάμνησιν εἶναι δοκεῖν, οὐ μάθησιν, ἔτι καὶ προσεπινοῶν αὐτὸς τὰ δυσθεώρητα.

πολλὰ γὰρ αἱ μεγάλαι φύσεις καινοτομοῦσι τῶν εἰς ἐπιστήμην· καὶ καθάπερ τὰ εὐεκτικὰ τῶν σωμάτων καὶ πᾶσι τοῖς μέρεσιν εὐκίνητα φροντίδων ἀπαλλάττει τοὺς ἀλείπτας οὐδὲν ἢ βραχέα παρέχοντας [*](1 δὲ KZH2, δ’ om. GH1P 3 εὐγενῆ] εὐμεγέθη coni. Mang. κἀκ] καὶ Α 4 ἔτι om. VO, post πρότερον transp. BEMA(V1 ut vid.) σπάσασα εὐνοίας GHP (V1 ut vid.): ἁπάσης εὐνοίας C, ἁπάσαις εὐνοίαις BEMA, ἀπάσαις ἐννοίαις KZ, πάσης ἀξιώσασα εὐνοίας V2O 6 εὐμαρίζει BMGK1Z, ἐξευμαρίζει mg. BM ἃ om. H1P ἐὰν VO, ἐὰν ex ἄν corr. K θελήση VO, ἐθελήσει Z, ἐθελήσοι Α 8 καὶ παιδιαῖς GHP: om. ceteri 9 τὴν om. AZ παρειληφότων] μεταλαχόντων Α 10 ἐπιδεικνύμενον G παραφαῖνον G 11 προσῆχε G 13 τῶν om. BEMA νόμων CVOK1Z, νομῶν oin. BEMAG 15 ὑπερέβαλλεν KZ Barb., παρέβαλεν G 16 οὐ] ἢ BEMAKZ μάθησιν ex μαθήμασιν corr. Κ ἔτι GHP Barb.: ἀλλὰ celeri αὐτοῖς K1Z 17 κενοτομοῦσι P 17. 18 τῶν εἰς ἐπιστήμην GHP Barb.: om. ceteri) [*](6 DC fol. 126v DR fol. 120r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ Μωυσέως βίου: πάντα ἐξευμαρίζει θεὸς ἃ ἂν ἐθελήσῃ θελήση DK) καὶ τὰ δυσκατόρθωτα. 7— 127,1 Catena Barber. IV 56 fol. 104r τοῦ αὐτοῦ ἐκ πρώτου λόγου τοῦ περὶ μώσεως βίου: φιλοσοφίας μὲν οὑν οὕτω κατακώχιμος γέγονε· τροφῆς γὰρ ἤδη — συνηχοῦντες. 7 sqq. Ambros. Hexam. 1 2, 6 Moyses utique ille eruditus in omni sapientia Aegyptiorum, quem de flumine collectum filia Pbarao ut filium dilexit et subsidiis regalibus fultum omnibus saecularis prudentiae disciplinis informari atque instrui desideravit. 17 Clem. Alex. Strom. II 19 p. 482 P. . . . αἱ γὰρ μεγάλαι φύσεις καὶ γυμναὶ παθῶν εὐστοχοῦσί πὼς περὶ τὴν ἀλήθειαν, ᾗ φησιν ὁ Πυθαγόρειος Φίλων τὰ Μωυσέως ἐξηγούμενος.)

v.4.p.125
τῶν εἰς ἐπιμέλειαν, ὥσπερ καὶ γεωργοὺς τὰ εὔβλαστα καὶ εὐγενῆ δένδρα βελτιούμενα δι’ ἑαυτῶν, τὸν αὐτὸν τρόπον εὐφυὴς ψυχὴ προαπαντῶσα τοῖς λεγομένοις ὑφ’ αὑτῆς μᾶλλον ἢ τῶν διδασκόντων ὠφελεῖται καὶ λαβομένη τινὸς ἐπιστημονικῆς ἀρχῆς κατὰ τὴν παροιμίαν „ἵππος εἰς πεδίον„ ὁρμᾷ.

ἀριθμοὺς μὲν οὖν καὶ γεωμετρίαν τήν τε ῥυθμικὴν καὶ ἁρμονικὴν καὶ μετρικὴν θεωρίαν καὶ μουσικὴν τὴν σύμπασαν διά τε χρήσεως ὀργάνων καὶ λόγων τῶν ἐν ταῖς τέχναις καὶ διεξόδοις τοπικωτέραις Αἰγυπτίων οἱ λόγιοι παρεδίδοσαν καὶ προσέτι τὴν διὰ συμβόλων φιλοσοφίαν, ἣν ἐν τοῖς λεγομένοις ἱεροῖς γράμμασιν ἐπιδείκνυνται καὶ διὰ τῆς τῶν ζῴων ἀποδοχῆς, ἃ καὶ θεῶν τιμαῖς γεραίρουσι· τὴν δ’ ἄλλην ἐγκύκλιον παιδείαν Ἕλληνες ἐδίδασκον, οἱ δ’ ἐκ τῶν πλησιοχώρων τά τε Ἀσσύρια γράμματα καὶ τὴν τῶν οὐρανίων Χαλδαϊκὴν ἐπιστήμην.

ταύτην καὶ παρ’ Αἰγυπτίων ἀνελάμβανε μαθηματικὴν ἐν τοῖς μάλιστα ἐπιτηδευόντων· καὶ τὰ παρ’ ἀμφοτέροις ἀκριβῶς ἐν οἷς τε συμφωνοῦσι καὶ διαφέρονται καταμαθών, ἀφιλονείκως τὰς ἔριδας ὑπερβάς, τὴν ἀλήθειαν ἐζήτει, μηδὲν ψεῦδος τῆς διανοίας αὐτοῦ παραδέχεσθαι δυναμένης, ὡς ἔθος τοῖς αἱρεσιομάχοις, οἳ τοῖς προτεθεῖσι δόγμασιν ὁποῖα ἂν τύχῃ βοηθοῦσιν οὐκ ἐξετάζοντες, εἰ δόκιμα, τὸ δ’ αὐτὸ δρῶντες τοῖς ἐπὶ μισθῷ συναγορεύουσι καὶ μηδὲν τοῦ δικαίου πεφροντικόσιν.

ἤδη δὲ τοὺς ὅρους τῆς παιδικῆς ἡλικίας ὑπερβαίνων [*](1 καὶ pr. om. BEMA εὔπλαστα GHP εὐγενῆ GHPO: τὰ εὐγενῆ ceteri 2 δι’ αὐτῶν C προαπαντῶσα GHP Barb.: προσυπαντῶσα VOK^, προυπαντῶσα ceteri 5 οὖν om. Barb. τήν τε GHPK^Z Barb.: καὶ τήν τε ceteri fi μερικὴν, ἰατρικὴν Clem. Al., μετρικὴν om. P καὶ μουσικὴν καὶ θεωρίαν P 7. 8 τροπικωτέραις Barb., τροπηκοτἐρις G 8 αἰγύπτιοι Barb. λόγοι MGHP παρέδοσαν HP(v) 9 φιλοσοφίαν] σοφίαν BMK’Z, περιουσίαν VOKἐπιδείκνυται C 10 pr. καἰ] καὶ τὸν (τὴν ?) coni. Mang. alt. καὶ GHP Barb. : om. ceteri 11 ἐδιδάσκλλον (sic) M οἱ] ὁ C 12 τ’ IvZ 13 ἐλάμβανε A(v), παρελάμβανε Z 15̔ διαφερόντως Z l.j. IT. τὰς ἔριδας om. G ir. ἐπεζήτει BEMAKZ(v) 17 αἱρεσιάρχαις GHP Barb. προστεθεῖσι Z 18 τύχη AG Barb.: τύχοι ceteri 18. 19 ταὐτὸ (om. δ’) C 20 δὲ καὶ G παιδικῆς] βρεφικῆς A(v)) [*](5 seqq. Clem. Alex. Strom. I 23 p. 4i3 P. . . . ἐν δὲ ἡλικίᾳ γενόμενος ἀριθμητικήν τε καὶ γεωμετρίαν, ῥυθμικήν τε καὶ ἁρμονικήν, ἔτι τε ἰατρικὴν ἅμα καὶ μουσικὴν παρὰ τοῖς διαπρέπουσιν Αἰγυπτίων ἐδιδάσκετο, καὶ προσέτι τὴν διὰ συμβόλων φιλοσοφίαν, ἣν ἐν τοῖς θρογλuφικοῖς γράμμασιν ἐπιδείκνυνται, τὴν δὲ ἄλλην ἐγκύκλιον παιδείαν σελληνες ἐδίδασκον ἐν Αἰγύπτῳ ὡς ἂν βασιλικὸν παιδίον, ᾗ φησι Φίλων ἐν τῷ Μωυσέως βίῳ. προσεμάνθανε δὲ τὰ Αἰγυπτίων (leg. Ἀσσυρίων) γράμματα καὶ τὴν τῶν οὐρανίων ἐπιστήμην παρά τε xλδαίων παρά τε Αἰγυπτίων.)

v.4.p.126
ἐπέτεινε τὴν φρόνησιν, οὐχ ὡς ἔνιοι τὰς μειρακιώδεις ἐπιθυμίας ἀχαλινώτους ἐῶν καίτοι μυρία ἐχούσας ὑπεκκαύματα διὰ παρασκευὰς ἀφθόνους, ἃς αἱ βασιλεῖαι χορηγοῦσιν, ἀλλὰ σωφροσύνῃ καὶ καρτερίᾳ ὥσπερ τισὶν ἡνίαις ἐνδησάμενος αὐτὰς τὴν εἰς τὸ πρόσω φορὰν ἀνεχαίτιζε βίᾳ.

καὶ τῶν ἄλλων μέντοι παθῶν ἕκαστον ἐξ ἑαυτοῦ μεμηνὸς καὶ λελυττηκὸς φύσει τιθασεύων κἀξημερῶν ἐπράυνεν· εἰ δέ που διακινηθείη μόνον ἡσυχῇ καὶ πτερύξαιτο, κολάσεις ἐμβριθεστέρας παρείχετο ἢ διὰ λόγων ἐπιπλήξεις· καὶ συνόλως τὰς πρώτας τῆς ψυχῆς ἐπιβολάς τε καὶ ὁρμὰς ὡς ἀφηνιαστὴν ἵππον ἐπετήρει δεδιώς, μὴ προεκδραμοῦσαι τοῦ ἡνιοχεῖν ὀφείλοντος λογισμοῦ πάντα διὰ πάντων συγχέωσιν· αὗται γάρ εἰσιν αἱ ἀγαθῶν αἴτιαι καὶ κακῶν, ἀγαθῶν μέν, ὅταν ἡγεμόνι λόγῳ πειθαρχῶσι, τῶν δ’ ἐναντίων, ὅταν εἰς ἀναρχίαν ἐκδιαιτῶνται.

κατὰ τὸ εἰκὸς οὖν οἵ τε συνδιατρίβοντες καὶ οἱ ἄλλοι πάντες ἐτεθήπεσαν, ὡς ἐπὶ καινῷ θεάματι καταπληττόμενοι καὶ τίς ἄρα ὁ ἐνοικῶν αὐτοῦ τῷ σώματι καὶ ἀγαλματοφορούμενος νοῦς ἐστι, πότερον ἀνθρώπειος ἢ θεῖος ἢ μικτὸς ἐξ ἀμφοῖν, διερευνώμενοι, τῷ μηδὲν ἔχειν τοῖς πολλοῖς ὅμοιον, ἀλλ’ ὑπερκύπτειν καὶ πρὸς τὸ μεγαλειότερον ἐξῆρθαι.

γαστρί τε γὰρ ἔξω τῶν ἀναγκαίων δασμῶν, οὓς ἡ φύσις ἔταξεν, οὐδὲν πλέον ἐχορήγει, τῶν τε ὑπογαστρίων ἡδονῶν εἰ μὴ μέχρι σπορᾶς παίδων γνησίων οὐδὲ ἐμέμνητο.

γενόμενός τε διαφερόντως ἀσκητὴς ὀλιγοδεείας καὶ τὸν ἁβροδίαιτον βίον ὡς οὐδεὶς ἕτερος χλευάσας — ψυχῇ γὰρ ἐπόθει μόνῃ ζῆν, οὐ σώματι — τὰ φιλοσοφίας δόγματα διὰ τῶν καθ’ ἑκάστην ἡμέραν ἔργων ἐπεδείκνυτο, λέγων μὲν οἷα ἐφρόνει, πράττων δὲ ἀκόλουθα τοῖς λεγομένοις εἰς ἁρμονίαν λόγου καὶ βίου, ἵν’ οἷος ὁ λόγος τοιοῦτος ὁ βίος καὶ οἷος ὁ βίος τοιοῦτος ὁ λόγος ἐξετάζωνται [*](1 post ἐπέτεινε add. καὶ GHP 2 ἐχούσης Α (Turn.) 4 ἐνδυσάμενος Bard. αὐταῖς Z 5 μέν τι G μεμηνὼς G 6 τιθασεύων CG: τιθασσεύων ceteri καὶ ἐξημερῶν GPKZ Βarb. δέ τι coni. διακινηθῆ Η1Ρ 7 ἐκβριθεστέρας G 7. 8 ἢ . . . ἐπιπλήξεις GHP Barb.: ἡ . . . ἐπίπληξις ceteri 8 τῆς ψυχῆς om. KZ ἐπιβουλὰς P 9 προεκδραμοῦσι H 10 συγχύσωσιν BEMA 11 αἴτιαι BMK1ZHP: αἰτίαι ceteri 14 ἄρα] ἂν P 15 ἀνθρώπιος CMG ἀνθρώπινος Barb.) 17 ἐξῆρθαι AGHPK1Z Barb.: ἐξῆλθε BEM, ἐξελθεῖν CVOK2 18 πλέον GHP Barb.: om. ceteri 19. 20 γνησίων σπορᾶς παίδων transp. CVO Barb. 20 γνησίων om. Α οὐδ’ Α, οὐδέν HPKZ τε] δὲ BEMA ὀλιγοδείας CAHP, ὀλιγοδείας MO 21 βίοτον Κ οὐδεὶς] οὐδ’ εἴ τις Barb. 22 ἐπεπόθει GHP Barb. μόνον ζῆν BEM, ζῆν μόνον A 23 ἔργων ἡμέραν transp. BEMAVO ἔργον Z ἐπεδείκνυτο ἔργων trausp. C 24 βίου καὶ λόγου transp. G 25 βίος et λόγος um λόγος et βίος transp. KZ ἐξετάζωνται AHV2O Barb.: ἐξετάζων τὲ ceteri)

v.4.p.127
καθάπερ ἐν ὀργάνῳ μουσικῷ συνηχοῦντες.

οἱ μὲν οὖν πολλοί, κἂν αὐτὸ μόνον αὔρα βραχεῖά τινος εὐτυχίας προσπέσῃ, φυσῶσι καὶ πνέουσι μεγάλα καὶ καταλαζονευόμενοι τῶν ἀφανεστέρων καθάρματα καὶ παρενοχλήματα καὶ γῆς ἄχθη καὶ ὅσα τοιαῦτα ἀποκαλοῦσιν, ὥσπερ τὸ ἀκλινὲς τῆς εὐπραγίας ἐν βεβαίῳ παρ’ ἑαυτοῖς εὖ μάλα σφραγισάμενοι μηδὲ μέχρι τῆς ὑστεραίας ἴσως διαμενοῦντες ἐν ὁμοίῳ.

τύχης γὰρ ἀσταθμητότερον οὐδὲν ἄνω καὶ κάτω τὰ ἀνθρώπεια πεττευούσης, ἣ μιᾷ πολλάκις ἡμέρᾳ τὸν μὲν ὑψηλὸν καθαιρεῖ, τὸν δὲ ταπεινὸν μετέωρον ἐξαίρει· καὶ ταῦτα ὁρῶντες ἀεὶ γινόμενα καὶ σαφῶς εἰδότες ὅμως ὑπερόπται μὲν οἰκείων καὶ φίλων εἰσί, νόμους δὲ παραβαίνουσι, καθ’ οὓς ἐγενήθησαν καὶ ἐτράφησαν, ἔθη δὲ πάτρια, οἷς μέμψις οὐδεμία πρόσεστι δικαία, κινοῦσιν ἐκδεδιῃτημένοι καὶ διὰ τὴν τῶν παρόντων ἀποδοχὴν οὐδενὸς ἔτι τῶν ἀρχαίων μνήμην λαμβάνουσιν.

ὁ δὲ ἐπ’ αὐτὸν φθάσας τὸν ὅρον τῆς ἀνθρωπίνης εὐτυχίας καὶ θυγατριδοῦς μὲν τοῦ τοσούτου βασιλέως νομισθείς, τῆς δὲ παππῴας ἀρχῆς ὅσον οὐδέπω γεγονὼς ἐλπίσι ταῖς ἁπάντων διάδοχος καὶ τί γὰρ ἄλλ’ ἢ ὁ νέος βασιλεὺς προσαγορευόμενος, τὴν συγγενικὴν καὶ προγονικὴν ἐζήλωσε παιδείαν, τὰ μὲν τῶν εἰσποιησαμένων ἀγαθά, καὶ εἰ λαμπρότερα καιροῖς, νόθα εἶναι ὑπολαβών, τὰ δὲ τῶν φύσει γονέων, εἰ καὶ πρὸς ὀλίγον ἀφανέστερα, οἰκεῖα γοῦν καὶ γνήσια·

καθάπερ τε κριτὴς ἀδέκαστος τῶν γεννησάντων καὶ τῶν εἰσποιησαμένων τοὺς μὲν εὐνοίᾳ καὶ τῷ φιλεῖν ἐκθύμως τοὺς δ’ εὐχαριστίαις ἀνθ’ ὧν εὖ ἔπαθεν ἠμείβετο καὶ μέχρι παντὸς ἠμείψατ’ ἄν, εἰ μὴ κατεῖδεν ἐν τῇ χώρᾳ μέγα καινουργηθὲν ὑπὸ τοῦ βασιλέως ἀσέβημα.

ξένοι γὰρ ἦσαν, ὡς ἔφην πρότερον, οἱ Ἰουδαῖοι, τῶν τοῦ ἔθνους ἀρχηγετῶν διὰ λιμὸν ἀπορίᾳ τροφῆς ἐκ [*](1 συνηχοῦντες AHPv2O Barb.: συνηχοῦντας ceteri 2 αὐτῶ Z μόνω G βραχείας A (prob. Mang.) τινος] τις K1Z 3 pr. καὶ G (cini. Mang.): om. ceteri alt. καὶ GHP: τε καὶ ceteri 4 ἄχθη GHP: ἄχθος ecteri (prob. Mang.) 5 ἑαυτοῖς KZ: αὐτοῖς VOH, αὐτοῖς ceteri οἱ μηδὲ Z (fort. recte) 7 οὐδὲ ἓν CVOK2 τἀνθρώπια O, τὰ ἀνθρώπια CG, τὰ ἀνθρώπινα Α ἢ μιᾷ C, ἡ μία GH(v prob. Wendl., v. Test.) 8 ὑψηλότερον VOK2 ταπεινότερον VOK2 9 pr. καὶ om. KZ 10 οἰκείων] ἐκείνων Turn. 11 ἤθη Turn. πατρῷα M 13 δ’ CGHPKZ 15 πατρῴας HP (Turn.) 15. 16 γεγονὼς ὅσον οὐδέπω transp. G 16 ὁ om. M 18 καὶ] κἀν coni. Mang. 20 καὶ καθάπερ KZ τε GHP: τις ceteri 21 τῷ] τὸ G 22 ἐκθύμως] προθύμως BEMA (Mang.) δὲ VO ἀνθῶν CZ 23 ἠμείψαιτ᾿ Z, ἠμείβετ’ M) [*](4 „ἄχθος ἀρούρης“ Hom. Il. Σ 104. Od. υ 379 7— 9 Eur. frg. 420 N. cf. ad vol. III 23721)

v.4.p.128
Βαβυλῶνος καὶ τῶν ἄνω σατραπειῶν εἰς Αἴγυπτον μεταναστάντων, καὶ τρόπον τινὰ ἱκέται καταπεφευγότες ὡς ἐπ’ ἄσυλον ἱερὸν τήν τε βασιλέως πίστιν καὶ τὸν ἀπὸ τῶν οἰκητόρων ἔλεον.

οἱ γὰρ ξένοι παρ’ ἐμοὶ κριτῇ τῶν ὑποδεξαμένων ἱκέται γραφέσθωσαν, μέτοικοι δὲ πρὸς ἱκέταις καὶ φίλοι, σπεύδοντες εἰς ἀστῶν ἰσοτιμίαν καὶ γειτνιῶντες ἤδη πολίταις, ὀλίγῳ τῶν αὐτοχθόνων διαφέροντες.

τούτους οὖν, οἳ τὴν μὲν οἰκείαν ἀπέλιπον, εἰς δ’ Αἴγυπτον ἧκον ὡς ἐν δευτέρᾳ πατρίδι μετ’ ἀσφαλείας οἰκήσοντες, ὁ τῆς χώρας ἡγεμὼν ἠνδραποδίζετο καὶ ὡς πολέμου νόμῳ λαβὼν αἰχμαλώτους ἢ πριάμενος παρὰ δεσποτῶν, οἷς ἦσαν οἰκότριβες, ὑπήγετο καὶ δούλους ἀπέφαινε τοὺς οὐκ ἐλευθέρους μόνον ἀλλὰ καὶ ξένους καὶ ἱκέτας καὶ μετοίκους οὔτε αἰδεσθεὶς οὔτε δείσας τὸν ἐλευθέριον καὶ ξένιον καὶ ἱκέσιον καὶ ἐφέστιον θεόν, ὃς τῶν τοιούτων ἐστὶν ἔφορος.

εἶτ’ ἐπιτάγματα ἐπέταττε βαρύτερα τῆς δυνάμεως ἄλλους ἐπ’ ἄλλοις πόνους προστιθείς, καὶ τοῖς ἀπαγορεύουσιν ὑπ’ ἀσθενείας ὁ σίδηρος εἵπετο· ἐπιστάτας γὰρ τῶν ἔργων ἀνηλεεστάτους καὶ ὠμοθύμους οὐδενὶ συγγνώμης μεταδιδόντας ᾑρεῖτο, οὓς „ἐργοδιώκτας“ (Exod. 3,7 al.) ἀπὸ τοῦ συμβεβηκότος ὠνόμαζον.

εἰργάζοντο δ’ οἱ μὲν πηλὸν εἰς πλίνθον σχηματίζοντες, οἱ δὲ πανταχόθεν ἄχυρα συγκομίζοντες — πλίνθου γὰρ ἄχυρα δεσμός —, οἱ δ’ ἦσαν ἀποτεταγμένοι πρὸς οἰκιῶν καὶ τειχῶν καὶ πόλεων κατασκευὰς καὶ διωρύχων ἀνατομάς, ὑλοφοροῦντες αὐτοὶ μεθ’ ἡμέραν καὶ νύκτωρ ἄνευ διαδοχῆς, οὐδεμίαν ἔχοντες ἀνάπαυλαν, ἀλλ’ οὐδ’ ὅσον καταδαρθεῖν αὐτὸ μόνον ἐώμενοι, πάντα καὶ τὰ τῶν δημιουργῶν καὶ τὰ τῶν ὑπουργῶν δρᾶν ἀναγκαζόμενοι, ὡς ἐν βραχεῖ τὰ σώματα αὐτοῖς [*](1 μεταστάντες Α 2 καταπεφευκότες M, καταπεφευγότων C τε GHP: om. ceteri 3 τὸν] τῶν G 4 ὑποδεχομένων K1Z ἱκέται] δεσπόται DR ἱκέταις AKZ: οἰκέταις HP, οἰκέτας V2O, ἱκέτας ceteri 5 φίλοις HP 6 ὀλίγον M οὖν om. BEMA τὴν] γῆν coni. Mang. οἰκίαν L (Turn.) 7 ἀπέλειπον K ἦλθον in textu O, γρ. ἧκον mg, O μετὰ BEMAKZ 8 ὡς] ὡσεὶ G, ὡς ἢ HP(v) 10 καὶ τοὺς G 11 οἰκέτας E οὔτ’ KZ 12 καὶ ξένιον om. HP καὶ ἐφέστιον om. HP 13 ἐπιτάγματ᾿ C 14 ἄλλους M πόνοις GO 15 ὁ σίδηρος εἴπετο GHP: om. ceteri γὰρ add. Mang. ἀνηλεῶς ἔχοντας HP καὶ ὠμοθύμους om. HP 16 συγγνώμην Z 17 δὲ Α πλίνθον G2, πλῆθος G1 18 οἱ — συγκομίζοντες om. M 19 ἔνδεσμος HP τοίχων Β, τοίχων MZ, τοίχων corr. in τειχῶν Κ 20 διωρύγων O 20. 21 καθ’ ἡμέραν G 21 ἄνευ G2, ἄνω G1 22 μόνον αὐτὸ transp. H1P καὶ om. M 23 pr. τὰ om. O δρᾶν om. HP, post ἀναγκαζόμενοι ss. P2 αὐτῶν K1Z) [*](3.4 DP fol. 246r DM fol. 250v Φίλωνος ἐκ τοῦ περὶ Μωυσέως βίου DK fol. 271v Φίλωνος: οἱ ξένοι παρ’ ἐμοὶ κριτῇ τῶν ὑποδεξαμένων ἱκέται γραφέσθωσαν.)

v.4.p.129
ἀπαγορεύειν, ἅτε καὶ τῆς ψυχῆς προαναπιπτούσης.

ἄλλοι γοῦν ἐπ’ ἄλλοις ἐξέθνῃσκον ὡς ὑπὸ λοιμώδους φθορᾶς, οὓς ἀτάφους ἔξω τῶν ὁρίων ἀπερρίπτουν οὐδὲ κόνιν ἐπαμήσασθαι τοῖς σώμασιν ἐῶντες ἀλλ’ οὐδὲ δακρῦσαι συγγενεῖς ἢ φίλους οὕτως οἰκτρῶς διαφθαρέντας· ἀλλὰ καὶ τοῖς ἀδουλώτοις πάθεσι τῆς ψυχῆς, ἃ μόνα σχεδὸν ἐξ ἁπάντων ἐλεύθερα ἡ φύσις ἀνῆκε, δεσποτείαν ἐπηπείλουν οἱ ἀσεβεῖς ἀνάγκης ἀνυποίστῳ βάρει δυνατωτέρας πιέζοντες.

ἐπὶ δὴ τούτοις ἀθυμῶν καὶ δυσχεραίνων διετέλει μήτ’ ἀμύνασθαι τοὺς ἀδικοῦντας μήτε βοηθεῖν τοῖς ἀδικουμένοις ἱκανὸς ὤν· ἃ δ’ οἷός τε ἦν, διὰ λόγων ὠφέλει παραινῶν τοῖς μὲν ἐφεστῶσι μετριάζειν καὶ τὸ σφοδρὸν τῶν ἐπιταγμάτων ὑπανιέναι καὶ χαλᾶν, τοῖς δ’ ἐργαζομένοις φέρειν τὰ παρόντα γενναίως ἄνδρας τε εἶναι τὰ φρονήματα καὶ μὴ συγκάμνειν τὰς ψυχὰς τοῖς σώμασιν, ἀλλὰ χρηστὰ προσδοκᾶν ἐκ πονηρῶν·