De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

πολλὴν γὰρ λείαν ἐκφορήσαντες τὴν μὲν αὐτοὶ διεκόμιζον ἐπηχθισμένοι, τὴν δὲ τοῖς ὑποζυγίοις ἐπέθεσαν, οὐ διὰ φιλοχρηματίαν ἤ, ὡς ἄν τις κατηγορῶν εἴποι, τὴν τῶν ἀλλοτρίων ἐπιθυμίαν — πόθεν; — ἀλλὰ πρῶτον μὲν ὧν παρὰ πάντα τὸν χρόνον ὑπηρέτησαν ἀναγκαῖον μισθὸν κομιζόμενοι, εἶτα δὲ ὑπὲρ ὧν κατεδουλώθησαν ἐν ἐλάττοσι καὶ οὐχὶ τοῖς ἴσοις ἀντιλυποῦντες· ποῦ γάρ ἐσθ’ ὅμοιον ζημία χρημάτων καὶ στέρησις ἐλευθερίας, ὑπὲρ ἧς οὐ μόνον προΐεσθαι τὰς οὐσίας οἱ νοῦν ἔχοντες ἀλλὰ καὶ ἀποθνῄσκειν [*](1 αὐτὸν CBM αὐτὸ μόνον om. Α πρὸς] εἰς conicio ἀνηκέστου τιμωρίας coni. Mang. 2 οἵδ’ Z, οἱ δὲ VO ἐξελαυνόμενοι KZ αὐτῶν codd. 3 τοὺς] τέως KZ 5 ἐκφορήσαντες GHP Cat. (of. Clem. Al.): εὐφορήσαντες BEMVOKZ, εὐφρονήσαντες Α, συμφορήσαντες C 6 κακηγορῶν coni. Mang. εἴπῃ M 7 ὧν] ὃ H1P, ὃν Η2 8 ἀναγκαῖον—κατεδουλώθησαν (9) om. Α κομισάμενοι Κ εἶτα] ἔνθα Cat. δὲ GHP Cat.: δὲ καὶ ceteri 10 ἐστιν Cat. 11 προίεσθαι] προίασι vel πρόεισι Cat.) [*](2—154,7 Catena in Exod. 12.36 (Cat. Lips. I p. 692) Φίλωνος ἑβραίου: μετὰ τὴν τῶν πρωτοτόκων τῶν Αἰγυπτίων ἀπώλειαν οἱ Ἑβραῖοι ἐλαυνόμενοι καὶ διωκόμενοι — ὑπερέχοντος τοῦ δικαίου. Procop. Gaz. Comm. in Exod. 11,2 (Migne t. 87, 1 Col. 559 Wendland Neu entd. Fragm. Philos p. 94): σκυλεύουσι τοὺς Αἰγυπτίους οὐ τῶν ἀλλοτρίων ἐπιθυμοῦντες — ἄπαγε —, ἀλλ’ ὦν ὑπηρέτησαν ἀναγκαῖον μισθὸν κομιζόμενοι καὶ οὐκ ἴσοις ἀντιλυποῦντες· ποῦ γὰρ ἴσον ἐλευθερία καὶ χρήματα, ἧς αὐτοὺς ἱκέτας ὄντας καὶ ξένους ἐστέρησαν· ὑπὲρ ἧς οὐ μόνον οὐσίας προίεσθαι καὶ τὰς ψυχὰς δὲ προθύμως οἱ γενναῖοι τῶν ἀνθρώπων ἐθέλουσιν· ἧς ἀποστερήσαντες ὡς ἐν πολέμῳ τούτους αἰχμαλώτους εἰργάσαντο. ἐν ἑκατέρῳ δὴ κατώρθουν, εἴθ’ ὡς ἐν εἰρήνῃ μισθὸν λαμβάνοντες παρ’ ἀκόντων, ἃ (ὃν?) πολὺν χρόνον οὐκ ἀποδιδόντων ἐστέρηντο, εἴθ᾿ ὡς ἐν πολέμῳ λάφυρα κομιζόμενοι δίχα τῆς ἐν ὅπλοις παρασκευῆς ἀμυνόμενοι, θεοῦ τὴν δίκην βραβεύσαντος. νόμος δὲ πολέμου τοῖς κεκρατηκόσιν τὰ τῶν ἡττημένων χαρίζεται· ἀλλ’ οὐδὲ κατὰ πολεμίων ὁ δόλος ἀπόβλητος. 4 sqq. Clem. Alex. Strom. 1 23 p, 415 P. . . . ὕστερόν τε ἐξιόντες οἱ Ἑβραῖοι πολλὴν λείαν τῶν Αἰγυπτίων ἐκφορήσαντες ἀπῄεσαν, οὐ διὰ φιλοχρηματίαν, ὡς οἱ κατήγοροί ροί φασιν — οὐδὲ γὰρ ἀλλοτρίων αὐτοὺς ἀνέπειθεν ἐπιθυμεῖν ὁ θεός —, ἀλλὰ πρῶτον μὲν ὧν παρὰ πάντα τὸν χρόνον ὑπηρέτησαν τοῖς Αἰγυπτίοις μισθὸν ἀναγκαῖον κομιζόμενοι, ἔπειτα δὲ καὶ τρόπον τινὰ ἠμύναντο ἀντιλυποῦντες ὡς φιλαργύρους Αἰγυπτίους τῇ τῆς λείας ἐκφορήσει, καθάπερ ἐκεῖνοι τοὺς ‘Eβραίους τῇ καταδουλώσει. εἴτ’ οὑν, ὡς ἐν πολέμῳ φαίη τις τοῦτο γεγονέναι, τὰ τῶν ἐχθρῶν φέρειν ἠξίουν νόμῳ τῶν κεκρατηκότων ὡς κρείττονες ἡττόνων — καὶ τοῦ πολέμου ἡ αἰτία δικαία· ἱκέται διὰ λιμὸν ‘Eβραῖοι ἧκον πρὸς Αἰγυπτίους, οἱ δέ τοὺς ξένους καταδουλωσάμενοι τρόπον αἰχμαλώτων ὑπηρετεῖν ἠνάγκασαν σφίσι μηδὲ τὸν μισθὸν ἀποδιδόντες —, εἴτε ὡς ἐν εἰρήνῃ μισθὸν ἔλαβον τὴν λείαν παρὰ ἀκόντων τῶν πολὺν χρόνον οὐκ ἀποδιδόντων ἀλλὰ ἀποστερούντων.)

v.4.p.154
ἐθέλουσιν;

ἐν ἑκατέρῳ δὴ κατώρθουν, εἴθ’ ὡς ἐν εἰρήνῃ μισθὸν λαμβάνοντες, ὃν παρ’ ἀκόντων πολὺν χρόνον οὐκ ἀποδιδόντων ἀπεστεροῦντο, εἴθ’ ὡς ἐν πολέμῳ τὰ τῶν ἐχθρῶν φέρειν ἀξιοῦντες νόμῳ τῶν κεκρατηκότων· οἱ μὲν γὰρ χειρῶν ἦρξαν ἀδίκων, ξένους καὶ ἱκέτας, ὡς ἔφην πρότερον, καταδουλωσάμενοι τρόπον αἰχμαλώτων, οἱ δὲ καιροῦ παραπεσόντος ἠμύναντο δίχα τῆς ἐν ὅπλοις παρασκευῆς, προασπίζοντος καὶ τὴν χεῖρα ὑπερέχοντος τοῦ δικαίου.

Τοσαύταις μὲν δὴ πληγαῖς καὶ τιμωρίαις Αἴγυπτος ἐνουθετεῖτο, ὧν οὐδεμία τῶν Ἑβραίων καίτοι γε ἐν ταῖς αὐταῖς πόλεσι καὶ κώμαις καὶ οἰκίαις συνδιατριβόντων ἥψατο, γῆς ὕδατος ἀέρος πυρός, ἃ μέρη τῆς φύσεώς ἐστιν, ἣν ἀμήχανον ἐκφυγεῖν, ἐπιθεμένων· ὃ δὴ καὶ παραδοξότατον ἦν, ὑπὸ τῶν αὐτῶν κατὰ τὸν αὐτὸν τόπον καὶ χρόνον τοὺς μὲν διαφθείρεσθαι, τοὺς δὲ σῴζεσθαι.

ὁ ποταμὸς εἰς αἷμα μετέβαλεν, ἀλλ’ οὐχ Ἑβραίοις· ἡνίκα γὰρ βουληθεῖεν ἀρύσασθαι, τροπὴν ἐλάμβανεν εἰς πότιμον. βάτραχος ἐκ τῶν ὑδάτων ἐπὶ τὴν χέρσον ἀνερπύσας ἀγορὰς καὶ ἐπαύλεις καὶ οἰκίας ἐπλήρωσεν, ἀλλ’ ἀπὸ τῶν Ἑβραίων ἐξανεχώρει μόνων καθάπερ διακρίνειν ἐπιστάμενος, οὕς τε χρὴ κολάζεσθαι καὶ τοὐναντίον.

οὐ σκνίπες, οὐ κυνόμυια, οὐκ ἀκρίς, ἣ καὶ φυτὰ καὶ καρποὺς καὶ ζῷα καὶ ἀνθρώπους μεγάλα ἔβλαψε, τούτοις προσέπτησαν· οὐχ ὑετῶν, οὐ χαλάζης, οὐ κεραυνῶν αἱ γενόμεναι συνεχεῖς φοραὶ μέχρι τούτων ἔφθασαν· ἑλκώσεως τῆς ἀργαλεωτάτης εἰς τὸ παθεῖν οὐδ’ ὄναρ ἐπῄσθοντο· [*](1 ἐθέλουσιν GHP Cat.: τολμῶσιν ceteri ἐν ἑκατέρω GHPK1Z Cat.: ἑκατέρω (om. ἐν) C, ἑκατέρως VOK2, ἑκάτερον BEMA δὴ] δ’ οὖν V2O, δὲ Cat. κατορθοῦντες V2O Cat. εἴθ’ GHP: καὶ V2O, εἴτε ceteri 1.2 εἴθ᾿—λαμβάνοντες om. Cat. 2 ὃν παρ’ ἀκόντων Α, ὃν παρὰ ἀκόντων CVOBEM: ὃν παρὰ (περὶ Z) ἑκόντων KZ, ὃν παρ’ ἑκόντων G, ὧνπερ ἑκόντων Η1Ρ, ὧν παρ’ ἑκόντων Η2, ἅπερ ἀκόντων Cat. 3 εἴθ’ E, εἶτ’ V1, εἶτα καὶ V2OK2 4 γὰρ om. G ἦρξαν χειρῶν transp. HP 4.5 ὡς ἔφην πρότερον om. O 6 δίχα] διὰ VO τῆς] τοῖς MGP προασπίζοντες G 7 δικαίου θεοῦ coni. Mang., sed cf. § 260 8 τιμωρίαις] νουθεσίαις K1Z 9 καίτοι γε ἐν ταῖς αὐταῖς G: καίτοι γε ἐν ταῖς αὐτῶν HP, καίτοι γε ταῖς αὐταῖς C, καίτοι ταῖς αὐταῖς B2MKZ, καίτοι γε τοσαύταις VO, καίτοι τοσαύταις B1E, καὶ τοιαύταις Α 10 καὶ οἰκίαις om. KZ (fort. recte) συνδιατριψάντων Κ 11 φύσεως] κτίσεως V2O ἐστιν, ἣν] ἐστι καὶ ἦν V2O post ἀμήχανον add. ἐστὶν G ὃ δὴ] ὃ νῦν G 12 καὶ om. O 13 μετέβαλλεν Κ 14 ἀρρύσασθαι ΗΡΖ 15 εἰς om. Ο ἐπὶ τὴν χέρσον om. GHP ἀγορὰς] ἀγροὺς coni. Mang.; cf. 144,1 16 ἀνεχώρει G 17 μόνον VO οὕς τε] οὔτε C1, ὅν τε C3, οὕσπερ G δὴ G 18 σκνῆπες G, σκνίφες CVBEM, κνίφες O κυνόμθιαι Ο ζῷα καὶ καρποὺς transp. VO 19 μεγάλα om. BEMAKZ καὶ τούτοις G 20 γενόμεναι GHP: γινόμεναι ceteri 21 ἤσθοντο G)

v.4.p.155
βαθυτάτου σκότους τοῖς ἄλλοις ἀναχυθέντος, ἐν αὐγῇ καθαρᾷ διήγαγον, τοῦ ἡμερησίου φωτὸς ἐπιλάμποντος· ἀναιρουμένων τῶν παρ’ Αἰγυπτίοις πρωτοτόκων, ἐτελεύτησεν Ἑβραῖος οὐδείς· οὐδὲ γὰρ εἰκὸς ἦν, ὁπότε καὶ ἡ τῶν ἀμυθήτων φθορὰ θρεμμάτων οὐδεμίαν τῶν παρὰ τούτοις ἀγέλην συνεπεσπάσατο πρὸς ἀπώλειαν.

καί μοί τις δοκεῖ παρατυχὼν τοῖς γενομένοις κατ’ ἐκεῖνον τὸν καιρὸν μηδὲν ἂν ἄλλο νομίσαι τοὺς Ἑβραίους ἢ θεατὰς ὧν ἕτεροι κακῶν ὑπέμενον καὶ οὐ μόνον * * *, ἀλλὰ καὶ μαθημάτων τὸ κάλλιστον καὶ ὠφελιμώτατον ἀναδιδασκομένους, εὐσέβειαν· οὐ γάρ ποθ’ οὕτως ἡ τῶν ἀγαθῶν καὶ κακῶν κρίσις ἐμφανῶς ἦλθε τοῖς μὲν φθορὰν τοῖς δὲ σωτηρίαν παρασχοῦσα.

Τῶν δ’ ἐξιόντων καὶ μετανισταμένων οἱ μὲν ἀνδρὸς ἔχοντες ἡλικίαν ὑπὲρ ἑξήκοντα μυριάδας ἦσαν, ὁ δ’ ἄλλος ὅμιλος πρεσβυτῶν, παίδων, γυναικῶν οὐ ῥᾴδιος ἀριθμηθῆναι· μιγάδων δὲ καὶ συγκλύδων καὶ θεραπείας ὄχλος συνεξῆλθεν ὡσανεὶ νόθον μετὰ γνησίου πλήθους· οὗτοι δ’ ἦσαν οἱ ἐκ γυναικῶν γεννηθέντες Αἰγυπτίων τοῖς Ἑβραίοις καὶ τῷ πατρῴῳ γένει προσνεμηθέντες καὶ ὅσοι τὸ θεοφιλὲς ἀγάμενοι τῶν ἀνδρῶν ἐπηλύται ἐγένοντο καὶ εἰ δή τινες τῷ μεγέθει καὶ πλήθει τῶν ἐπαλλήλων [*](1 ἐπιχυθέντος KZ διήγαγον GHP: διῆγον ceteri 1. 2 τοῦ ἡμερησίου φωτὸς codd. (praeter Α): τοῦ φωτὸς ἡμερησίου v 2 φωτὸς post καθαρᾷ. (1) transp. Α 3 ἑβραῖος οὐδείς BEMAZ ἑβραίων οὐδείς K, οὐδεὶς ἑβραῖος ceteri 4 alt. τῶν om. Z λεγο 5 συνεσπάσατο PKZ 6 γενομένοις VGH: γενομένοις Α, γινομένοις OP, λεγομένοις ceteri μηδὲν ἄν P, μηδ’ ἂν Η: μηδὲν (om. ἄν) ceteri 7 καὶ οὐ μόνον om. GHP lacuna e Clem. Alex. sic videtur explenda ἀκινδύνως ἐκμανθάνοντας τὴν δύναμιν τοῦ θεοῦ; τοῦτο post μόνον deesse existimavit Mang. 8 pr. καὶ om. Ο ἀναδιδασκόμενοι VO 9 τὴν εὐσέβειαν V2 ἐμφανῶς GHP: ἐμφανὴς ceteri 11 ἀνδρὸς] ἄνδρες voluit Mang. 12 μυριάδες BM πρεσβυτῶν GHP: πρεσβυτέρων ceteri (v) 13 ῥάδιον Α ῥηθήσεται ante ἀριθμηθῆναι add. HP, rursus del. H 14 θεραπίας G post συνεξῆλθε add. πολὺς V2O νόθος V2O 15 οἱ om. C τοῖς ἑβραίοις αἰγυπτίων transp. A(v) 17 καὶ εἰ δή GHP Procop.: ἤδη δὲ καὶ V2O, καὶ ἤδη ceteri (v) ; καὶ γὰρ ἤδη coni. Mang. τῷ] τῶν H) [*](7 Clem. Alex. Strom. I 23 p. 415 P. ἔπειτα νουθετοῦνται μέν Αἰγύπτιοι πολλάκις οἱ πολλάκις ἀσύνετοι, θεαταὶ δέ Ἑβραῖοι ἐγίνοντο ὧν ἕτεροι κακῶν ὑπέμενον ἀκινδύνως ἐκμανθάνοντες τὴν δύναμιν τοῦ θεοῦ. 11 sqq. Exod. 12,37. 38. 11—13 loseph. Ant. Iud. II 317 τὸ μὲν οὖν πᾶν πλῆθος τῶν μετανισταμένων γυναιξὶν ἄμ καὶ τέκνοις σκοποῦσιν οὐκ εὐαρίθμητον ἦν, οἱ δὲ στρατεύσιμον ἔχοντες τὴν ἡλικίαν περὶ ἑξήκοντα μυριάδες ἤσαν 14—156, 1 Procop. Gaz. Comm. in Exod. 12,38 (Migne t. 87,1 Col. 575 Wendland Neu entd. Fragm. Philos p. 94): οὗτοι ἦσαν οἱ ἐκ γυναικῶν γεννηθέντες Αἰγυπτίων [καὶ] τοῖς ‘Eβραίοις καὶ τῷ πατρίῳ γένει προσνεμηθέντες καὶ ὅσοι τὸ θεοφιλὲς ἀγάμενοι τῶν ἀνδρῶν καὶ εἰ δή τινες τῷ μεγέθει καὶ πλήθει τῶν ἐπαλλήλων κολάσεων σωφρονισθέντες μετεβάλοντο.)

v.4.p.156
κολάσεων μετεβάλοντο σωφρονισθέντες.

τούτων ἁπάντων ἡγεμὼν ἐχειροτονεῖτο Μωυσῆς τὴν ἀρχὴν καὶ βασιλείαν λαβὼν οὐχ ὥσπερ ἔνιοι τῶν ἐπὶ τὰς δυναστείας ὠθουμένων ὅπλοις καὶ μηχανήμασιν ἱππικαῖς τε καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν, ἀλλ’ ἀρετῆς ἕνεκα καὶ καλοκἀγαθίας καὶ τῆς πρὸς ἅπαντας εὐνοίας, ᾗ χρώμενος ἀεὶ διετέλει, καὶ προσέτι καὶ τοῦ φιλαρέτου καὶ φιλοκάλου θεοῦ γέρας ἄξιον αὐτῷ παρασχόντος.

ἐπειδὴ γὰρ τὴν Αἰγύπτου κατέλιπεν ἡγεμονίαν, θυγατριδοῦς τοῦ τότε βασιλεύοντος ὤν, ἕνεκα τῶν κατὰ τὴν χώραν γινομένων ἀδικημάτων πολλὰ χαίρειν φράσας ταῖς ἀπὸ τῶν θεμένων ἐλπίσι διὰ ψυχῆς εὐγένειαν καὶ φρονήματος μέγεθος καὶ τὸ μισοπόνηρον φύσει, τῷ πρυτανεύοντι καὶ ἐπιμελουμένῳ τῶν ὅλων ἔδοξεν αὐτὸν ἀμείψασθαι βασιλείᾳ πολυανθρωποτέρου καὶ κρείττονος ἔθνους, ὅπερ ἔμελλεν ἐξ ἁπάντων τῶν ἄλλων ἱερᾶσθαι τὰς ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων αἰεὶ ποιησόμενον εὐχὰς ὑπέρ τε κακῶν ἀποτροπῆς καὶ μετουσίας ἀγαθῶν.

παραλαβὼν δὲ τὴν ἀρχὴν οὐχ ὥσπερ ἔνιοι τὸν ἴδιον αὔξειν οἶκον καὶ τοὺς υἱοὺς — δύο γὰρ ἦσαν αὐτῷ — προάγειν ἐπὶ μέγα δυνάμεως ἐσπούδασεν, ὡς ἐν μὲν τῷ παρόντι κοινωνοὺς αὖθις δὲ καὶ διαδόχους ἀποφῆναι· γνώμῃ γὰρ ἀδόλῳ καὶ καθαρᾷ πρὸς πάντα μικρά τε αὖ καὶ μεγάλα χρώμενος τὴν φυσικὴν πρὸς τὰ τέκνα φιλοστοργίαν οἷα κριτὴς ἀγαθὸς ἐνίκα τῷ περὶ τὸν λογισμὸν ἀδεκάστῳ.

προὔκειτο γὰρ ἓν αὐτῷ τέλος ἀναγκαιότατον, ὀνῆσαι τοὺς ἀρχομένους καὶ πάνθ’ ὑπὲρ τῆς τούτων ὠφελείας ἔργῳ καὶ λόγῳ πραγματεύεσθαι, μηδένα παραλιπόντι καιρὸν τῶν συντεινόντων εἰς κοινὴν κατόρθωσιν.

μόνος οὗτος τῶν πώποθ’ ἡγεμονευσάντων οὐ χρυσὸν οὐκ ἄργυρον ἐθησαυρίσατο, οὐ δασμοὺς ἐξέλεξεν, οὐκ οἰκίας, οὐ κτήματα, οὐ θρέμματα, οὐ [*](1 μετεβάλοντο σωφρονισθέντες ΒΕΜΗΖ, μετεβάλλοντο σωφρονισθέντες AGPK: σωφρονισθέντες μετεβάλοντο CVO Procop. ἡγεμὼν om. ΗΡ 1. 2 ἐχειροτονήθη M 3 τὰς om. VO 3. 4 πεζαῖς GHP 5 εὐνοίας] ἀστειότητος V2O καὶ προσέτι GHP: καὶ om. ceteri 6 ἐπειδὴ GHP: ἐπεὶ ceteri 7 κατέλειπεν G ἡγεμονίαν] εὐδαιμονίαν Α τότε om. A 8 γινομένων om. EEMAKZ: γενομένων V 9 θεμένων] θρεψαμένων V2O 10 ἐπιμελουμένω V1BM ’B-M Barb.: ἐπιμελομένῳ ceteri 11 ἀμείνασθαι (sic) M πολυανθρωποτέρα Α β΄ α΄ 13 ἀνθρώπων GHP Barb.: ἁπάντων ἀνθρώπων C, ἁπάντων ἀνθρώπων Κ, ἀνθρώπων ἀπάντων ceteri (v) αἰεὶ GHP Barb.: om. ceteri ποιησάμενον VBEMAKZ 19 οἷα κριτὴς ἀγαθὸς ἐνίκα CVO Barb.: ἐνίκα οἷα κριτὴς ἀγαθὸς transp. ceteri (v) 20 ἓν ΚΗ2: om. M, ἐν ceteri 22 παραλιπόντι GHP (περιλιπόντι Barb.): παραλείποντι ceteri εἰς] πρὸς A(v) κοινὴν GHP Barb.: om. ceteri (v) 23 οὗτος coni. Wendl. 24 οὐ δασμοὺς—κτήματα om. Ο οὐ κτήματα om. Ζ) [*](6—159,8 Catena Barber. IV 56 fol. 104ν: ἐπεὶ δὴ τὴν Αἰγύπτου — προνοίᾳ.)

v.4.p.157
θεραπείαν οἰκετικήν, οὐ προσόδους, οὐκ ἄλλο τῶν εἰς πολυτέλειαν καὶ περιουσίαν οὐδὲν ἐκτήσατο, καίτοι πάντων ἔχειν ἀφθονίαν δυνάμενος·

ἀλλ’ ὑπολαβὼν πενίας ψυχικῆς ἔργον εἶναι τὸν ἐν ταῖς ὕλαις ἀποδέχεσθαι πλοῦτον τοῦ μὲν ὡς τυφλοῦ κατεφρόνησε, τὸν δὲ βλέποντα τῆς φύσεως ἐξετίμησε καὶ ζηλωτὴς ὡς οὐκ οἶδ’ εἴ τις ἕτερος αὐτοῦ γενόμενος ἐν μὲν ἐσθῆσι καὶ τροφαῖς καὶ τοῖς ἄλλοις τοῖς περὶ δίαιταν οὐδὲν ἐπιτραγῳδῶν πρὸς σεμνότερον ὄγκον εὐτέλειαν καὶ εὐκολίαν ἐπετήδευεν ἰδιώτου, πολυτέλειαν δὲ τῷ ὄντι βασιλικὴν ἐν οἷς καλὸν ἦν πλεονεκτεῖν τὸν ἄρχοντα·

ταῦτα δ’ ἦσαν ἐγκράτειαι, καρτερίαι, σωφροσύναι, ἀγχίνοιαι, συνέσεις, ἐπιστῆμαι, πόνοι, κακοπάθειαι, ἡδονῶν ὑπεροψίαι, δικαιοσύναι, προτροπαὶ πρὸς τὰ βέλτιστα, ψόγοι καὶ κολάσεις ἁμαρτανόντων νόμιμοι, ἔπαινοι καὶ τιμαὶ κατορθούντων πάλιν σὺν νόμῳ.

τοιγαροῦν πολλὰ χαίρειν φράσαντα πολυχρηματίᾳ καὶ τῷ παρ’ ἀνθρώποις μέγα πνέοντι πλούτῳ γεραίρει θεὸς τὸν μέγιστον καὶ τελεώτατον ἀντιδοὺς πλοῦτον αὐτῷ· οὗτος δ’ ἐστὶν ὁ τῆς συμπάσης γῆς καὶ θαλάττης καὶ ποταμῶν καὶ τῶν ἄλλων ὅσα στοιχεῖα καὶ συγκρίματα· κοινωνὸν γὰρ ἀξιώσας ἀναφανῆναι τῆς ἑαυτοῦ λήξεως ἀνῆκε πάντα τὸν κόσμον ὡς κληρονόμῳ κτῆσιν ἁρμόζουσαν.

τοιγαροῦν ὑπήκουεν ὡς δεσπότῃ τῶν στοιχείων ἕκαστον ἀλλάττον ἣν εἶχε δύναμιν καὶ ταῖς προστάξεσιν ὑπεῖκον· καὶ θαυμαστὸν ἴσως οὐδέν· εἰ γὰρ κατὰ τὴν παροιμίαν „κοινὰ τὰ φίλων„, φίλος δὲ ὁ προφήτης ἀνείρηται θεοῦ (cf. Exod. 33, 11), κατὰ τὸ ἀκόλουθον μετέχοι ἂν αὐτοῦ καὶ τῆς κτήσεως, καθ’ ὃ χρειῶδες.

ὁ μὲν γὰρ θεὸς πάντα κεκτημένος οὐδενὸς δεῖται, ὁ δὲ [*](1 ἱκετικήν Z post ἄλλο add. τι KZ πολυτέλειαν] πολιτείαν BEMA 4 ὡς GnPKZ Barb.: orn. ceteri · post βλέποντα add. τὸν Mang. 5 οἶδ’ om. Turn. 6 ἐσθῆσι GHP (ἐσθήσει Barb.): ἐσθῆτι ceteri τροφῆ KZ G. 7 ἐπιτραγῳδῶν] ἐπιγαυριῶν V-OKἔ post πρὸς add. τὸν V-OKἰδιωτῶν Α 8 πλεονεκτεῖν καλὸν ἦν transp. C 9 δὲ Α καρτερίαι — ἀγχίνοιαι post συνέσεις (10) transp. G, post ἐπιστῆμαι HP 11 βἐλτια P νόμιμοι] ἔννομοι I5EMAKZ 12 κατορθούντων πάλιν CVO Barb.: πάλιν κατορθούντων ceteri 13 --ολ,)γριͅματία VO Barb. : φ ιλοχρηματία ceteri (v) 14 θεὸς GHP Barb. : ὁ θεὸς ceteri τελεώτατον HP Barb., τελαιώτατον G: τελειότατον ceteri ἀντιδιδοὺς VO 15 ὁ τῆς συμπάσης GHP Barb. (ὁ τῆς coni. Mang.): ἰσότης συμπάσης CV, ἰσότης πάσης BEMAK’Z, ἰσότης τῆς δεσποτείας συμπάσης V’-0, τῆς δεσποτείας ss. Κ2ι θαλάσσης CAGH Barb. IG ὅσα στοιχεῖα] στοιχείων ὅσα HP κοινῶν C, κοινὸν C-MA Ι7 ἀναφῆναι CBEMK (prob. Mang.) 18 κτίσιν G, κλῆσιν M ὑπήκουσεν ΒΕMΑ 19 καὶ eras. C, om. VOGHP Barb. 19. 20 προστάξεσιν corr. ex πράξεσιν B, πράξεσιν M 20 καὶ ante ὑπεῖκον add. V^ καὶ post γὰρ add. Α 21 φίλων] τῶν φίλων VOATPKZ ἀνείρηται CVGHP Barb.: εἴρnται ceteri 22 μετέχει Barb., μέτοχοι Α κτίσεως Κ, φύσεως G 22.23 καθ’ ὃ GHP Barb.: κατὰ τὸ ceteri)

v.4.p.158
σπουδαῖος ἄνθρωπος κέκτηται μὲν οὐδὲν κυρίως ἀλλ’ οὐδ’ ἑαυτόν, τῶν δὲ τοῦ θεοῦ κειμηλίων, καθ’ ὅσον ἂν οἷός τε ᾖ, μεταλαγχάνει. καὶ μήποτ’ εἰκότως· κοσμοπολίτης γάρ ἐστιν, ἧς χάριν αἰτίας οὐδεμιᾷ τῶν κατὰ τὴν οἰκουμένην πόλεων ἐνεγράφη, δεόντως, οὐ μέρος χώρας ἀλλ’ ὅλον τὸν κόσμον κλῆρον λαβών. τί δ’;

οὐχὶ καὶ μείζονος τῆς πρὸς τὸν πατέρα τῶν ὅλων καὶ ποιητὴν κοινωνίας ἀπέλαυσε προσρήσεως τῆς αὐτῆς ἀξιωθείς; ὠνομάσθη γὰρ ὅλου τοῦ ἔθνους θεὸς καὶ βασιλεύς· εἴς τε τὸν γνόφον, ἔνθα ἦν ὁ θεός, εἰσελθεῖν λέγεται (Exod. 20, 21), τουτέστιν εἰς τὴν ἀειδῆ καὶ ἀόρατον καὶ ἀσώματον τῶν ὄντων παραδειγματικὴν οὐσίαν, τὰ ἀθέατα φύσει θνητῇ κατανοῶν· καθάπερ τε γραφὴν εὖ δεδημιουργημένην ἑαυτὸν καὶ τὸν ἑαυτοῦ βίον εἰς μέσον προαγαγὼν πάγκαλον καὶ θεοειδὲς ἔργον ἔστησε παράδειγμα τοῖς ἐθέλουσι μιμεῖσθαι.

εὐδαίμονες δ’ ὅσοι τὸν τύπον ταῖς ἑαυτῶν ψυχαῖς ἐναπεμάξαντο ἢ ἐσπούδασαν ἐναπομάξασθαι· φερέτω γὰρ ἡ διάνοια μάλιστα μὲν τὸ εἶδος τέλειον ἀρετῆς, εἰ δὲ μή, τὸν γοῦν ὑπὲρ τοῦ κτήσασθαι τὸ εἶδος ἀνενδοίαστον πόθον.

καὶ μὴν οὐδ’ ἐκεῖνό τις ἀγνοεῖ, ὅτι ζηλωταὶ τῶν ἐνδόξων οἱ ἀφανεῖς εἰσι καί, ὧν ἂν ἐκεῖνοι μάλιστ’ ὀρέγεσθαι δοκῶσι, πρὸς ταῦτα τὰς αὑτῶν ἀποτείνουσιν ὁρμάς· ἐπειδὰν γοῦν ἡγεμὼν ἄρξηται καθηδυπαθεῖν καὶ πρὸς τὸν ἁβροδίαιτον ἀποκλίνειν βίον, σύμπαν ὀλίγου δεῖν τὸ ὑπήκοον τὰς γαστρὸς καὶ τῶν μετὰ γαστέρα προσαναρρήγνυσιν [*](1 οὐδὲν] οὐδὲ ἓν VO οὐδ’] οὐδέ VO ἑαυτόν codd.: αὐτόν V 2 ἄν GHP Bard.: om. ceteri ᾖ] εἴη BEMAKZ μεταλαγχάνει GHP Barb.: μεταλαμβάνει cetcri 3 γάρ] τίς V2O 5 ὅλον τὸν κόσμον] ὅλην τὴν οἰκουμένην KZ μείζονος VOGHP Barb.: μείζοσι ceteri τῆς] τοῖς Α 6 καὶ ποιητὴν τῶν ὅλων transp. Barb. κοινωνίας] κληρονομίας KZ, γρ. κοινωνίας mg. Z ἀπήλαυσε CVOH2 Barb. post προσρήσεως add. τε CVOEH2 Burb. 7 θεὸς ὅλου τοῦ ἔθνους transp. CVO Barb. τε καὶ BEMAKZ καὶ βασιλεὺς om. Barb. βασιλέων CHP 8 γνόφον mg. M, γνόθον in textu M 9 καὶ ἀόρατον om. Barb. 10 ἀθέατα] θεατὰ ΒΕΜΑ, θαυμαστὰ VO θνητὰ BEMA τε GHP Barb.: γὰρ VO, om. ceteri 11 τε καὶ V ἑαυτοῦ VOKZ: αὑτοῦ C, αὐτοῦ ceteri 12 παραγαγὼν VOAGKZ πάγκαλον GHP Barb.: πᾶσι καλὸν ceteri 13 δὲ VO αὐτῶν G 14 ἢ] ὃ P ἐναπομάξασθαι GHP Barb: ἀπομάξασθαι ceteri 15 μὲν] δὲ M τῆς ἀρετῆς V2O τὸν] τὸ BEMAVO 16 οὐδὲ C 17 εἰσιν CKZ ἄν om. M 18 αὑτῶν VO: αὐτῶν ceteri οὖν BEMKZ Barb., γοῦν om. Α 19 καθϋπαθεῖν (sic) M 19.20 ὀλίγου δεῖν] ὀλεῖσθαι δεῖ DK 20 τὰς] τῶν D προσαναρρήγνυσιν GHP Barb. πρὸς ἀναρρήγνυσιν DH, πρὸς ἀναρρήδοσιν DR): ἀναρρήγνυσιν ceteri) [*](18—159,5 DH fol. 117v DR fol. 27r Φίλωνος ἐκ τοῦ περὶ Μώσεως βίου: ἐπειδὰν ἡγεμὼν τῶν ὁμοίων εἰσίν.)

v.4.p.159
ἔξω τῶν ἀναγκαίων ἐπιθυμίας, εἰ μή τινες εὐμοιρίᾳ χρήσαιντο φύσεως ψυχὴν οὐκ ἐπίβουλον ἀλλ’ εὐμενῆ καὶ ἵλεω κτησάμενοι·