De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

[*](II p. 80M.)

Μωυσέως τοῦ κατὰ μέν τινας νομοθέτου τῶν Ἰουδαίων, κατὰ δέ τινας ἑρμηνέως νόμων ἱερῶν, τὸν βίον ἀναγράψαι διενοήθην, ἀνδρὸς τὰ πάντα μεγίστου καὶ τελειοτάτου, καὶ γνώριμον τοῖς ἀξίοις μὴ ἀγνοεῖν αὐτὸν ἀποφῆναι.

τῶν μὲν γὰρ νόμων τὸ κλέος, οὓς ἀπολέλοιπε, διὰ πάσης τῆς οἰκουμένης πεφοιτηκὸς ἄχρι καὶ τῶν τῆς γῆς τερμάτων ἔφθακεν, αὐτὸν δὲ ὅστις ἦν ἐπ’ ἀληθείας ἴσασιν οὐ πολλοί, διὰ φθόνον ἴσως καὶ ἐν οὐκ ὀλίγοις τῶν διατεταγμένων ὑπὸ τῶν κατὰ πόλεις νομοθετῶν ἐναντίωσιν οὐκ ἐθελησάντων αὐτὸν μνήμης ἀξιῶσαι τῶν παρ’ Ἕλλησι λογίων·

ὧν οἱ πλείους τὰς δυνάμεις ἃς ἔσχον διὰ παιδείας ὕβρισαν ἔν τε ποιήμασι καὶ τοῖς καταλογάδην συγγράμμασι κωμῳδίας καὶ συβαριτικὰς ἀσελγείας συνθέντες, περιβόητον αἰσχύνην, οὓς ἔδει ταῖς φύσεσι καταχρήσασθαι πρὸς τὴν τῶν ἀγαθῶν ἀνδρῶν τε καὶ βίων ὑφήγησιν, [*](1. 2 Φίλωνος περὶ τοῦ βίου μωυσέως λόγος α΄ VK, φίλωνος περὶ τοῦ βίου μώσεως α᾿ CM, περὶ βίου μωυσέως λόγος α΄ G, τοῦ αὐτοῦ περὶ τοῦ βίου μωυσέως λόγος α᾿ P, φίλωνος περὶ τοῦ βίου μώσεως BEO, φίλωνος ἰουδαίου περὶ τοῦ βίου μώσεως Α, φίλωνος περὶ τοῦ βίου μώσεως λόγος πρῶτος: θεολόγου καὶ προφήτου Η, περὶ βίου μωυσέως λόγος πρῶτος: θεολογίας καὶ προφητείας L, φίλωνος ἰουδαίου περὶ βίου μωυσέως, ὅπερ ἐστὶ περὶ θεολογίας καὶ προφητείας, λόγος α΄ F2 (= Turn.), tit. om. Z 3 μωυσέως KZ: μωσέος G, μσέως ceteri 4 νόμων ἱερῶν ἑρμηνέως transp. VO ἀναγράψασθαι Ζ, διαγράψαι BM 5 τὰ] τοῦ AG ἀξίοις] ἀξιοῦσι coni. Mang. 6 ἀπολέλειπαν G 7 πεφοιτητικὸς Κ alt. τῆς om. CEVOHP πέφθακεν HP, ἔφθασεν KZ 8 δ’ AG ὥστις G 8. 9 καὶ ἐν K1Z: ἡ τὴν ἐν HP(v), om. ceteri 9 ὀλίγοις] ὀλίγοι δὲ καὶ διὰ τὴν V2OK2 κατὰ τὰς πόλεις HP(v), κατὰ πόλιν KZ 10 καὶ add. ante ἐναντίωσιν BEMAG 11 λογίων] λόγων C παιδιὰς G 12. 13 συβαριτικῆς AGHP) [*](4 Clem. Alex. Strom. I 22 p. 411 P. οὗτος ὁ Μωυσῆς θεόλογος καὶ προφήτης, ὡς δέ τινες, νόμων ἱερῶν ἑρμηνεὺς ἢν.)

v.4.p.120
ἵνα μήτε τι καλὸν ἡσυχίᾳ παραδοθὲν ἀρχαῖον ἢ νέον ἀφανισθῇ λάμψαι δυνάμενον μήτ’ αὖ τὰς ἀμείνους ὑποθέσεις παρελθόντες τὰς ἀναξίους ἀκοῆς προκρῖναι δοκῶσι σπουδάζοντες τὰ κακὰ καλῶς ἀπαγγέλλειν εἰς ὀνειδῶν ἐπιφάνειαν.

ἀλλ’ ἔγωγε τὴν τούτων βασκανίαν ὑπερβὰς τὰ περὶ τὸν ἄνδρα μηνύσω μαθὼν αὐτὰ κἀκ βίβλων τῶν ἱερῶν, ἃς θαυμάσια μνημεῖα τῆς αὑτοῦ σοφίας ἀπολέλοιπε, καὶ παρά τινων ἀπὸ τοῦ ἔθνους πρεσβυτέρων· τὰ γὰρ λεγόμενα τοῖς ἀναγινωσκομένοις ἀεὶ συνύφαινον καὶ διὰ τοῦτ’ ἔδοξα μᾶλλον ἑτέρων τὰ περὶ τὸν βίον ἀκριβῶσαι.

Ἄρξομαι δ’ ἀφ’ οὗπερ ἀναγκαῖον ἄρξασθαι. Μωυσῆς γένος μέν ἐστι Χαλδαῖος, ἐγεννήθη δ’ ἐν Αἰγύπτῳ καὶ ἐτράφη, τῶν προγόνων αὐτοῦ διὰ πολυχρόνιον λιμόν, ὃς Βαβυλῶνα καὶ τοὺς πλησιοχώρους ἐπίεζε, κατὰ ζήτησιν τροφῆς εἰς Αἴγυπτον πανοικὶ μεταναστάντων, γῆν πεδιάδα καὶ βαθεῖαν καὶ πρὸς πάντα γονιμωτάτην, ὧν ἡ ἀνθρωπίνη φύσις δεῖται, καὶ μάλιστα τὸν τοῦ σίτου καρπόν.

ὁ γὰρ ταύτης ποταμὸς θέρους ἀκμάζοντος, ἡνίκα τοὺς ἄλλους φασὶ μειοῦσθαι χειμάρρους τε καὶ αὐθιγενεῖς, ἐπιβαίνων τε καὶ ἀναχεόμενος πλημμυρεῖ καὶ λιμνάζει τὰς ἀρούρας, αἳ ὑετοῦ μὴ δεόμεναι φορᾶς ἀφθονίαν παντοίων ἀγαθῶν [*](1 τι] τὸ C τῆ ἡσυχία VO 2 δυνάμενον om. H1P1, ss. H2P2 αὖ τὰς] αὐτὰς EZ ἀναξίας CVO 3 δοκῶσι] δικαιῶσι coni. Mang. καλῶν C ἐπαγγέλλειν KZ εἰς] ὡς BEMAG 5 κἀκ] καὶ AG, ἐκ (om. καὶ) O βίβλον G 6 αὑτοῦ BE: αὐτοῦ ceteri ἀπολέλειπε G τινος G υφαινον 7 ἀεὶ orn. G συνεισέφαινον Κ 8 ἔδοξε C, ἔδειξα Η1 περὶ] πρὸς P 9 ἄρξασθαι ἀναγκαῖον transp. AG μωυσῆς M: μώσης ceteri γένος] γενόμενος P 10 ἐστιν ἑβραῖος AGHP(v), γρ. καὶ χαλδαῖος mg. Α 11 βαβυλῶνος G τοὺς] τὰς Lyd. 12 ἐπίεζε K1ZHP: ἐπίεσε ceteri μετανιστάντων Η, μεταστάντων BMKZ γῆν] εἰς γῆν AG, εἰς τὴν CEVOK2, εἰς τὴν corr. in γῆν B 13 παιδιάδα G ὧν] ὅσων HP(v) ἀνθρωπεία K1Z 14 τῶν . . . καρπῶν VO 15 φασὶ τοὺς ἄλλους transp. CVOZ 16 ἐπιβαίνων τε καὶ ἀναχεόμενος om. BEMAG γυμνάζει G 17 αἰ] αἱ δ’ HP(v) ὑετοῦ post φορᾶς transp. VO φορὰν ἀφθονίαν BEM, φόρον ἄφθονον KZ 9 Clem. Alex. Strom. Ι 23 p. 411 P. Μωυσῆς ἄνωθεν τὸ γένος Χαλδαῖος ὢν ἐν Αἰγύπτῳ γεννᾶται, τῶν προγόνων αὐτοῦ διὰ πολυχρόνιον λιμὸν ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον μεταναστάντων. Ps.Iustin. Coh. ad gent. 10 . . . οὗτοι Φίλων τε καὶ Ἰώσηπος) γὰρ τὰς Ἰουδαίων ἱστοροῦντες πράξεις ἀπὸ μὲν τοῦ Χαλδαίων γένους γεγενῆσθαί φασι· τῶν δὲ προγόνων αὐτοῦ διά λιμοῦ πρόφασιν ἀπό τῆς Φοινίκης ἐπὶ τὴν Αἴγυπτον μεταναστάντων, ἐκεῖ τὸν ἄνδρα τετέχθαι φασίν loann. Lyd. de mens. IV 47 (p. 103,17 Wuensch) . . . καὶ γὰρ ὁ Φίλων τὸν Μωυσέως βίον ἀναγράφων Χαλδαῖον εἶναι αὐτὸν λέγει, γεγενῆσθαι δὲ ἐν Αἰγύπτῳ, ὡς τῶν προγόνων αὐτοῦ ἐκεῖσε κατελθόντων διὰ λιμὸν κατασχόντα Βαβυλῶνα καὶ τὰς πλησιοχώρους.)

v.4.p.121
ἀνὰ πᾶν ἔτος χορηγοῦσιν, εἰ μή που μεσολαβήσειεν ὀργὴ θεοῦ δι’ ἐπιπολάζουσαν ἀσέβειαν τῶν οἰκητόρων.

πατρὸς δὲ καὶ μητρὸς ἔλαχε τῶν καθ’ ἑαυτοὺς ἀρίστων, οὓς φυλέτας ὄντας ἡ ὁμοφροσύνη μᾶλλον ᾠκείωσεν ἢ τὸ γένος. ἑβδόμη γενεὰ δ’ οὗτός ἐστιν ἀπὸ τοῦ πρώτου, ὃς ἐπηλύτης ὢν τοῦ σύμπαντος Ἰουδαίων ἔθνους ἀρχηγέτης ἐγένετο.

τροφῆς δ’ ἠξιώθη βασιλικῆς ἀπ’ αἰτίας τοιᾶσδε· τῆς χώρας ὁ βασιλεύς, εἰς πολυανθρωπίαν ἐπιδιδόντος ἀεὶ τοῦ ἔθνους, δείσας μὴ οἱ ἔποικοι πλείους γενόμενοι δυνατωτέρᾳ χειρὶ τοῖς αὐτόχθοσι περὶ κράτους ἀρχῆς ἁμιλλῶνται, τὴν ἰσχὺν αὐτῶν ἀφαιρεῖν ἐπινοίαις ἀνοσιουργοῖς ἐμηχανᾶτο καὶ κελεύει τῶν γεννωμένων τὰ μὲν θήλεα τρέφειν — ἐπεὶ γυνὴ διὰ φύσεως ἀσθένειαν ὀκνηρὸν εἰς πόλεμον —, τὰ δ’ ἄρρενα διαφθείρειν, ἵνα μὴ αὐξηθῇ κατὰ πόλεις· εὐανδροῦσα γὰρ δύναμις δυσάλωτον καὶ δυσκαθαίρετον ἐπιτείχισμα.

γεννηθεὶς οὖν ὁ παῖς εὐθὺς ὄψιν ἐνέφαινεν ἀστειοτέραν ἢ κατ’ ἰδιώτην, ὡς καὶ τῶν τοῦ τυράννου κηρυγμάτων, ἐφ’ ὅσον οἷόν τε ἦν, τοὺς γονεῖς ἀλογῆσαι· τρεῖς γοῦν φασι μῆνας ἐφεξῆς οἴκοι γαλακτοτροφηθῆναι λανθάνοντα τοὺς πολλούς.

ἐπεὶ δ’, οἷα ἐν μοναρχίαις φιλεῖ, καὶ τὰ ἐν μυχοῖς ἔνιοι διηρεύνων σπεύδοντες ἀεί τι καινὸν ἄκουσμα προσφέρειν τῷ βασιλεῖ, φοβηθέντες μὴ σωτηρίαν ἑνὶ μνώμενοι πλείους ὄντες αὐτοὶ σὺν ἐκείνῳ παραπόλωνται, δεδακρυμένοι [*](1 μή που CEAGHP: μήπω ceteri μεσολαβήσῃ ἐν Ὀργῆ L (Turn.) 2 ἔλαχε] ἔτυχε V2OKZ 4 ἑβδόμοις Z1 δ’ addidi 5 ἐπηλύτης C γετης ἀρχηγενέτης Κ 8 ἔποικοι K1ZHP: ἄποικοι ceteri τοῖς αὐτόχθοσι δυνατωτέρα χειρὶ transp. KZ 9 ὑφαιρεῖν KZ (fort. recte) 10 post τῶν add. μέν AG γενομένων L (Turn.) 12 εὐανδροῦσα γὰρ] ἐπεὶ εὐανδροῦσα ΗP(v) 13 εὐθὺς om. BEMAG 14 ἐνέφηνεν HP(v) τοῦ τυράννου MAGK: τοῦ om. ceteri 15 ἀλγῆσαι P γοῦν HP: οὖν ceteri 16 ἐφετῆς HP Clem.: ἑξῆς ceteri λανθάνον Κ, λανθάνων Z 17 ἔνιοι διηρεύνων HP: ἕτεροι διερευνᾶν ceteri 18 κοινὸν L (Turn.) 19 πλείονες HP παραπόλλωνται P, παραπόλλυνται H, προσαπόλωνται A(v), προσαπόλλωνται G 4 sqq. pergit Clem. Alex. l. l.: ἑβδόμῃ γενεᾷ γεννηθεὶς καὶ τραφεὶς βασιλικῶς περιστάσει κέχρηται τοιαύτῃ· εἰς πολυανθρωπίαν ἐπιδεδωκότων ἐν Αἰγύπτῳ τῶν Ἑβραίων, δείσας ὁ βασιλεὺς τῆς χώρας τὴν ἐκ τοῦ πλήθους ἐπιβουλὴν τῶν γεννωμένων ἐκ τῶν Ἑβραίων κελεύει τὰ μὲν θήλεα τρέφειν αὐτούς—ἀσθενὲς γὰρ εἰς πόλεμον γυνή —, διαφθείρειν δὲ τὰ ἄρρενα, εὐαλκῆ νεότητα ὑφορώμενος. εὐπατρίδην δὲ τὸν παῖδα ὄντα τρεῖς ἐφεξῆ,ς κρύπτοντες ἔτρεφον μῆνας οἱ γονεῖς, νικώσης τῆς φυσικῆς εὐνοίας τὴν τυραννικὴν ὠμότητα· δείσαντες δὲ ὕστερον μὴ συναπόλωνται τῷ παιδί, ἐκ βύβλου τῆς ἐπιχωρίου σκεῦός τι ποιησάμενοι τὸν παῖδα ἐνθέμενοι ἐκτιθέασι παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ἑλώδους ὄντος· ἐπετήρει δὲ τὸ ἀποβησόμενον ἄπωθεν ἑστῶσα τοῦ παιδὸς ἡ ἀδελφή. 6 sqq. Exod. cap. 1. 2.)

v.4.p.122
τὸν παῖδα ἐκτιθέασι παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ καὶ στένοντες ἀπῄεσαν, οἰκτιζόμενοι μὲν αὑτοὺς τῆς ἀνάγκης αὐτόχειράς τε καὶ τεκνοκτόνους ἀποκαλοῦντες, οἰκτιζόμενοι δὲ καὶ τὸν παῖδα τῆς παραλογωτάτης ἀπωλείας.

εἶθ’, ὡς εἰκὸς ἐν ἀλλοκότῳ πράγματι, κατηγόρουν αὑτῶν ὡς μείζονος αἰτίων συμφορᾶς· „τί γὰρ“ ἔφασκον „εὐθὺς γεννώμενον οὐκ ἐξεθήκαμεν; τὸν μὴ φθάσαντα τροφῆς ἡμέρου μεταλαχεῖν οὐδ’ ἄνθρωπον οἱ πολλοὶ νομίζουσιν· ἡμεῖς δ’ οἱ περιττοὶ καὶ τρεῖς μῆνας ὅλους ἀνεθρέψαμεν, δαψιλεστέρας μὲν ἑαυτοῖς ἀνίας, τῷ δὲ τιμωρίας ἐκπορίζοντες, ἵν’ ἡδονῶν καὶ ἀλγηδόνων ἐπὶ πλεῖστον ἀντιλαμβάνεσθαι δυνάμενος

ἐν αἰσθήσει κακῶν ἀργαλεωτέρων διαφθείρηται.“ καὶ οἱ μὲν ἀγνοίᾳ τοῦ μέλλοντος ἀπῄεσαν οἰκτρῷ κατεσχημένοι πένθει, ἀδελφὴ δὲ τοῦ ἐκτεθέντος βρέφους ἔτι παρθένος ὑπὸ φιλοικείου πάθους μικρὸν ἄποθεν ἐκαραδόκει τὸ ἀποβησόμενον· ἅ μοι δοκεῖ πάντα συμβῆναι κατὰ θεὸν προμηθούμενον τοῦ παιδός.

θυγάτηρ ἦν τῷ βασιλεῖ τῆς χώρας ἀγαπητὴ καὶ μόνη· ταύτην φασὶ γημαμένην ἐκ πολλοῦ χρόνου μὴ κυΐσκειν τέκνων ὡς εἰκὸς ἐπιθυμοῦσαν καὶ μάλιστα γενεᾶς ἄρρενος, ἣ τὸν εὐδαίμονα κλῆρον τῆς πατρῴας ἡγεμονίας διαδέξεται κινδυνεύοντα ἐρημίᾳ θυγατριδῶν ἀλλοτριωθῆναι.

κατηφοῦσαν δὲ ἀεὶ καὶ στένουσαν ὡς μάλιστα ἐκείνῃ τῇ [*](1 περὶ Η (Turn.) 2 αὐτοὺς COMK1Z 4 εἰκὸς GHP: om. ceteri ἐν ἄλλω πράγματι ἀλλοκότω HP κατηγορούντων VO αὐτῶν CMK 5 ἔλεγον Z, ἔλεγον corr. in ἔφασκον Κ γεννώμενον VOKZAG2: γενόμενον ceteri 6 τὸν] τὰ M τὸν γὰρ μὴ AG ἡμέρου] ἡμετέρας corr. ex ἡμετέρου Z 7 ὅλους μῆνας transp. CVO, ὅλους om. Α 8 ἀνεθρέψαμεν GH2, ἀνεθρέψομεν (sic) H1P ἐθρέψαμεν ceteri ἑαυτοῖς KZ: αὐτοῖς CMGH1P, αὑτοῖς ceteri 9 ἡδονῶν] ἐν ὀδυνῶν coni. Mang. 11 κατισχημένοι VOMA, κατησχημένοι G πάθει Κ, πάθει HP 12 ἔτΙ παρθένος GHP: om. ceteri φιλοικίου Ο, φιλονεικίου M ἴν C, ἄποθεν ο corr. ex ω) Z, ἄπωθεν ω corr. ex ο) Κ, ἄπωθεν Ε 14 προμυθούμενον G post θυγάτηρ add. δὲ BMKZ, γὰρ CEVO 15 τοῦ χρόνου VOK2 τέκνων GHP Clem.: om. ceteri 17 ἡγεμονίας GHP: εὐδαιμονίας καὶ ἡγεμονίς A(v), κληρονομίας καὶ ἡγεμονίας ceteri post κινδυνεύοντα add. ἤδη V2O 18 ἀεὶ K1ZH2: om. Α, δὴ ceteri ὡς om. CVO) [*](14 sqq. pergit Clem. Alex.: ἐνταῦθα ἡ θυγάτηρ τοῦ βασιλέως, συχνῷ χρόνῳ μὴ κυΐσκουσα, τέκνων δὲ ἐπιθυμοῦσα, ἐκείνης ἀφικνεῖται τῆς ἡμέρας ἐπὶ τὸν ποταμὸν λουτροῖς καὶ περιρραντηρίοις χρησομένη· ἐπακούσασα δὲ κλαυθμυριζομένου τοῦ παιδὸς κελεύει προσενεχθῆναι ατοικτείρασα ἐζήτει τροφόν. ἐνταῦθα προσδραμοῦσα ἡ ἀδελφὴ τοῦ παιδὸς ἔχειν αυτῃ και κ ἔφασκεν Ἑβραίαν γυναῖκα μὴ πρὸ πολλοῦ τετοκυῖαν, ἢν παραστήσειν αὐτῇ τροφόν, εἰ βούλοιτο· τῆς δὲ συνθεμένης καὶ δεηθείσης παρήνεγκε τὴν μητέρα τὴν τοῦ παιδὸς τροφὸν ἐσομένην ὥς τινα ἄλλην οὖσαν ἐπὶ ῥητῷ μισθῷ. εἶτα τίθεται τῷ παιδίῳ ὄνομα ἡ βασιλὶς Μωυσῆν ἐτύμως διὰ τὸ ἐξ ὕδατος ἀνελέσθαι αὑτό· τὸ γὰρ ὕδωρ μῶυ ὀνομάζουσιν Αἰγύπτιοι.)

v.4.p.123
ἡμέρᾳ τῷ βάρει τῶν φροντίδων ἀπαγορεῦσαι καὶ δι’ ἔθους ἔχουσαν οἴκοι καταμένειν καὶ μηδὲ τὰς κλισιάδας ὑπερβαίνειν ἐξορμῆσαι μετὰ θεραπαινίδων ἐπὶ τὸν ποταμόν, ἔνθα ὁ παῖς ἐξέκειτο· κἄπειτα λουτροῖς καὶ περιρραντηρίοις χρῆσθαι μέλλουσαν ἐν τῷ δασυτάτῳ τῶν ἑλῶν αὐτὸν θεάσασθαι καὶ κελεῦσαι προσφέρειν.

εἶτα ἀπὸ κεφαλῆς ἄχρι ποδῶν καταθεωμένην τήν τε εὐμορφίαν καὶ εὐεξίαν ἀποδέχεσθαι καὶ δεδακρυμένον ὁρῶσαν ἐλεεῖν, ἤδη τῆς ψυχῆς τετραμμένης αὐτῇ πρὸς μητρῷον πάθος ὡς ἐπὶ γνησίῳ παιδί· γνοῦσαν δ’ ὅτι τῶν Ἑβραίων ἐστὶ καταδεισάντων τοῦ βασιλέως τὸ πρόσταγμα βουλεύεσθαι περὶ τῆς τροφῆς αὐτοῦ· μὴ γὰρ ἀσφαλὲς εὐθὺς εἶναι νομίζειν εἰς τὰ βασίλεια ἄγειν.

διαπορούσης δ’ ἔτι, τὴν ἀδελφὴν τοῦ παιδὸς καθάπερ ἀπὸ σκοπῆς τὸν ἐνδοιασμὸν στοχασαμένην πυνθάνεσθαι προσδραμοῦσαν, εἰ βουλήσεται γαλακτοτροφηθῆναι τοῦτον παρὰ γυναίῳ τῶν Ἑβραϊκῶν οὐ πρὸ πολλοῦ κυήσαντι·

τῆς δὲ βούλεσθαι φαμένης, τὴν αὑτῆς καὶ τοῦ βρέφους μητέρα παραγαγεῖν ὡς ἀλλοτρίαν, ἣν ἑτοιμότερον ἀσμένην ὑπισχνεῖσθαι πρόφασιν ὡς ἐπὶ μισθῷ τροφεύσειν, ἐπινοίᾳ θεοῦ τοῦ τὰς πρώτας τροφὰς τῷ παιδὶ γνησίας εὐτρεπίζοντος· εἶτα δίδωσιν ὄνομα θεμένη Μωυσῆν ἐτύμως διὰ τὸ ἐκ τοῦ ὕδατος αὐτὸν ἀνελέσθαι· τὸ γὰρ ὕδωρ μῶυ ὀνομάζουσιν Αἰγύπτιοι.

Ἐπεὶ δ’ ἀθρόας ἐπιδόσεις καὶ παραυξήσεις λαμβάνων οὐ σὺν [*](2. 3 μετὰ τῶν θεραπαινίδων VO 4 μέλλουσαν — θεάσασθαι (5) om. H1P, add. mg. H2 αὐτὸ KZH2 5 εἶτ’ Α 6 τ’ Α εὐμορφίαν καὶ εὐεξίαν GHP: εὐεξίαν καὶ εὐμορφίαν ceteri ἀποδέξασθαι K1Z 8 γνοῦσαν GHP: γνοῦσα ceteri 9 τὸ τοῦ βασιλέως πρόσταγμα VO βουλεύεται KZ 10 εὐθὺς] αὐτὴ V, αὐτὴ OK2 11 σκοπιῆς VOK2, σκοπιᾶς G, σκοποῦ K1ZH2 τοῦ ἐνδοιασμοῦ coni. Mang.; sed cf. e. gr. Ι 19,9 13 τοῦτον scripsi: τοῦτο codd. (v) περὶ Z γυναίῳ τῶν ἑβραϊκῶν H1P: γυναίῳ ἑβραϊκῶ k1ZH2, γυναίων ἑβραϊκῶν V2OK2, γυναικῶν ἑβραϊκῶν ceteri οὐ—κυήσαντι om. ΒΕΑ κυήσαντι GHP: κυησάσῃ Κ1Ζ, κυησασῶν C, κυησάντων ceteri 14 αὑτῆς EVOGH2: αὐτῆς ceteri προσαγαγεῖν VO, πάρα in πρόσ’ corr. Κ 15 ἣν GHPKZ: τὴν δ’ V2O, ὡς ceteri ἀσμένως KZH2 ὑπισχνεῖται K1Z πρόφασιν ὡς BEMA: πρόφασιν (om. ὡς) CVOK2, προφάσει τοῦ GHPK1Z 16 τροφεῦσιν C1Z τοῦ K1ZH2: καὶ CVOK2H1P, om. BEMAG; fort. scribendum τοῦ καὶ 17 θεμένην V1A μωσῆν codd. ἑτοίμως VG 18 ἀνελέσθαι] γενέσθαι Α μῶυ Clem. Al.: μῶς codd. (v)) [*](17 loseph. Ant. lud. II 228 . . . κἀπ’ αὐτῶν τὴν ἐπίκλησιν ταύτην τῶν συμβεβηκότων ἔθετο εἰς τὸν ποταμὸν ἐμπεσόντι· τὸ γὰρ ὕδωρ μῶυ ἰγύπτιοι καλοῦσιν, σῆς ἐσῆς Niese) δὲ τοὺς ἐξ ὕδατος] σωθέντας cf. c. Ap. I 286. Hesych. μῶυ· τὸ ὕδωρ. Suid. μῶυ· τὸ ὕδωρ παρ’ Αἰγυπτίοις, ἐξ οὗ καὶ Μωυσῆς.)

v.4.p.124
λόγῳ τῷ κατὰ χρόνον θᾶττον δ’ ἀπότιτθος γίνεται, παρῆν ἡ μήτηρ ἅμα καὶ τροφὸς κομίζουσα τῇ δούσῃ μηκέτι γαλακτοτροφίας δεόμενον, εὐγενῆ καὶ ἀστεῖον ὀφθῆναι.

τελειότερον δὲ τῆς ἡλικίας ἰδοῦσα κἀκ τῆς ὄψεως ἔτι μᾶλλον ἢ πρότερον σπάσασα εὐνοίας υἱὸν ποιεῖται τὰ περὶ τὸν ὄγκον τῆς γαστρὸς τεχνάσασα πρότερον, ἵνα γνήσιος ἀλλὰ μὴ ὑποβολιμαῖος νομισθῇ· πάντα δ’ ἐξευμαρίζει θεὸς ἃ ἂν ἐθελήσῃ καὶ τὰ δυσκατόρθωτα.

τροφῆς οὖν ἤδη βασιλικῆς καὶ θεραπείας ἀξιούμενος οὐχ οἷα κομιδῇ νήπιος ἥδετο τωθασμοῖς καὶ γέλωσι καὶ παιδιαῖς, καίτοι τῶν τὴν ἐπιμέλειαν αὐτοῦ παρειληφότων ἀνέσεις ἔχειν ἐπιτρεπόντων καὶ μηδὲν ἐπιδεικνυμένων σκυθρωπόν, ἀλλ’ αἰδῶ καὶ σεμνότητα παραφαίνων ἀκούσμασι καὶ θεάμασιν, ἃ τὴν ψυχὴν ἔμελλεν ὠφελήσειν, προσεῖχε.