Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

καλείσθω οὖν ὁ μὲν τύραννος ἄρχων πολέμου, ὁ δὲ βασιλεὺς ἡγεμὼν εἰρήνης, Σαλήμ, καὶ προσφερέτω τῇ ψυχῇ τροφὰς εὐφροσύνης καὶ χαρᾶς πλήρεις· ἄρτους γὰρ καὶ οἶνον προσφέρει, ἅπερ Ἀμμανῖται καὶ Μωαβῖται τῷ βλέποντι παρασχεῖν οὐκ ἠθέλησαν, οὗ χάριν ἐκκλησίας εἴργονται καὶ συλλόγου θείου· Ἀμμανῖται γὰρ οἱ ἐκ τῆς μητρὸς αἰσθήσεως καὶ Μωαβῖται οἱ ἐκ τοῦ πατρὸς νοῦ φύντες τρόποι δύο ταῦτα τῶν ὄντων συνεκτικὰ νομίζοντες νοῦν καὶ αἴσθησιν, θεοῦ δὲ μὴ [*](1 γε] δὴ D θεοῦ—πάντα add. D: om. codd. κτήματα coni. Wendl. μόνον L χάριν] ἀρχὴν D 2 τοῖς] τὶς Η ὀρθότατα] ὀρθῶς ταῦτα D 2. 3 ἀποκρίνοιτο D: ἀποκρίναιτο codd. 3 καὶ χάρις τοῦ Turn.: καὶ χάρις (om. τοῦ) D, κεχάριστο codd. ἢν — γένει om. D 4 καὶ χάρισμα D: χάρις (om. καὶ) codd. 6 καὶ addidi 9 βασιλεὺς δίκαιος om. L ἐχθρός D R 11 τῷ om. D 12 σφόδρα D λέγω add. D: om. codd. 13 δεύτερος om. D, seclusi οὖν seciusi 14 μᾶλλον ἡ D: μόνον ἀλλὰ codd. ἔπειτα D: ἐπεὶ τὰ codd. 10 τοῦ om. D καὶ τεχνίτου seclusi, καὶ τεχνίτου x003E; κυβερνήτου v ὀρθὸς D: ἀληθὴς codd. 18 προσφερέτω προφερέτω codd.) [*](9—10 DK fol. 260r Φίλωνος ἐκ τῶν γ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας: βασιλεὺς ἐχθρὸν — εἰσηγητής. —18 DR fol. 113v Φίλωνος ἐκ τοῦ γ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας: βασιλεὺς ἐχθρὸς—ἡγεμὼν εἰρήνης. — 18 Anton. Mel. II 1 Col. 1004 Φίλωνος: τύραννός ἐστιν ἄρyων πολέμου, βασιλεὺς ἡγεμὼν εἰρήνης.)

v.1.p.131
λαμβάνοντες ἔννοιαν, „οὐκ εἰσελεύσονται“ φησὶ Μωυσῆς „εἰς ἐκκλησίαν κυρίου, ... παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ἡμῖν μετ’ ἄρτων καὶ ὕδατος“ (Deut. 23, 3. 4) ἐξιοῦσιν ἐκ τῶν παθῶν Αἰγύπτου.

ἀλλ’ ὁ μὲν Μελχισεδὲκ ἀντὶ ὕδατος οἶνον προσφερέτω καὶ ποτιζέτω καὶ ἀκρατιζέτω ψυχάς, ἵνα κατάσχετοι γένωνται θείᾳ μέθῃ νηφαλεωτέρᾳ νήψεως αὐτῆς· ἱερεὺς γάρ ἐστι λόγος κλῆρον ἔχων τὸν ὄντα καὶ ὑψηλῶς περὶ αὐτοῦ καὶ ὑπερόγκως καὶ μεγαλοπρεπῶς λογιζόμενος· τοῦ γὰρ ὑψίστου ἐστὶν ἱερεύς (Gen. 14, 18), οὐχ ὅτι ἐστί τις ἄλλος οὐχ ὕψιστος — ὁ γὰρ θεὸς εἷς ὢν „ἐν τῷ οὐρανῷ ἄνω ἐστὶ καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ“ (Deut. 4, 39) —, ἀλλὰ τὸ μὴ ταπεινῶς καὶ χαμαιζήλως ὑπερμεγέθως δὲ καὶ ὑπεραΰλως καὶ ὑψηλῶς νοεῖν περὶ θεοῦ ἔμφασιν τοῦ ὑψίστου κινεῖ.

τί δὲ εἰργάσατο ἤδη καλὸν ὁ Ἀβράμ, ὅτι κελεύει αὐτῷ πατρίδος καὶ τῆς γενεᾶς ταύτης ξενοῦσθαι καὶ γῆν οἰκεῖν, ἣν ἂν αὐτὸς δῷ ὁ θεός (Gen. 12, 1) ; πόλις δέ ἐστιν ἀγαθὴ καὶ πολλὴ καὶ σφόδρα εὐδαίμων, τὰ γὰρ δῶρα τοῦ θεοῦ μεγάλα καὶ τίμια. ἀλλὰ καὶ τοῦτον τὸν τρόπον ἐγέννησε τύπον ἔχοντα σπουδῆς ἄξιον· ἑρμηνεύεται γὰρ Ἀβρὰμ „πατὴρ μετέωρος“, δι’ ἀμφοτέρων τῶν ὀνομάτων ἐπαινετός· ὁ γὰρ νοῦς, ὅταν μὴ δεσπότου τρόπον ἀπειλῇ

τῇ ψυχῇ, ἀλλ’ ὡς πατὴρ ἄρχῃ, μὴ τὰ ἡδέα χαριζόμενος αὐτῇ, τὰ δὲ συμφέροντα καὶ ἀκούσῃ διδούς, καὶ ἐπίπαν τῶν ταπεινῶν καὶ ἀγόντων ἐπὶ τὰ θνητὰ ἀποστὰς μετεωροπολῇ καὶ συνδιατρίβῃ θεωρήμασι τοῖς περὶ κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ ἔτι μᾶλλον ἐπανιὼν ἐρευνᾷ τὸ θεῖον καὶ τὴν τούτου φύσιν δι’ ἔρωτα ἐπιστήμης ἄλεκτον, μένειν ἐπὶ τῶν ἐξ ἀρχῆς δογμάτων οὐ δύναται, ἀλλὰ μετοικίαν ζητεῖ βελτιούμενος ἀμείνω.

ἐνίους δὲ ὁ θεὸς καὶ πρὸ τῆς γενέσεως καλῶς διαπλάττει καὶ διατίθεται καὶ κλῆρον ἔχειν ἄριστον προῄρηται. οὐχ ὁρᾷς, τί περὶ τοῦ Ἰσαάκ φησι τῷ Ἀβραὰμ οὐκ ἐλπίσαντι, ὅτι γενήσεται τοιούτου γεννήματος πατήρ, ἀλλὰ καὶ γελάσαντι ἐπὶ τῇ ὑποσχέσει καὶ εἰπόντι „Εἰ τῷ ἑκατονταετεῖ γενήσεται, καὶ Σάρρα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται“ (Gen. 17, 17) ; καταφάσκει καὶ ἐπινεύει λέγων „Ναί, ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ [*](1 φησὶν Α Μώσης codd. εἰς ἐκκλησίαν om. codd. 2 ἡμῖν codd.: ὑμῖν Mang. (LXX) 6 ἱερὸς coni. Wendl. 7 τοῦ γὰρ codd.: θεοῦ γὰρ τοῦ Mang. ex LXX 9 τῆς γῆς codd.: τῆς om. v 10 τὸ codd.: τῷ v 12 Ἁβραάμ codd., corr. Mang. 13 ἀποξενοῦσθαι conl. Mang. 14 ἄν addidi 17 Ἀβραὰμ codd. 20 ἐπίπαν τῶν Α: ἐπὶ πάντων BPH, ἔτι πάντων L 22 κόσμον ABPH 23 ἄληκτον codd., corr. Mang. 27. 28 γενήματος H 29 γενήσεται x003E; (LXX) ἐννενήκοντα ΑΡ)

v.1.p.132
στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον“ (ib. 19).

τί οὖν ἐστι τὸ καὶ τοῦτον πρὸ τῆς γενέσεως ἐπαινεῖσθαι πεποιηκός; ἔνια τῶν ἀγαθῶν γενόμενα καὶ παρόντα ὠφελεῖ, οἷον ὑγίεια, εὐαισθησία, πλοῦτος εἰ τύχοι, δόξα — λεγέσθω γὰρ καὶ ταῦτα καταχρηστικώτερον ἀγαθά —, ἔνια δ’ οὐ γενόμενα μόνον ἀλλὰ καὶ θεσπισθέντα ὅτι γενήσεται, ὥσπερ ἡ χαρὰ — εὐπάθεια ψυχῆς ἐστιν ἥδε — [γὰρ] οὐχ ὅταν παροῦσα δραστηρίως ἐνεργῇ μόνον εὐφραίνει, ἀλλὰ καὶ ὅταν ἐλπίζηται προγανοῖ· ἐξαίρετον γὰρ καὶ τοῦτ’ ἔχει· τὰ μὲν ἄλλα ἀγαθὰ ἰδίᾳ ἐνεργεῖ, ἡ δὲ χαρὰ καὶ ἴδιον καὶ κοινὸν ἀγαθόν ἐστιν· ἐπιγίνεται γοῦν ἅπασι, χαίρομεν γὰρ καὶ ἐπὶ ὑγείᾳ καὶ ἐπ’ ἐλευθερίᾳ καὶ ἐπὶ τῇ τιμῇ καὶ ἐπὶ τοῖς ἄλλοις, ὥστε κυρίως εἰπεῖν μηδὲν εἶναι ἀγαθόν, ᾧ μὴ πρόσεστι χαρά.

ἀλλ’ οὐ μόνον ἐπὶ προγεγενημένοις ἤδη τοῖς ἄλλοις ἀγαθοῖς καὶ παροῦσι χαίρομεν, ἀλλὰ καὶ ἐπὶ μέλλουσι καὶ προσδοκωμένοις, οἷον ὅτε ἐλπίζομεν πλουτήσειν ἢ ἄρξειν ἢ ἐπαινεθήσεσθαι ἢ νόσων ἀπαλλαγὴν εὑρήσεσθαι ἢ εὐτονίας καὶ ῥώμης κοινωνήσειν ἢ ἐπιστήμονες ἀντ’ ἀνεπιστημόνων ἔσεσθαι, γεγήθαμεν οὐ μετρίως. ἐπειδὴ τοίνυν ἡ χαρὰ οὐ παροῦσα μόνον ἀλλὰ καὶ ἐλπιζομένη ἀναχεῖ τε καὶ εὐφραίνει τὴν ψυχήν, εἰκότως τὸν Ἰσαὰκ πρὶν γεννηθῆναι ὀνόματός τε καὶ δωρεᾶς μεγάλης ἠξίωσε· γέλως γὰρ ψυχῆς καὶ χαρὰ καὶ εὐφροσύνη διερμηνεύεται

οὗτος. πάλιν δὲ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ τὸν μὲν ἄρχοντα καὶ ἡγεμόνα καὶ δεσπότην τὸν δὲ Ἠσαῦ ὑπήκοον καὶ δοῦλον ἔτι κατὰ γαστρὸς ὄντας φησὶν εἶναι· ὁ γὰρ ζῳοπλάστης θεὸς ἐπίσταται τὰ ἑαυτοῦ καλῶς δημιουργήματα καὶ πρὶν αὐτὰ εἰς ἄκρον διατορεῦσαι, τάς τε δυνάμεις, αἷς αὖθις χρήσονται, καὶ συνόλως τὰ ἔργα τούτων καὶ πάθη. ἐπειδὴ γὰρ πορεύεται ἡ ὑπομονητικὴ ψυχὴ Ῥεβέκκα πυθέσθαι παρὰ θεοῦ, ἀποκρίνεται αὐτῇ, ὅτι „δύο ἔθνη ἐν τῇ γαστρί σού ἐστι, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ [*](4 εἰ τύχη ABP 5 καὶ om. L θεσπισθέντα] ἐλπισθέντα coni. Mang. 6 εὐπάθεια — ἥδε in parenthesi posuit et γὰρ seclusit Wendl. τῆς ψυχῆς Mang. ἥδε om. D γὰρ οὐχ] οὐ γὰρ D 7 δραστηρίους ἐνεργεῖ DM καὶ εὐφραίνει D εὐφραίνῃ H 8 προγαννοῖ DR γὰρ] δὲ DM τοῦτο D τὰ—χαρὰ (9) om. D 9 ἀγαθόν] γαθὸν L, γαῦρόν Turn. ἐπιγίνεται—ἄλλοις (11) om. D 10 ἅπασιν BH ὑγεία codd.: ὑγιείᾳ Mang. τῆ τιμὴ codd.: τῇ om. v 11 οὐδὲν DR ᾦ] ὃ DR 17 ἀναχεῖ τε corr. Turn.: ἀναχεῖται codd. 21 ὑπήκουον BH 2.5 ὑπονητικὴ L, ὑπονοητικὴ Turn. 26 θεῶ BH 6—12 D P fol. 369v D M fol. 276v D R fol. 276v Φίλωνος ἐκ τοῦ περὶ τῶν (sic): ἡ χαρά—χαρά.)

v.1.p.133
μείζων δουλεύσει τῷ ἐλάσσονι“ (Gen. 25, 23).

φύσει γὰρ δοῦλον παρὰ θεῷ τὸ φαῦλον καὶ ἄλογον, ἡγεμονικὸν δὲ καὶ ἐλεύθερον τὸ ἀστεῖον καὶ λογικὸν καὶ ἄμεινον, καὶ οὐχ ὅταν ἤδη γένηται ἐν τῇ ψυχῇ τέλειον ἑκάτερον, ἀλλὰ κἂν ἐνδοιάζηται· ὅλως γὰρ καὶ μικρά τις αὖρα τῆς ἀρετῆς ἀρχὴν καὶ ἡγεμονίαν, οὐκ ἐλευθερίαν μόνον, ἐμφαίνει, καὶ ἔμπαλιν ἡ τυχοῦσα κακίας γένεσις δουλοῖ τὸν λογισμόν, κἂν μήπω τέλειον αὐτῆς ἐκφοιτήσῃ τὸ γέννημα.

τί δὲ παθὼν ὁ αὐτὸς οὗτος Ἰακώβ, τοῦ Ἰωσὴφ τοὺς δύο υἱοὺς προσαγαγόντος τὸν πρεσβύτερον Μανασσῆν καὶ τὸν νεώτερον Ἐφραΐμ, ἐναλλάττει τὰς χεῖρας καὶ τὴν μὲν δεξιὰν ἐπιτίθησι τῷ νεωτέρῳ Ἐφραΐμ, τὴν δ’ εὐώνυμον τῷ πρεσβυτέρῳ Μανασσῇ, καὶ βαρὺ τὸ πρᾶγμα ἡγησαμένου τοῦ Ἰωσὴφ καὶ οἰηθέντος τὸν πατέρα ἄκοντα σφαλῆναι περὶ τὴν τῶν χειρῶν ἐπίθεσιν, φησίν· οὐ διήμαρτον, ἀλλ’ „οἶδα, τέκνον, οἶδα, καὶ οὗτος ἔσται εἰς λαὸν καὶ οὗτος ὑψωθήσεται, ἀλλ’ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται“ (Gen. 48, 19).

τί οὖν χρὴ λέγειν ἢ τοῦτο, ὅτι δύο φύσεις ἐδημιουργήθησαν ἐν ψυχῇ ὑπὸ θεοῦ σφόδρα ἀναγκαῖαι, μνήμη τε καὶ ἀνάμνησις; ἀμείνων μὲν ἡ μνήμη, χείρων δὲ ἡ ἀνάμνησις· ἡ μὲν γὰρ ἐναύλους ἔχει καὶ ἐναργεῖς τὰς καταλήψεις, ὡς μηδὲ ἀγνοίᾳ διαμαρτεῖν, ἀναμνήσεως δὲ λήθη πάντως προηγεῖται, πηρὸν καὶ τυφλὸν πρᾶγμα.

πρεσβύτερον δὲ τὸ χεῖρον ἡ ἀνάμνησις εὑρίσκεται μνήμης τοῦ κρείττονος· * * * συνεχὲς καὶ ἀδιάστατον· οἱ γὰρ πρῶτον εἰς τὰς τέχνας εἰσαγόμενοι περικρατῆσαι τῶν εἰς αὐτὰς θεωρημάτων ἀδυνατοῦμεν εὐθύς· λήθῃ οὖν κατ’ ἀρχὰς χρώμενοι πάλιν ἀναμιμνῃσκόμεθα, ἕως ἐκ τοῦ πολλάκις μὲν ἐκλαθέσθαι πολλάκις δὲ ἀναμνησθῆναι βέβαιος αὖθις μνήμη κρατήσει, παρὸ καὶ νεωτέρα— ὀψίγονος γάρ ἐστι — συνίσταται τῆς ἀναμνήσεως.

συμβολικῶς οὖν ὁ μὲν Ἐφραῒμ λέγεται μνήμη, καρποφορία γὰρ ἑρμηνεύεται, τῆς τοῦ φιλομαθοῦς ψυχῆς τὸν οἰκεῖον καρπὸν ἐνηνοχυίας, ὁπότε διὰ μνήμης ἔχοι βεβαιοῦν τὰ θεωρήματα· ὁ δὲ Μανασσῆς ἀνάμνησις, μεταληφθεὶς γὰρ „ἐκ λήθης“ εἶναι λέγεται, ὁ δὲ λήθην ἐκφεύγων [*](6 τυχοῦσα codd.: τυχούσης Mang. 7 ἐκφοιτήσῃ Mang.: ἐκφυτήση DK, ἐμφοιτήση codd. 15 λέγειν; ἦ τοῦτο coni. Diels 16. 17 ἀμείνων—ἀνάμνησις om. H 17 ἡ ante μνήμη om. Mang. 18 μηδὲν coni. Wendl. 20 lacunam ante συνεχὲς indicavit Mang., ὡς συνεχοῦς καὶ ἀδιαστάτου coni. Creuzer 21. 22 κρατῆσαι τῶν περὶ αὐτὰς coni. Wendl. 24 βέβαιον Η κρατήσει codd.: κρατήσῃ Mang. 27 καρπὸν add. Mang.) [*](6—7 D R fol. 138r Φίλωνος ἐκ τοῦ περὶ τῶν μετονομαζομένων (sic): ἡ τυχοῦσα—γέννημα.)

v.1.p.134
ἀναμιμνῄσκεται πάντως. ὀρθότατα οὖν ὁ πτερνιστὴς τῶν παθῶν καὶ ἀσκητὴς ἀρετῆς Ἰακὼβ δεξιοῦται τὴν καρποφόρον μνήμην Ἐφραΐμ, δευτερείων δὲ ἀξιοῖ τὴν ἀνάμνησιν Μανασσῆν.

καὶ Μωυσῆς μέντοι τῶν θυόντων τὸ Φασὲκ τοὺς μὲν τὸ πρότερον θύσαντας μάλιστα ἐπαινεῖ, ὅτι διαβάντες ἀπὸ τῶν παθῶν Αἰγύπτου ἐπέμειναν τῇ διαβάσει καὶ οὐχ ὥρμησαν ἔτι ἐπ’ αὐτά, τοὺς δὲ τὸ δεύτερον δευτερείων ἀξιοῖ (Num. 9, 6 ss.), τραπέντες γὰρ ἀνέδραμον τὴν τροπὴν καὶ ὥσπερ ἐπιλαθόμενοι τῶν πρακτέων πάλιν ἐπὶ τὸ πράττειν ὥρμησαν αὐτά, οἱ δὲ πρότεροι ἄτρεπτοι διετέλεσαν. ἔοικεν οὖν τοῖς μὲν τὸ δεύτερον Πάσχα θύουσιν ὁ ἐκ λήθης

Μανασσῆς, τοῖς δὲ τὸ πρότερον ὁ καρποφόρος Ἐφραΐμ. ὅθεν καὶ Βεσελεὴλ ἀνακαλεῖ ὁ θεὸς ἐξ ὀνόματος καί φησιν αὐτῷ δωρήσασθαι σοφίαν καὶ ἐπιστήμην, καὶ δημιουργὸν αὐτὸν καὶ ἀρχιτέκτονα πάντων τῶν τῆς σκηνῆς, τουτέστι τῶν τῆς ψυχῆς ἔργων, ἀποδείξειν (Exod. 31, 2 ss.), μηδὲν ἔργον, ὃ κἂν ἐπαινέσειέ τις, προϋποδείξας αὐτοῦ. λεκτέον οὖν ὅτι καὶ τοῦτο τὸ σχῆμα τῇ ψυχῇ ἐντετύπωκεν ὁ θεὸς νομίσματος δοκίμου τρόπον. τίς οὖν ἐστιν ὁ χαρακτὴρ εἰσόμεθα, ἐὰν τὴν ἑρμηνείαν πρότερον τοῦ ὀνόματος ἀκριβώσωμεν.

ἑρμηνεύεται οὖν Βεσελεὴλ ἐν σκιᾷ θεοῦ· σκιὰ θεοῦ δὲ ὁ λόγος αὐτοῦ ἐστιν, ᾧ καθάπερ ὀργάνῳ προσχρησάμενος ἐκοσμοποίει. αὕτη δὲ ἡ σκιὰ καὶ τὸ ὡσανεὶ ἀπεικόνισμα ἑτέρων ἐστὶν ἀρχέτυπον· ὥσπερ γὰρ ὁ θεὸς παράδειγμα τῆς εἰκόνος, ἣν σκιὰν νυνὶ κέκληκεν, οὕτως ἡ εἰκὼν ἄλλων γίνεται παράδειγμα, ὡς καὶ ἐναρχόμενος τῆς νομοθεσίας ἐδήλωσεν εἰπών· „καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ’ εἰκόνα θεοῦ“ (Gen. 1, 27), ὡς τῆς μὲν εἰκόνος κατὰ τὸν θεὸν ἀπεικονισθείσης, τοῦ δὲ ἀνθρώπου κατὰ

τὴν εἰκόνα λαβοῦσαν δύναμιν παραδείγματος. τίς οὖν ὁ ἐπιγινόμενος χαρακτήρ, θεασώμεθα. ἐζήτησαν οἱ πρῶτοι, πῶς ἐνοήσαμεν τὸ θεῖον, εἶθ’ οἱ δοκοῦντες ἄριστα φιλοσοφεῖν ἔφασαν, ὅτι ἀπὸ τοῦ κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ τῶν ἐνυπαρχουσῶν τούτοις δυνάμεων ἀντίληψιν ἐποιησάμεθα τοῦ αἰτίου·

ὥσπερ γάρ, εἴ τις ἴδοι δεδημιουργημένην οἰκίαν ἐπιμελῶς προπυλαίοις στοαῖς ἀνδρῶσι γυναικωνίτισι τοῖς ἄλλοις οἰκοδομήμασιν, ἔννοιαν λήψεται τοῦ τεχνίτου — οὐ γὰρ ἄνευ τέχνης καὶ [*](3 Μώσης codd. μέντοι ABP: μὲν Η 4 τὸ Φσὲκ Mang.: τῶ Φασὲκ codd. τὸ ante πρότερον addidi 5 παθῶν Mang.: ποταμῶν codd. 10 ὅθεν] πόθεν coni. Markland 11 δωρήσασθαι codd.: δωρήσεσθαι v 16 ἐστιν om. L 17 πρότερον scripsi: πρὸ codd. 17. 18 ἐν σκιᾷ θεοῦ Mang.: ἐν σκιᾶ ὁ θεός codd. 18 σκιὰ θεοῦ δὲ H: σκιὰ δὲ θεοῦ ABP 19 αὕτη Turn.: αὐτὴ codd. 26 ἐνενοήσαμεν coni. Mang. 30 προπυλαίοις] καὶ πυλαίοις L 31 ἀντιλήψεται L)

v.1.p.135
δημιουργοῦ νομιεῖ τὴν οἰκίαν ἀποτελεσθῆναι —, τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ πόλεως καὶ νεὼς καὶ παντὸς ἐλάττονος ἢ μείζονος κατασκευάσματος,

οὕτως δὴ καὶ εἰσελθών τις ὥσπερ εἰς μεγίστην οἰκίαν ἢ πόλιν τόνδε τὸν κόσμον καὶ θεασάμενος οὐρανὸν μὲν ἐν κύκλῳ περιπολοῦντα καὶ πάντα ἐντὸς συνειληφότα, πλανήτας δὲ καὶ ἀπλανεῖς ἀστέρας κατὰ ταὐτὰ καὶ ὡσαύτως κινουμένους ἐμμελῶς τε καὶ ἐναρμονίως καὶ τῷ παντὶ ὠφελίμως, γῆν δὲ τὸν μέσον χῶρον λαχοῦσαν, ὕδατός τε καὶ ἀέρος χύσεις ἐν μεθορίῳ τεταγμένας, ἔτι δὲ ζῷα θνητά τε αὖ καὶ ἀθάνατα καὶ φυτῶν καὶ καρπῶν διαφοράς, λογιεῖται δήπου, ὅτι ταῦτα οὐκ ἄνευ τέχνης παντελοῦς δεδημιούργηται, ἀλλὰ καὶ ἦν καὶ ἔστιν ὁ τοῦδε τοῦ παντὸς δημιουργὸς ὁ θεός. οἱ δὴ οὕτως ἐπιλογιζόμενοι διὰ σκιᾶς τὸν θεὸν καταλαμβάνουσι, διὰ τῶν ἔργων τὸν τεχνίτην κατανοοῦντες.

ἔστι δέ τις τελεώτερος καὶ μᾶλλον κεκαθαρμένος νοῦς τὰ μεγάλα μυστήρια μυηθείς, ὅστις οὐκ ἀπὸ τῶν γεγονότων τὸ αἴτιον γνωρίζει, ὡς ἂν ἀπὸ σκιᾶς τὸ μένον, ἀλλ’ ὑπερκύψας τὸ γενητὸν ἔμφασιν ἐναργῆ τοῦ ἀγενήτου λαμβάνει, ὡς ἀπ’ αὐτοῦ αὐτὸν καταλαμβάνειν καὶ τὴν σκιὰν αὐτοῦ, ὅπερ ἦν τόν τε λόγον καὶ τόνδε τὸν κόσμον.