Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ἐφαντασιώθη καὶ ἐτυπώθη. παρατήρει δ’ ὅτι ὁ μὲν ἀνὴρ λέγει τὴν γυναῖκα δεδωκέναι, ἡ δὲ γυνὴ οὐχὶ τὸν ὄφιν δεδωκέναι, ἀλλὰ ἠπατηκέναι· ἴδιον γὰρ αἰσθήσεως μὲν τὸ διδόναι, ἡδονῆς δὲ τῆς ποικίλης καὶ ὀφιώδους τὸ ἀπατᾶν καὶ παρακρούεσθαι· οἷον τὸ λευκὸν τῇ φύσει καὶ τὸ μέλαν καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν δίδωσιν ἡ αἴσθησις τῷ νῷ, οὐχὶ ἀπατῶσα ἀλλὰ πρὸς ἀλήθειαν· τοιαῦτα γάρ ἐστι τὰ ὑποκείμενα, οἵα καὶ ἡ ἀπ’ αὐτῶν προσπίπτουσα φαντασία, κατὰ τοὺς πλείστους τῶν μὴ φυσικώτερον φυσιολογούντων· ἡ δὲ ἡδονὴ οὐχ οἷόν ἐστι τὸ ὑποκείμενον, τοιοῦτον αὐτὸ γνωρίζει τῇ διανοίᾳ, ἀλλ’ ἐπιψεύδεται τέχνῃ τὸ ἀλυσιτελὲς εἰς συμφέροντος τάξιν ἐμβιβάζουσα·

ὥσπερ καὶ τῶν ἑταιρῶν τὰς εἰδεχθεῖς ἰδεῖν ἔστι φαρματτούσας καὶ ὑπογραφομένας τὴν ὄψιν, ἵνα τὸ περὶ αὐτὰς αἶσχος ἐπικρύψωσι, καὶ τὸν ἀκρατῆ ἐπὶ τὴν γαστρὸς νενευκότα ἡδονήν· οὗτος τὸν πολὺν ἄκρατον καὶ τῶν σιτίων τὴν παρασκευὴν ἀποδέχεται ὡς ἀγαθόν, βλαπτόμενος καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ἀπ’ αὐτῶν·

πάλιν τοὺς ἐρῶντας ἰδεῖν ἔστι πολλάκις ἐπὶ γυναίων αἰσχίστων ὀφθῆναι ἐπιμεμηνότας, τῆς ἡδονῆς ἀπατώσης καὶ μονονουχὶ διεξιούσης, ὅτι εὐμορφία καὶ εὔχροια καὶ εὐσαρκία καὶ τῶν μερῶν ἀναλογία περὶ τὰς πάντα τὰ ἐναντία τούτοις ἐχούσας ἐστί· τὰς γοῦν πρὸς ἀλήθειαν ἀμέμπτῳ κεχρημένας κάλλει παρορῶσιν, ἐκείνων δὲ ὧν εἶπον κατατήκονται.

πᾶσα οὖν ἀπάτη οἰκειοτάτη ἡδονῇ, δόσις δὲ αἰσθήσει· [*](3 αὐτὴ] καὶ αὐτὴ H, καὶ αὐτὴ v 5 λύσομεν scripsi: λύσωμεν codd. 6 δείξομεν L: δείξωμεν ceteri 9 συμβέβηκε L 11 προσβαλλούσης L 18 οἷα H προπίπτουσα codd., corr. Turn. 21 ἐκβιβάζουσα L 23 αὐτὰς codd.: αὑτὰς v τήν] τῆς H —26 verba καὶ τὸν ἀκρατῆ — ἀπ’ αὐτῶν sententiam turbant 24 ἡδονὴν οὕτως ὥστε . . . ἀποδέχεσθαι . . . βλαπτόμενον ooui. Diels codd.: γυναίκων (sic) Mang. 28 μερῶν] μελῶν coni. Mang. 31 κατατήκονται] ἔρωτι addendum censet Mang. πᾶσα Mang.: πάση codd.)

v.1.p.127
ἡ μὲν γὰρ σοφίζεται καὶ παράγει τὸν νοῦν, οὐχ ὁποῖα τὰ ὑποκείμενά ἐστι δηλοῦσα, ἀλλ’ ὁποῖα οὐκ ἔστιν, ἡ δὲ αἴσθησις ἀκραιφνῶς δίδωσι τὰ σώματα οὕτως, ὡς ἔχει φύσεως ἐκεῖνα, πλάσματος καὶ τέχνης ἐκτός.

„Καὶ εἶπε κύριος ὁ θεὸς τῷ ὄφει Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φάγεσαι πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ τοῦ σπέρματος αὐτῆς. αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν“ (Gen. 3, 14. 15). διὰ τίνα αἰτίαν χωρὶς ἀπολογίας καταρᾶται τῷ ὄφει, κελεύων ἐν ἑτέροις ὡς εἰκὸς „στῆναι τοὺς δύο, οἷς ἐστιν ἡ ἀντιλογία“ (Deut. 19, 17) καὶ μὴ τῷ ἑτέρῳ προπιστεύειν;

καὶ μὴν ὁρᾷς ὅτι τῷ Ἀδὰμ οὐ προπεπίστευκε κατὰ τῆς γυναικός, ἀλλὰ δίδωσιν αὐτῇ εἰς ἀπολογίαν ἀφορμήν, ὅταν πυνθάνηται „τί τοῦτο ἐποίησας“ (Gen. 3, 13) ; ἡ δέ γε ὁμολογεῖ πταῖσαι παρὰ τὴν τῆς ὀφιώδους καὶ ποικίλης ἡδονῆς ἀπάτην. τί οὖν ἐκώλυε, καὶ τῆς γυναικὸς εἰπούσης ὅτι ὁ ὄφις ἠπάτησέ με, πυθέσθαι τοῦ ὄφεως, εἰ οὗτος ἠπάτησεν, ἀλλὰ μὴ ἀκρίτως χωρὶς ἀπολογίας καταρᾶσθαι;

λεκτέον οὖν ὅτι ἡ αἴσθησις οὔτε τῶν φαύλων οὔτε τῶν σπουδαίων ἐστίν, ἀλλὰ μέσον τι αὕτη καὶ κοινὸν σοφοῦ τε καὶ ἄφρονος, καὶ γενομένη μὲν ἐν ἄφρονι γίνεται φαύλη, ἐν ἀστείῳ δὲ σπουδαία. εἰκότως οὖν, ἐπειδὴ φύσιν ἐξ ἑαυτῆς μοχθηρὰν οὐκ ἔχει, ἀλλ’ ἐπαμφοτερίζουσα νεύει πρὸς ἑκάτερα τό τε εὖ καὶ χεῖρον, οὐ καταδικάζεται πρὶν ὁμολογῆσαι, ὅτι ἠκολούθησε τῷ χείρονι.

ὁ δὲ ὄφις ἡ ἡδονὴ ἐξ ἑαυτῆς ἐστι μοχθηρά· διὰ τοῦτο ἐν μὲν σπουδαίῳ οὐχ εὑρίσκεται τὸ παράπαν, μόνος δ’ αὐτῆς ὁ φαῦλος ἀπολαύει. κατὰ τὸ οἰκεῖον οὖν μὴ διδοὺς ἀπολογίαν αὐτῇ καταρᾶται ὁ θεός, σπέρμα ἀρετῆς οὐκ ἐχούσῃ, ἀλλὰ αἰεὶ καὶ πανταχοῦ ἐπιλήπτῳ καὶ μιαρᾷ καθεστώσῃ.

διὰ τοῦτο καὶ τὸν Εἲρ χωρὶς αἰτίας περιφανοῦς πονηρὸν οἶδεν ὁ θεὸς (Gen. 38, 7) καὶ ἀποκτείνει· τὸν γὰρ δερμάτινον ὄγκον ἡμῶν τὸ σῶμα — Εἲρ γὰρ δερμάτινος ἑρμηνεύεται — πονηρόν τε καὶ ἐπίβουλον τῆς ψυχῆς οὐκ ἀγνοεῖ καὶ νεκρὸν καὶ τεθνηκὸς αἰεί· μὴ γὰρ [*](p. 101 M.) ἄλλο τι νοήσῃς ἕκαστον ἡμῶν ποιεῖν ἢ νεκροφορεῖν, | τὸ νεκρὸν ἐξ [*](5 πάντων prius] πασῶν Η 9 κεφαλήν codd.: τὴν κεφαλήν v 11 ὡς addidi εἰκὸς στῆναι codd.: ἀκουσθῆναι v 14 εἰς ἀπολογίαν ΑΒΡΗ, εἰς om. L, ἀπολογίας v 17 εἰ οὕτως οὗτος Mang., οὕτως om. codd. οὗτος] fort. ὄντως, quod coni. Mang. pro οὕτως 21 φύσιν corr. Turn.: φησιν codd. μοχθηρὰν corr. Turn.: μοχθηρίαν codd. 26 διδοὺς scripsi: διδούσῃ codd. 28 Εἲρ codd. 29 ἀποκτενεῖ codd. 32 νοήσῃς scripsi νοήσειέ τις coni. Mang.): ποιήσης AP, ποιήσεις ΒΗ, ποιήσειε v)

v.1.p.128
ἑαυτοῦ σῶμα ἐγειρούσης καὶ ἀμοχθὶ φερούσης τῆς ψυχῆς· καὶ τὴν εὐτονίαν αὐτῆς, εἰ βούλει, κατανόησον.

ὁ μὲν ἐρρωμενέστατος ἀθλητὴς οὐκ ἂν ἰσχύσαι τὸν ἑαυτοῦ πρὸς βραχὺν χρόνον ἀνδριάντα κομίσαι, ἡ δὲ ψυχὴ μέχρις ἑκατονταετίας ἔστιν ὅτε τὸν τοῦ ἀνθρώπου φέρει κούφως ἀνδριάντα μὴ κάμνουσα· οὐ γὰρ νῦν αὐτὸν ἀπέκτεινεν, ἀλλ’ ἐξ ἀρχῆς νεκρὸν τὸ σῶμα ἀπειργάσατο.

πονηρὸν δὲ φύσει μέν, ὡς εἶπον, ἐστὶ καὶ ψυχῆς ἐπίβουλον, οὐ φαίνεται δὲ πᾶσιν, ἀλλὰ μόνῳ τῷ θεῷ καὶ εἴ τις θεῷ φίλος· „ἐναντίον“ γάρ φησι „κυρίου πονηρὸς Εἴρ“. ὅταν γὰρ ὁ νοῦς μετεωροπολῇ καὶ τὰ τοῦ κυρίου μυστήρια μυῆται, πονηρὸν καὶ δυσμενὲς κρίνει τὸ σῶμα· ὅταν δὲ ἀποστῇ τῆς τῶν θείων ἐρεύνης, φίλον αὑτῷ καὶ συγγενὲς καὶ ἀδελφὸν ἡγεῖται, καταφεύγει γοῦν ἐπὶ τὰ φίλα τούτῳ.

διὰ τοῦτο ἀθλητοῦ ψυχὴ καὶ φιλοσόφου διαφέρει· ὁ μὲν γὰρ ἀθλητὴς πάντα ἐπὶ τὴν τοῦ σώματος εὐεξίαν ἀναφέρει καὶ τὴν ψυχὴν αὐτὴν πρόοιτ’ ἂν ὑπὲρ αὐτοῦ ἅτε φιλοσώματος ὑπάρχων, ὁ δὲ φιλόσοφος ἐραστὴς ὢν τοῦ καλοῦ τοῦ ζῶντος ἐν ἑαυτῷ κήδεται ψυχῆς, τοῦ δὲ νεκροῦ ὄντως σώματος ἀλογεῖ μόνον στοχαζόμενος, ἵνα μὴ ὑπὸ κακοῦ

καὶ νεκροῦ συνδέτου πλημμελῆται τὸ ἄριστον ἡ ψυχή. ὁρᾷς ὅτι τὸν Εἲρ ἀποκτείνει οὐχ ὁ κύριος, ἀλλ’ ὁ θεός· οὐ γάρ, καθὸ ἄρχει καὶ ἡγεμονεύει δυναστείᾳ κράτους αὐτεξουσίῳ χρώμενος, ἀναιρεῖ τὸ σῶμα, ἀλλὰ καθὸ ἀγαθότητι καὶ χρηστότητι χρῆται — ὁ θεὸς γὰρ ἀγαθότητός ἐστι τοῦ αἰτίου ὄνομα —, ἵνα εἰδῇς ὅτι καὶ τὰ ἄψυχα οὐκ ἐξουσίᾳ πεποίηκεν ἀλλ’ ἀγαθότητι, ᾗ καὶ τὰ ἔμψυχα· ἔδει γὰρ εἰς τὴν τῶν βελτιόνων δήλωσιν γένεσιν ὑποστῆναι καὶ τῶν χειρόνων ὑπὸ δυνάμεως τῆς αὐτῆς ἀγαθότητος τοῦ αἰτίου, ἥτις ἐστὶν ὁ θεός.

πότε οὖν, ὦ ψυχή, μάλιστα νεκροφορεῖν σαυτὴν ὑπολήψῃ; ἆρά γε οὐχ ὅταν τελειωθῇς καὶ βραβείων καὶ στεφάνων ἀξιωθῇς; ἔσῃ γὰρ τότε φιλόθεος, οὐ φιλοσώματος· τεύξῃ δὲ τῶν ἄθλων, ἐὰν γυνή σου γένηται ἡ τοῦ Ἰούδα νύμφη Θάμαρ, ἥτις ἑρμηνεύεται φοῖνιξ, σύμβολον νίκης· τεκμήριον δέ· ὅταν αὐτὴν ἀγάγηται [*](3 ἰσχύσαι scripsi: ἴσχυσε codd. κομίσαι] κοσμῆσαι AP, κο(??)μί(??)σαι Β 4 μέχρτ AP 6 ὡς om. L 7 οὐ φαίνεται δὲ πᾶσιν om. H τῶ om. L 11 αὐτῶ codd. 14 πρόοιτ’ codd.: προεῖτ’ Turn. 16 ὄντως codd.: ὄντος v 17 πλημμελῆσαι BH 18 ἀποκτενεῖ codd. 19 αὐτεξουσίῳ codd.: αὐτεξουσίου D C, αὐτεξούσια Mang. 25 νικοφορεῖν (immo νικηφορεῖν) coni. Mang.) [*](18—21 D C fol. 224r τοῦ αὐτοῦ (scil. Φίλωνος) ἐκ τοῦ γ΄ τῆς νόμων ἱερῶν τὸ κύριος ὄνομα καθὸ ἄρχει καὶ ἡγεμονεύει δυναστεία κράτους αὐτεξουσίου χρώμενος· τὸ δὲ θεὸς καθὸ ἀγαθότητι καὶ χρηστότητι· θεὸς γὰρ ἀγαθός ἐστιν τοῦ αἰτίου ὄνομα.)

v.1.p.129
ὁ Εἴρ, εὐθὺς πονηρός τε εὑρίσκεται καὶ κτείνεται· λέγει γάρ· "καὶ ἔλαβεν Ἰούδας γυναῖκα Εἲρ τῷ πρωτοτόκῳ αὐτοῦ, ᾗ ὄνομα Θάμαρ“ (Gen. 38, 6), καὶ εὐθὺς ἐπιλέγει· „καὶ ἐγένετο Εἲρ πονηρὸς ἔναντι κυρίου, καὶ ἀπέκτεινεν αὐτὸν ὁ θεός" (ib. 7)· ὅταν γὰρ ὁ νοῦς τὰ ἀρετῆς ἀπενέγκηται νικητήρια, θάνατον καταψηφίζεται τοῦ νεκροῦ σώματος.

ὁρᾷς ὅτι καὶ τὸν ὄφιν ἄνευ ἀπολογίας καταρᾶται, ἡδονὴ γάρ ἐστι, καὶ τὸν Εἲρ χωρὶς αἰτίας περιφανοῦς ἀποκτείνει, ἔστι γὰρ σῶμα. καὶ σκοπῶν, ὦ γενναῖε, εὑρήσεις τὸν θεὸν πεποιηκότα φύσεις ἐξ ἑαυτῶν ἐπιλήπτους τε καὶ ὑπαιτίους ἐν ψυχῇ καὶ ἐν πᾶσι σπουδαίας καὶ ἐπαινετάς, ὥσπερ ἔχει καὶ ἐπὶ φυτῶν καὶ ζῴων.

οὐχ ὁρᾷς ὅτι καὶ τῶν φυτῶν τὰ μὲν ἥμερα καὶ ὠφέλιμα καὶ σωτήρια κατεσκεύακεν ὁ δημιουργός, τὰ δὲ ἄγρια καὶ βλαβερὰ καὶ νόσων καὶ φθορᾶς αἴτια, καὶ ζῷα ὁμοίως; καθάπερ ἀμέλει καὶ τὸν ὄφιν, περὶ οὗ νῦν ἐστιν ὁ λόγος, φθοροποιὸν γὰρ τὸ ζῷον καὶ ἀναιρετικὸν ἐξ αὑτοῦ. ὃ δὴ διατίθησιν ἄνθρωπον ὄφις, τοῦτο καὶ ψυχὴν ἡδονή, παρὸ καὶ ἀπεικάσθη ὄφις ἡδονῇ.

Ὥσπερ οὖν ἡδονὴν καὶ σῶμα ἄνευ μεμίσηκεν αἰτιῶν ὁ θεός, οὕτω καὶ φύσεις ἀστείας χωρὶς περιφανοῦς αἰτίας προαγήοχεν, ἔργον οὐδὲν πρὸ τῶν ἐπαίνων αὐτῶν ὁμολογήσας. εἰ γάρ τις ἔροιτο, διὰ τί φησι τὸν Νῶε χάριν εὑρεῖν ἐναντίον κυρίου τοῦ θεοῦ (Gen. 6, 8) μηδὲν πρότερον ἐργασάμενον, ὅσα γε εἰς τὴν ἡμετέραν ἐπίγνωσιν, ἀστεῖον, ἀποκρινούμεθα δεόντως ὅτι ἐπαινετῆς ἐλέγχεται συστάσεως καὶ γενέσεως, ἑρμηνεύεται γὰρ Νῶε ἀνάπαυσις ἢ δίκαιος· ἀνάγκη δὲ τὸν παυόμενον ἀδικημάτων καὶ ἁμαρτημάτων, ἀναπαυόμενον ἐπὶ τῷ καλῷ καὶ δικαιοσύνῃ συζῶντα, χάριν εὑρεῖν παρὰ τῷ θεῷ.

τὸ δὲ χάριν εὑρεῖν οὐκ ἔστι μόνον, ὡς νομίζουσί τινες, ἴσον τῷ εὐαρεστῆσαι, ἀλλὰ καὶ τοιοῦτον· ζητῶν ὁ δίκαιος τὴν τῶν ὄντων φύσιν ἓν τοῦτο εὑρίσκει ἄριστον εὕρημα, χάριν ὄντα τοῦ θεοῦ τὰ σύμπαντα, γενέσεως δὲ οὐδὲν χάρισμα, [*](3 ἐπιλέγει ΑΡ: λέγει BH 5 καταψηφίζεται codd.: καταψηφίσεται Mang. 7 ἀποκτένει ABP 9 ἐν πᾶσι] ἔμπαλιν coni. Markland 14 αὐτοῦ ὦκ’ δὴ codd.: δὲ Mang. 15 ἀπεικάσθην P 16 μεμίσηκεν ἄνευ transp. voluit Mang. 24 τῶ θεῶ codd.: τῷ om. v 25 νομίζουσι Mang.: ὀνομάζουσι codd. 26 ὁ κσ κσ(??) (κύριος) δίκαιος L ὁ ἒν τοῦτο D: ἐν τούτω codd. 27 εὕρημα D: εὕρεμα codd. τοῦ] τὰ τοῦ H) [*](26—130,4 D C fol. 151r Φίλωνος ἐκ τοῦ γ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας: ζητῶν τα πάντα.)

v.1.p.130
ὅτι γε οὐδὲ κτῆμα, θεοῦ δὲ κτῆμα τὰ πάντα, διὸ καὶ μόνου τὴν χάριν οἰκεῖον· τοῖς γοῦν ζητοῦσι, τίς ἀρχὴ γενέσεως, ὀρθότατα ἄν τις ἀποκρίνοιτο, ὅτι ἀγαθότης καὶ χάρις τοῦ θεοῦ, ἣν ἐχαρίσατο τῷ μετ’ αὐτὸν γένει· δωρεὰ γὰρ καὶ εὐεργεσία καὶ χάρισμα θεοῦ τὰ πάντα ὅσα ἐν κόσμῳ καὶ αὐτὸς ὁ κόσμος ἐστί.

καὶ Μελχισεδὲκ βασιλέα τε τῆς εἰρήνης — Σαλὴμ τοῦτο γὰρ ἑρμηνεύεται — καὶ ἱερέα ἑαυτοῦ πεποίηκεν ὁ θεός (Gen. 14, 18), οὐδὲν ἔργον αὐτοῦ προδιατυπώσας, ἀλλὰ τοιοῦτον ἐργασάμενος βασιλέα καὶ εἰρηναῖον καὶ ἱερωσύνης ἄξιον τῆς ἑαυτοῦ πρῶτον· καλεῖται γὰρ βασιλεὺς δίκαιος, βασιλεὺς δὲ ἐχθρὸν τυράννῳ, ὅτι ὁ μὲν νόμων, ὁ δὲ ἀνομίας ἐστὶν εἰσηγητής.

ὁ μὲν οὖν τύραννος νοῦς ἐπιτάγματα ἐπιτάττει τῇ τε ψυχῇ καὶ τῷ σώματι βίαια καὶ βλαβερὰ καὶ σφοδρὰς λύπας ἐργαζόμενα, τὰς κατὰ κακίαν λέγω πράξεις καὶ τὰς τῶν παθῶν ἀπολαύσεις· ὁ δὲ [δεύτερος] βασιλεὺς πρῶτον μὲν [οὖν] οὐκ ἐπιτάττει μᾶλλον ἢ πείθει, ἔπειτα τοιαῦτα παραγγέλλει, δι’ ὧν ὥσπερ σκάφος τὸ ζῷον εὐπλοίᾳ τῇ τοῦ βίου χρήσεται κυβερνώμενον ὑπὸ τοῦ ἀγαθοῦ [καὶ τεχνίτου] κυβερνήτου, οὗτος δέ ἐστιν ὁ ὀρθὸς λόγος.