Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

Τὸ δὲ "γῆν φάγεσαι πάσας τὰς ἡμέρας τῆς ζωῆς σου“ (Gen. 3, 14), τοῦτο προσφυῶς εἴρηται· τῆς γὰρ σώματος τροφῆς ἡδοναὶ γήιναι· καὶ μήποτ’ εἰκότως· δύο γάρ ἐστιν ἐξ ὧν συνέσταμεν, ψυχή τε καὶ σῶμα· τὸ μὲν οὖν σῶμα ἐκ γῆς δεδημιούργηται, ἡ δὲ ψυχὴ αἰθέρος ἐστίν, ἀπόσπασμα θεῖον· "ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ πνεῦμα ζωῆς ὁ θεός, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7). εὐλόγως οὖν τὸ μὲν ἐκ γῆς διαπλασθὲν σῶμα συγγενεῖς ἔχει τροφὰς ἃς ἀναδίδωσιν ἡ γῆ, ἡ δὲ αἰθερίου φύσεως μοῖρα οὖσα ψυχὴ πάλιν αἰθερίους καὶ θείας· ἐπιστήμαις γὰρ τρέφεται καὶ οὐ σιτίοις

ἢ ποτοῖς, ὧν ἐπιδεές ἐστι τὸ σῶμα. ὅτι δὲ οὐ γήινοι ἀλλ’ οὐράνιοι αἱ ψυχῆς τροφαί, μαρτυρήσει διὰ πλειόνων ὁ ἱερὸς λόγος· „ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συνάξουσι τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτούς, εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ“ (Exod. 16, 4). ὁρᾷς ὅτι οὐ γηίνοις καὶ φθαρτοῖς τρέφεται ἡ ψυχή, ἀλλ’ οἷς ἂν ὁ θεὸς ὀμβρήσῃ λόγοις ἐκ τῆς μεταρσίου καὶ καθαρᾶς φύσεως, ἣν οὐρανὸν κέκληκεν·

ἐξίτω μέντοι ὁ λεὼς καὶ πᾶν τὸ τῆς ψυχῆς σύστημα καὶ συναγαγέτω καὶ ἀρχέσθω τῆς ἐπιστήμης, μὴ ἀθρόως ἀλλὰ „τὸ τῆς ἡμέρας εἰς ἡμέραν“· πρῶτον μὲν γὰρ ἀθρόον οὐ χωρήσει τὸν πολὺν πλοῦτον τῶν τοῦ θεοῦ χαρίτων, ἀλλὰ τῇ φορᾷ χειμάρρου τρόπον ἐπικλυσθήσεται· ἔπειτ’ ἐστὶν ἄμεινον τὰ αὐτάρκη λαβόντας ἀγαθὰ καὶ μεμετρημένα τῶν λοιπῶν ταμίαν οἰηθῆναι τὸν θεόν.

ὁ δὲ πάντα μετιὼν ἀθρόα δυσελπιστίαν καὶ ἀπιστίαν [*](1 ἡδονή PH 2 καὶ ἐπεντρωμάτων οἷς οὐκ coni. Diels 3 κινήσεως scripsi (idem coni. Wendl.): αἰκίσεως codd.; ἀεὶ κνήσεως coni. Creuzer, ἀσκήσεως Gelenius et Bernays 4 γῆς L 6 γήινοι P γάρ add. Wendl. 8 ἀπόσπασμα Mang. „ex Ms. “: ἀπόπλασμα codd. 9 ζῶσαν] ζωῆς codd. 14 αἱ corr. καὶ codd. 15 ἐκ om. codd. 16 ὅπως] ὅταν codd. 17 ἢ οὐ. ὁρᾷς Mang.: ἢ οὐχ ὁρᾶς codd. οὐ om. Η 19 μεταρσίας codd., corr. 22 οὐ χωρήσει scripsi: οὐκ ὠνήσει codd., οὐ κενώσει v (Turn.) 23. 24 ἔστιν ἄμεινον τὰ D: ἄμεινον τὰ om. codd. 24 λαβόντα P 25 τὸν θεόν D: τὸν om. codd. μετιὼν D: μετρῶν codd. ἀθρόα D: ἀθρόον codd. καὶ ἀπιστίαν scripsi: καὶ ἀνελπιστίαν D, om. codd.) [*](23 — 25 DR fol. 220r Φίλωνος ἐκ τῆς νόμων ἱερῶν ἀλληγορίας: ἐστιν ἄμεινον—τὸν θεόν. 25—149,5 D R fol. 46r τοῦ αὐτοῦ (scil. Φίλωνος) ἐκ τοῦ γ΄ τῆς ἀπὸ τῶν ἱερῶν πάντα μετιὼν—ἄκοντος θεοῦ.)

v.1.p.149
μετὰ πολλῆς ἀνοίας κτᾶται· δύσελπις μὲν γίνεται, εἰ νῦν μόνον ἀλλὰ μὴ καὶ αὖθις ἐλπίζει τὸν θεὸν ὀμβρήσειν αὐτῷ ἀγαθά, ἄπιστος δέ, εἰ μὴ πεπίστευκε καὶ νῦν καὶ ἀεὶ τὰς τοῦ θεοῦ χάριτας ἀφθόνως τοῖς ἀξίοις προσνέμεσθαι, ἄνους δέ, εἰ οἴεται τῶν συναχθέντων ἱκανὸς ἔσεσθαι φύλαξ ἄκοντος θεοῦ· μικρὰ γὰρ ῥοπὴ τὸν ἀσφάλειαν καὶ βεβαιότητα περιάπτοντα νοῦν ὑπὸ μεγαλαυχίας ἑαυτῷ ἄκυρον καὶ ἀβέβαιον ὧν ἐδόκει φύλαξ εἶναι πάντων ἐποίησε.

σύναγε οὖν, ὦ ψυχή, τὰ αὐτάρκη καὶ καθήκοντα καὶ μήτε πλείω τῶν ἱκανῶν ὡς ὑπερβάλλειν μήτε ἐλάττω πάλιν ὡς ἐνδεῖν, ἵνα μέτροις δικαίοις χρωμένη μὴ ἀδικῇς. καὶ γὰρ διάβασίν γε μελετῶσαν ἀπὸ τῶν παθῶν καὶ τὸ Πάσχα θύουσαν δεῖ τὴν προκοπήν, τὸ πρόβατον, λαμβάνειν μὴ ἀμέτρως· „ἕκαστος“ γάρ φησι „τὸ ἀρκοῦν αὐτῷ συναριθμηθήσεται εἰς πρόβατον“ (Exod. 12, 4).

καὶ ἐπὶ τοῦ μάννα οὖν καὶ ἐπὶ πάσης δωρεᾶς, ἣν ὁ θεὸς δωρεῖται τῷ γένει ἡμῶν, καλὸν τὸ ἐνάριθμον καὶ μεμετρημένον καὶ μὴ τὸ ὑπὲρ ἡμᾶς λαμβάνειν· πλεονεξίας γὰρ τοῦτό γε. τὸ τῆς ἡμέρας οὖν εἰς ἡμέραν συναγαγέτω ἡ ψυχή (Exod. 16, 4), ἵνα μὴ ἑαυτὴν φύλακα τῶν ἀγαθῶν ἀλλὰ τὸν φιλόδωρον θεὸν ἀποφήνῃ.

καὶ διὰ τοῦτό μοι δοκεῖ τὸ προκείμενον λέγεσθαι· σύμβολον φωτός ἐστιν ἡ ἡμέρα, φῶς δὲ ψυχῆς ἐστι παιδεία. πολλοὶ οὖν τὰ ἐν ψυχῇ φῶτα ἐκτήσαντο εἰς νύκτα καὶ σκότος, ἀλλ’ οὐκ εἰς ἡμέραν καὶ φῶς, οἷον τὰ προπαιδεύματα πάντα καὶ τὰ ἐγκύκλια λεγόμενα καὶ φιλοσοφίαν αὐτὴν τρυφῆς ἕνεκεν ἢ ἀρχῆς τῆς πρὸς τοὺς ἡγεμόνας. ὁ δέ γε ἀστεῖος τὴν ἡμέραν ἕνεκα ἡμέρας καὶ τὸ φῶς ἕνεκα φωτὸς καὶ τὸ καλὸν ἕνεκα τοῦ καλοῦ κτᾶται μόνου, οὐχ ἕνεκα ἄλλου τινός. διὸ καὶ ἐπιφέρει· „ὅπως πειράσω αὐτούς, εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ“ (Exod. 16,4)· νόμος γὰρ θεῖος οὗτος, τὴν ἀρετὴν δι’ ἑαυτὴν [*](1 ἀνοίας D: ἀνίας codd. δύσελπις] δυσελπιστίαν D μὲν γίνεται scripsi: μὲν D, γὰρ (om. μὲν) codd. 2 μὴ καὶ D: καὶ μὴ codd. ἐλπίζει] νομίσει D τὸν θεὸν post ἀγαθά transp. D ὀμβρίσειν D ἄπιστος] ἀπιστίαν D 4 εἰ om. P 5. 6 ἀσφάλειαν καὶ βεβαιότητα Mang.: ἀσφαλῆ καὶ βεβαιότατον codd. 12 συναριθμήσεται Mang. (LXX) εἰς] τὸ codd. 13 ἣν] ἧς D 14 ἐναρίθμιον Mang. 15 πλεονεξίας D: πλεονεξία codd. γὰρ add. D: om. codd. οὑν] γοῦν D 16 συναγέτω D ἑαυτῇ D 17 ἀποφαίνῃ D 22 ἕνεκεν codd.: ἕνεκα Mang. ἀρχῆς] ἀρεσκείας coni. Mang.; fort. ἢ ἀρχῆς ἢ ἀρεσκείας 23 ἕνεκεν φωτὸς AP 24 οὐχ εἵνεκα codd. 26 οὗτος θεῖος D) [*](13— 17 DR fol. 220r τοῦ αὐτοῦ (scil. Φίλωνος): ἐπὶ πάσης—ἀποφαίνῃ. 26 DR fol. 148r Φίλωνος. νόμος οὗτος—τιμᾶν.)

v.1.p.150
τιμᾶν. τοὺς οὖν ἀσκητὰς ὥσπερ νόμισμα δοκιμάζει ὁ ὀρθὸς λόγος,

πότερα κεκηλίδωνται ἐπί τι τῶν ἐκτὸς ἀναφέροντες τὸ τῆς ψυχῆς ἀγαθὸν ἢ ὡς δόκιμον διαστέλλουσιν ἐν διανοίᾳ μόνῃ τοῦτο διαφυλάττοντες. τούτοις συμβέβηκε μὴ τοῖς γηίνοις ἀλλὰ ταῖς ἐπουρανίοις ἐπιστήμαις τρέφεσθαι.

δηλοῖ δὲ καὶ δι’ ἑτέρων, ὅταν φῇ· "τὸ πρωὶ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. ἰδόντες δὲ αὐτὸ εἶπον ἕτερος τῷ ἑτέρῳ Τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν, τί ἦν. εἶπε δὲ αὐτοῖς Μωυσῆς Οὗτος ὁ ἄρτος, ὃν δέδωκεν ἡμῖν κύριος τοῦ φαγεῖν. τοῦτο τὸ ῥῆμα ὃ συνέταξε κύριος“ (Exod. 16, 13 ss.). ὁρᾷς τῆς ψυχῆς τροφὴν οἵα ἐστί· λόγος θεοῦ συνεχής, ἐοικὼς δρόσῳ, κύκλῳ πᾶσαν περιειληφὼς καὶ μηδὲν μέρος ἀμέτοχον αὑτοῦ ἐῶν.

φαίνεται δ’ οὐ πανταχοῦ ὁ λόγος οὗτος, ἀλλ’ ἐπ’ ἐρήμου παθῶν καὶ κακιῶν, καὶ ἔστι λεπτὸς νοῆσαί τε καὶ νοηθῆναι καὶ σφόδρα διαυγὴς καὶ καθαρὸς ὁραθῆναι, καὶ ἔστιν ὡσεὶ κόριον. φασὶ δὲ οἱ γεωπόνοι τὸ σπέρμα τοῦ κορίου διαιρεθὲν εἰς ἄπειρα καὶ τμηθὲν καθ’ ἕκαστον τῶν μερῶν καὶ τμημάτων σπαρὲν βλαστάνειν οὕτως, ὡς καὶ τὸ ὅλον ἠδύνατο· τοιοῦτος καὶ ὁ θεοῦ λόγος, καὶ δι’ ὅλων ὠφελητικὸς καὶ διὰ παντὸς μέρους καὶ τοῦ τυχόντος.

μήποτε δὲ ὁμοιοῦται καὶ τῇ κατὰ τὸν ὀφθαλμὸν κόρῃ· ὡς γὰρ αὕτη βραχύτατον οὖσα μέρος τὰς τῶν ὄντων ὁρᾷ ζώνας ὅλας καὶ θάλατταν ἄπειρον καὶ ἀέρος μέγεθος καὶ τοῦ παντὸς οὐρανοῦ ὅσον ἀνατέλλων καὶ δυόμενος ὁ ἥλιος ὁρίζει, οὕτως καὶ ὁ θεοῦ λόγος ὀξυδερκέστατός ἐστιν, ὡς πάντα ἐφορᾶν εἶναι ἱκανός, [*](2 κεκιβδήλευνται coni. Mang. 3 τοῦτο διαφυλάττοντες AP: διαφυλάττοντες τοῦτο ΒΗ 4 ἐπουρανίοις scripsi: ἐπουρανίαις codd. 5 φῆ scripsi: φησί codd. 7 λεπτὸν om. codd., add. Beuzelius λευκὴν codd., corr. Turn. 9 Μώσης codd. 11 οἷα BH 12 αὐτοῦ codd. 15 γεωπόνοι scripsi: γεηπόνοι codd. 19 μήποτε] μηδέποτε Η 22 οὕτω Η 23 θεοῦ] θεῖος L ὀξυδορκέστατος P) [*](14 sqq. Orig. Sel. in Deuter. (t. X p. 373 Lomm.) . . . διὰ τοῦτο δὲ τὸ μάννα „λεπτὸν ἦν ὡσεὶ κόριον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς“, ἐπειδήπερ ὁ λόγος, οὗ σύμβολον ἢν τὸ μάννα ἐκεῖνο, λεπτόν ἐστι τῇ αὑτοῦ φύσει καὶ διῆκον διὰ πάντων πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων . . . ἦν δὲ καὶ ὡσεὶ κόριον πρὸς τὸ εἶναι λευκόν· φασὶ δὲ τὴν τοῦ κορίου φύσιν ὅλην δι’ ὅλων λόγον ἔχειν σπέρματος, ὡς μηδὲ ἐν τῷ κατακόπτεσθαι τὸ τοῦ κορίου σπέρμα ἐξαφανίζεσθαι αὐτοῦ τὴν δύναμιν, ὡς οὐκέτι δυναμένην σπείρεσθαι. τοιοῦτος δὲ δι’ ὅλου ὁ λόγος· καὶ πᾶν μόριον αὐτοῦ γεωργεῖσθαι πέφυκεν ἐν καλῇ καὶ ἀγαθῇ, τουτέστι ψυχῆς ψυχῇ?). ἔστι δὲ τό μάννα λευκόν· φῶς γὰρ ὁ λόγος καὶ λαμπρὸν καὶ κατὰ τοῦτο λευκὸν τῷ αὐτὸν συνιέντι καὶ τρεφομένῳ ὑπ’ αὐτοῦ.)

v.1.p.151
* * * ᾧ τὰ θέας ἄξια κατόψονται· παρὸ καὶ λευκόν ἐστι· τί γὰρ ἂν εἴη λαμπρότερον ἢ τηλαυγέστερον θείου λόγου, οὗ κατὰ μετουσίαν καὶ τὰ ἄλλα τὴν ἀχλὺν καὶ τὸν ζόφον ἀπελαύνει φωτὸς κοινωνῆσαι ψυχικοῦ γλιχόμενα.

ἴδιον δὲ περὶ τοῦτον τὸν λόγον συμβαίνει πάθος. ὅταν γὰρ καλέσῃ πρὸς ἑαυτὸν τὴν ψυχήν, πῆξιν ἀνεγείρει τῷ γεώδει καὶ σωματικῷ καὶ αἰσθητικῷ παντί· διὸ λέγεται τὸ "ὡσεὶ πάγος ἐπὶ τῆς γῆς“ (Exod. 16, 14)· καὶ γὰρ ἡνίκα ὁ τὸν θεὸν ὁρῶν φυγὴν τὴν ἀπὸ τῶν παθῶν μελετᾷ, πήγνυται τὰ κύματα, τουτέστιν ἡ φορὰ καὶ αὔξησις καὶ τὸ μεγάλαυχον αὐτῶν· "ἐπάγη γὰρ τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης“ (Exod. 15, 8), ἵνα διαβῇ τὸ πάθος ὁ βλέπων τὸν ὄντα.

πυνθάνονται οὖν ἀλλήλων αἱ ψυχαὶ αἱ πεπονθυῖαι μὲν ἤδη τὸν λόγον, οὐκ ἔχουσαι δ’ εἰπεῖν τὸ „τί ἐστι“ (Exod. 16, 15)· καὶ γὰρ γλυκανθέντες πολλάκις τὸν κεκινηκότα χυμὸν ἀγνοοῦμεν καὶ ἡδέων ἀτμῶν ὀσφραινόμενοι τίνες εἰσὶν οὐκ ἴσμεν· οὕτως οὖν ἡ ψυχὴ γανωθεῖσα πολλάκις εἰπεῖν οὐκ ἔχει, τί τὸ γανῶσαν αὐτήν ἐστι· διδάσκεται δὲ ὑπὸ τοῦ ἱεροφάντου καὶ προφήτου Μωυσέως, ὃς ἐρεῖ· „οὗτός ἐστιν ὁ ἄρτος“ (ibid.), ἡ τροφή, ἣν δέδωκεν ὁ θεὸς τῇ ψυχῇ, προσενέγκασθαι τὸ ἑαυτοῦ ῥῆμα καὶ τὸν ἑαυτοῦ λόγον· οὗτος γὰρ ὁ ἄρτος, ὃν δέδωκεν ἡμῖν φαγεῖν, „τοῦτο τὸ ῥῆμα“.

λέγει δὲ καὶ ἐν Δευτερονομίῳ· "καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνησέ σε, καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ" (Deut. 8, 3). ἡ κάκωσις αὕτη ἱλασμός ἐστι· καὶ γὰρ τῇ δεκάτῃ κακῶν ἡμῶν τὰς ψυχὰς ἱλάσκεται (Lev. 16, 30)· ὅταν γὰρ τὰ ἡδέα περισυλᾶται, δοκοῦμεν κακοῦσθαι, τὸ δ’ ἐστὶ πρὸς ἀλήθειαν ἵλεων τὸν θεὸν ἔχειν.

περιποιεῖ δ’ ἡμῖν καὶ λιμόν, οὐκ ἀρετῆς, ἀλλὰ τὸν ἐκ πάθους καὶ κακίας συνιστάμενον· τεκμήριον δέ, διατρέφει γὰρ ἡμᾶς τῷ γενικωτάτῳ αὑτοῦ λόγῳ· τὸ γὰρ μάννα ἑρμηνεύεται „τί“, τοῦτό ἐστι τὸ γενικώτατον τῶν ὄντων· καὶ ὁ λόγος δὲ τοῦ θεοῦ ὑπεράνω παντός ἐστι τοῦ κόσμου καὶ πρεσβύτατος καὶ γενικώτατος τῶν ὅσα γέγονε. τοῦτον τὸν λόγον οὐκ ᾔδεισαν οἱ πατέρες, οὐχ οἱ πρὸς ἀλήθειαν, ἀλλ’ οἱ χρόνῳ πολιοὶ οἱ λέγοντες· "δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς“ [*](1 ante ᾦ lacunam indicavi 8 πήγνυται codd: πήγνυνται Mang. 16 Μώσεως codd. 17 δέδωκεν codd.: ἔδωκεν v 20 ἐλιμαγχώγνησε Η 21 ἀναγγείλῃ Mang.: ἀναγγείλωσι codd. 22 ἐπὶ] ἐν L τῶ addidi, cf. § 176 25 τὸ δ’ ἐστὶ scripsi: τόδ’ ἔστι codd. ἱέω codd. 28 αὑτοῦ codd.)

v.1.p.152
τὸ πάθος "Αἴγυπτον" (Num. 14, 4).

ἀναγγελλέτω οὖν ὁ θεὸς τῇ ψυχῇ, ὅτι "οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος“ [κατ’ εἰκόνα], „ἀλλ’ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ“, τουτέστι καὶ διὰ παντὸς τοῦ λόγου τραφήσεται καὶ διὰ μέρους αὐτοῦ· τὸ μὲν γὰρ στόμα σύμβολον τοῦ λόγου, τὸ δὲ ῥῆμα μέρος αὐτοῦ. τρέφεται δὲ τῶν μὲν τελειοτέρων ἡ ψυχὴ ὅλῳ τῷ λόγῳ· ἀγαπήσαιμεν δ’ ἂν ἡμεῖς,

εἰ καὶ μέρει τραφείημεν αὐτοῦ. ἀλλ’ οὗτοι μὲν εὔχονται θεοῦ λόγῳ τραφῆναι. ὁ δὲ Ἰακὼβ καὶ τὸν λόγον ὑπερκύψας ὑπ’ αὐτοῦ φησι τρέφεσθαι τοῦ θεοῦ, λέγει δ’ οὕτως· „ὁ θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου Ἀβραὰμ καὶ Ἰσαάκ, ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα“ (Gen. 48, 15. 16). ὡραῖος οὗτος ὁ τρόπος· τροφέα τὸν θεόν, οὐχὶ λόγον, ἡγεῖται, τὸν δὲ ἄγγελον, ὅς ἐστι λόγος, ὥσπερ ἰατρὸν κακῶν· φυσικώτατα· ἀρέσκει γὰρ αὐτῷ τὰ μὲν προηγούμενα ἀγαθὰ αὐτοπροσώπως αὐτὸν τὸν ὄντα διδόναι, τὰ δεύτερα δὲ τοὺς ἀγγέλους καὶ λόγους αὐτοῦ· δεύτερα δ’ ἐστὶν ὅσα περιέχει κακῶν ἀπαλλαγήν.

διὰ τοῦτ’ οἶμαι καὶ ὑγείαν μὲν τὴν ἁπλῆν, ἧς οὐ προηγεῖται νόσος ἐν τοῖς σώμασιν, ὁ θεὸς χαρίζεται δι’ ἑαυτοῦ μόνου, τὴν δὲ γινομένην κατὰ νόσου φυγὴν καὶ διὰ τέχνης καὶ διὰ ἰατρικῆς, ἐπιγράφων καὶ ἐπιστήμῃ καὶ τεχνίτῃ τὸ δοκεῖν ἰᾶσθαι, πρὸς ἀλήθειαν αὐτὸς καὶ διὰ τούτων καὶ ἄνευ τούτων ἰώμενος. τοῦτον δὴ τὸν τρόπον καὶ ἐπὶ ψυχῆς ἔχει· τὰ μὲν ἀγαθά, τὰς τροφάς, αὐτὸς χαρίζεται δι’ ἑαυτοῦ, διὰ δὲ ἀγγέλων καὶ λόγων ὅσα ἀπαλλαγὴν περιέχει κακῶν.

ταῦτα δ’ ηὔξατο αἰτιώμενος τὸν πολιτικὸν Ἰωσήφ, ὃς ἐτόλμησεν εἰπεῖν ὅτι "ἐκθρέψω σε ἐκεῖ“· „σπεύσαντες“ γάρ φησιν „ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ Τάδε λέγει“ καὶ τὰ ἑξῆς, εἶτα „κατάβηθι πρὸς μὲ καὶ μὴ μείνῃς", ἐπὶ πᾶσι "καὶ ἐκθρέψω σε ἐκεῖ, ἔτη γὰρ πέντε λιμός“ (Gen. 45, 9. 11). ἐπιμεμφόμενος οὖν ἅμα καὶ διδάσκων τὸν δοκησίσοφον λέγει· ὦ οὗτος, ἴσθι τὰς ψυχῆς τροφὰς ἐπιστήμας ὑπαρχούσας, ἃς οὐχ ὁ αἰσθητὸς λόγος ἀλλ’ ὁ θεὸς δωρεῖται, ὁ τρέφων ἐκ νεότητος καὶ πρώτης ἀκμῆς με μέχρι τελείου φωτὸς (cf. Gen. 48, 15) αὐτὸς ἐμπλήσει.

ἔπαθεν οὖν ταὐτὸν ὁ Ἰωσὴφ τῇ μητρὶ αὐτοῦ Ῥαχήλ· καὶ γὰρ αὕτη ἐνόμισε δύνασθαί τι τὸ γενητόν, [*](1 Αἴγυπτον Mang.: Αἰγύπτου codd. ἀναγγελέτω ΑΒ 2 κατ’ εἰκόνα seclusi 7 μέρος P 11. 12 εὐλογίσαι H 10 νόσον P 19. 20 ἐπιγράφων . . . δοκεῖν Mang.: ἐπιγράφω . . . τῶ δοκεῖν codd. 30 αἰσθητὸς] ἄγγελος coni. Mang. 31 με addidi 33 αὕτη Wendl.: αὐτὴ codd. γεννητόν codd.)

v.1.p.153
διὸ λέγει· „δός μοι τέκνα“ (Gen. 30, 1)· ἀλλ’ ὅ γε πτερνιστὴς αὐτὴν μωμησάμενος ἐρεῖ· πλάνον πεπλάνησαι πολύν, οὐ γὰρ ἀντὶ θεοῦ ἐγώ εἰμι τοῦ μόνου δυναμένου τὰς ψυχῶν μήτρας ἀνοιγνύναι καὶ σπείρειν ἐν αὐταῖς ἀρετὰς καὶ ποιεῖν ἐγκύμονας καὶ τικτούσας τὰ καλά· κατάμαθέ γέ τοι τὴν ἀδελφήν σου Λείαν καὶ εὑρήσεις ἐξ οὐδενὸς γενητοῦ λαμβάνουσαν τὴν σπορὰν καὶ τὴν γονήν, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ θεοῦ· „ἰδὼν γὰρ κύριος, ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα“ (Gen. 29, 31).