Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ἐπὶ γὰρ Μωυσέως φησὶν οὕτως· „καὶ τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι τοῦ ὁλοκαυτώματος“ (Lev. 9,14)· πάνυ καλῶς· ὅλην γὰρ τὴν ψυχὴν ἀξίαν οὖσαν θεῷ προσάγεσθαι διὰ τὸ μηδένα ἔχειν μήθ’ ἑκούσιον μήτ’ ἀκούσιον μῶμον ὁ σοφὸς καθαγιάζει· οὕτως δὲ διακείμενος ὅλην τὴν γαστέρα καὶ τὰς αὐτῆς καὶ μετ’ αὐτὴν ἡδονὰς ἐκπλύνει καὶ ἀπολούεται καὶ ἀπορρύπτεται, οὐχὶ μέρος τι, ἀλλ’ οὕτω καταφρονητικῶς ἔσχηκεν αὐτῆς, ὥστε οὐδὲ τὰ ἀναγκαῖα σιτία ἢ ποτὰ προσίεται θεωρίᾳ τῶν θείων τρεφόμενος.

διὸ καὶ ἐν ἑτέροις μαρτυρεῖται αὐτῷ· „τετταράκοντα ἡμέρας ἄρτου οὐκ ἔφαγε καὶ ὕδωρ οὐκ ἔπιεν“ (Exod. 34, 28), ὅτε ἐν τῷ θείῳ ὄρει γενόμενος χρησμῶν θεοῦ νομοθετοῦντος ἤκουεν. ἀλλ’ οὐ μόνον ὅλῃ τῇ γαστρὶ ἀποτάττεται, ἀλλὰ καὶ τοὺς πόδας αὐτῇ συναπορρύπτεται, τουτέστι τὰς ἐπιβάσεις τῆς ἡδονῆς·

ἐπιβάσεις δὲ ἡδονῆς εἰσι τὰ ποιητικὰ αὐτῆς· ὁ [τε] γὰρ προκόπτων λέγεται τὰ ἐγκοίλια καὶ τοὺς πόδας λούειν (Lev. 1, 9), οὐ τὴν ὅλην κοιλίαν· ἱκανὸς γὰρ οὐκ ἔστι πᾶσαν ἡδονὴν διώσασθαι, ἀγαπητὸν δέ, ἐὰν τὰ ἐγκοίλια αὐτῆς τουτέστι τὰ ἐπεντρώματα, ἅ φασιν οἱ φιλήδονοι ἐπιλεάνσεις εἶναί τινας τῶν προηγουμένων ἡδονῶν, ἃ γίνεται ὀψαρτυτῶν καὶ σιτοπόνων λίχνων περιεργίᾳ.

καὶ προσεπιτείνει τὴν τοῦ * * * προκόπτοντος μετριοπάθειαν τῷ τὸν μὲν ἄνευ προστάξεως παραιτεῖσθαι ὅλην τὴν γαστρὸς ἡδονήν, τὸν δὲ προκόπτοντα μετὰ προστάξεως· ἐπὶ μὲν γὰρ τοῦ σοφοῦ λέγεται οὕτως· „τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι ἔπλυνεν“ (Lev. 9, 14), ἀνεπικελεύστως κατὰ τὴν ἑκούσιον γνώμην, ἐπὶ δὲ τῶν ἱερέων οὕτως· „τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας“ οὐχὶ ἔπλυναν, ἀλλὰ „πλυνοῦσι“ (Lev. 1, 9)· σφόδρα παρατετηρημένως· δεῖ γὰρ τὸν μὲν τέλειον ἐξ ἑαυτοῦ κινεῖσθαι πρὸς τὰς κατ’ ἀρετὴν ἐνεργείας, τὸν δὲ ἀσκητὴν μετὰ τοῦ ὑφηγουμένου τὰ πρακτέα λόγου,

ᾧ προστάττοντι πείθεσθαι καλόν. οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι Μωυσῆς ὅλην τὴν κοιλίαν τουτέστι τὴν γαστρὸς ἐκπλήρωσιν παραιτούμενος σχεδὸν καὶ τοῖς ἄλλοις πάθεσιν ἀποτάττεται, τοῦ νομοθέτου ἀπὸ μέρους ἑνὸς [*](2 Μώσεως codd. 5 καθαγίζει coni. Mang. οὕτω Η 11 ὅροι H 14 τε om. Turn., seclusi 16 ἰδιώσασθαι P 17. 18 ἐπιλεάνσεις ABPH: ἐπιάνσεις L, ἐπιδύσεις v, ἐπιδόσεις coni. Mang. et Usener 19 lacunam iudicavit et sic explevit Wendl. τὴν τοῦ τελείου ἀπάθειαν παραβάλλων πρὸς τὴν τοῦ 20 προκόπτοντος Mang.: προσπίπτοντος codd. 23 ἔπλυνεν LXX: πλύνειν codd., πλύνει Turn. τὴν om. AP ἀκούσιον Turn. 25 πλύνουσι codd., corr. Mang. 28 Μώσης codd.) [*](17 τὰ ἐπεντρώματα: cf. Usener Epicurea p. 280.)

v.1.p.145
τὸ σύμπαν ἐναργῶς παριστάντος καὶ ἀπὸ τοῦ συνεκτικωτάτου περὶ τῶν ἄλλων, ἐν οἷς ἡσύχασε, δυνάμει διεξιόντος· συνεκτικώτατον γὰρ ἡ γαστρὸς ἐκπλήρωσις καὶ ὡσανεὶ θεμέλιός τις τῶν ἄλλων παθῶν· οὐδὲν γοῦν ἐκείνων δύναται συστῆναι μὴ ἐπερειδόμενον γαστρί, ᾗ πάντα ἐφίδρυκεν ἡ φύσις.

διὰ τοῦτο, γεννηθέντων τῶν ἐκ τῆς Λείας προτέρων τῶν ψυχικῶν ἀγαθῶν καὶ στάντων ἐπὶ τῆς ἐξομολογήσεως Ἰούδα (Gen. 29, 35), μέλλων ὁ θεὸς δημιουργεῖν καὶ τὰς σώματος προκοπὰς Βάλλαν τὴν Ῥαχὴλ παιδίσκην καὶ πρὸ τῆς δεσποίνης τίκτειν παρασκευάζει· Βάλλα δ’ ἐστὶν ἐγκατάποσις· ᾔδει γὰρ ὅτι οὐδὲν τῶν σωματικῶν ἄνευ καταπόσεως καὶ γαστρὸς ὑποστῆναι δύναται, ἀλλὰ αὕτη κρατεῖ καὶ ἡγεμονεύει παντὸς τοῦ σώματος καὶ τοῦ κατὰ τὸ ζῆν ψιλὸν ὄγκου.

παρατήρει δὲ πᾶσαν τὴν λεπτολογίαν, οὐδὲν γὰρ λεχθὲν παρέργως εὑρήσεις. Μωυσῆς τὸ μὲν στηθύνιον ἀφαιρεῖται, τὴν δὲ κοιλίαν οὐκ ἀφαιρεῖ μὲν, πλύνει δέ (Lev. 8, 29. 9, 14)· διὰ τί; ὅτι ὁ τέλειος σοφὸς ὅλον μὲν τὸν θυμὸν ἰσχύει παραιτήσασθαι καὶ ἀποκόψαι ὀργῆς κατεξαναστάς, τὴν δὲ κοιλίαν ἐκτεμεῖν ἀδυνατεῖ· τοῖς γὰρ ἀναγκαίοις σιτίοις καὶ ποτοῖς ἡ φύσις βιάζεται χρῆσθαι καὶ τὸν ὀλιγοδεέστατον καὶ καταφρονητικὸν αὐτῶν τῶν ἀναγκαίων καὶ ἀσιτίαν αὐτῶν μελετῶντα. πλυνέτω οὖν αὐτὴν καὶ καθαιρέτω ἀπὸ τῶν περιττῶν καὶ ἀκαθάρτων παρασκευῶν· ἱκανὴ γὰρ καὶ αὕτη παρὰ θεοῦ τῷ φιλαρέτῳ δωρεά.

διὰ τοῦτο ἐπὶ τῆς ὑπονοηθείσης διεφθάρθαι ψυχῆς φησιν (Num. 5, 27), ὅτι ἂν μὲν ἀπολελοιπυῖα τὸν ὀρθὸν λόγον, ὅς ἐστιν ἀνὴρ νόμιμος, εὑρεθῇ προσκεχωρηκυῖα τῷ μιαίνοντι τὴν ψυχὴν πάθει, „πρησθήσεται τὴν γαστέρα“, ὅπερ ἦν, ἀπληρώτους καὶ ἀκορέστους ἕξει τὰς γαστρὸς ἡδονὰς καὶ ἐπιθυμίας, καὶ οὐδέποτε παύσεται ἄπληστος οὖσα δι’ ἀπαιδευσίαν, ἀλλ’ ἀμυθήτων ἐπιρρεόντων ἀίδιον ἕξει τὸ πάθος.

οἶδα γοῦν πολλοὺς οὕτω πταίοντας περὶ τὴν τῆς γαστρὸς ἐπιθυμίαν, ὥστ’ ἐμέτοις χρησάμενοι πάλιν ἐπὶ τὸν ἄκρατον καὶ τἆλλα ὥρμησαν· οὐ γὰρ ἀναλογεῖ τοῖς σωματικοῖς ὄγκοις ἡ τῆς ἀκράτορος ψυχῆς ἐπιθυμία, ἀλλ’ οἱ μὲν ἅτε ἀγγεῖα ὄντες μεμετρημένα ἄμετρον οὐδὲν προσίενται, ἀλλὰ τὸ περιττὸν [*](1 παριστῶντος BH ἀπὸ τοῦ codd.: τοῦ om. v, ἐπὶ τοῦ coni. Wendl. L 2 περὶ x003E; τῶν ἄλλων . . . δυνάμεως coni. Markland 2 ἡσύχασε codd.: ἡσύχαζε γὰρ add. Mang. 4 ἧ codd.: ἐφ’ ᾖ v 6 ψυχικῶν ἀγαθῶν codd.: ἀγαθῶν ψυχικῶν V 11 ὄγκον H 13 Μωσῆς codd. τὸ μὲν ABP: μὲν τὸ H 21 διανοηθείσης Trun. 24 τὰς codd.: τῆς Mang., ἔτι αὐτοῖς 26 γοῦν scripsi: οὖν codd. 27 ἐμέτοις Diels, ἐμετικοῖς Markland: ἔτι αὐτοῖς codd., ἔτι αὐτῇ Benzelius, ἔτι σιτίοις Mang. χρησάμενοι Markland: χρησόμενοι codd. 28 τἄλλα P ἀλογεῖ P)

v.1.p.146
ἐκβάλλουσιν, ἡ δὲ ἐπιθυμία πληροῦται μὲν οὐδέποτε, μένει δὲ ἐνδεὴς καὶ διψαλέα ἀεί.

παρὸ καὶ τὸ ἀκόλουθον προστίθεται τῷ πρησθῆναι τὴν γαστέρα τὸ „διαπεσεῖν τὸν μηρόν“· διαπίπτει γὰρ τότε τῇ ψυχῇ καὶ ὁ σπερματικὸς καὶ γεννητικὸς τῶν καλῶν λόγος ὀρθός· „ἐὰν“ γοῦν φησι „μὴ μιανθῇ καὶ καθαρὰ ᾖ, καὶ ἀθῷος ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα“ (Num. 5, 28), ἐὰν ὑπὸ πάθους μὴ μιανθῇ, καθαρεύσῃ δὲ πρὸς τὸν νόμιμον ἄνδρα, τὸν ὑγιῆ καὶ ἡγεμόνα λόγον, γόνιμον ἕξει ψυχὴν καὶ καρποφόρον, φέρουσαν γέννημα φρονήσεως καὶ δικαιοσύνης

καὶ τῆς συμπάσης ἀρετῆς. ἆρ’ οὖν ἡμᾶς ἐνδεδεμένους σώματι οἷόν τε σωματικαῖς ἀνάγκαις μὴ χρῆσθαι; καὶ πῶς ἔνεστιν; ἀλλ’ ὅρα. ὁ ἱεροφάντης τὸν τρόπον παραγγέλλει τῷ ἀγομένῳ ὑπὸ σωματικῆς χρείας αὐτῷ μόνῳ χρῆσθαι τῷ ἀναγκαίῳ. πρῶτον μέν φησι "τόπος ἔστω σοι ἔξω τῆς παρεμβολῆς" (Deut. 23, 12), παρεμβολὴν καλῶν τὴν ἀρετήν, ἐν ᾗ ἐστρατοπέδευκεν ἡ ψυχή· οὐ γὰρ δύναται τὸν αὐτὸν κρατεῖν χῶρον φρόνησις καὶ σωματικῆς ἀνάγκης ἀπόλαυσις.

εἶτα „ἐξελεύσῃ“ φησίν "ἐκεῖ ἔξω"· διὰ τί; ὅτι οὐ δύναται ἡ ψυχὴ καταμένουσα μετὰ φρονήσεως καὶ ἐν τῷ οἴκῳ διατρίβουσα τῆς σοφίας χρῆσθαί τινι τῶν φίλων σώματος· τρέφεται γὰρ τότε θειοτέραις τροφαῖς ἐν ταῖς ἐπιστήμαις, δι’ ἃς καὶ τῆς σαρκὸς ἀμελεῖ· ἐπειδὰν γὰρ ἐξέλθῃ τῶν ἱερῶν ἀρετῆς οἴκων, τηνικαῦτα ἐπὶ τὰς τὸ σῶμα πλημμελούσας καὶ πιεζούσας ὕλας τρέπεται.

πῶς οὖν αὐταῖς χρήσομαι; „πάσσαλος ἔστω σοι“ φησίν „ἐπὶ τῆς ζώνης σου, καὶ ὀρύξεις ἐν αὐτῷ“ (Deut. 23, 13), τουτέστι λόγος ἐπὶ τοῦ πάθους ἐξορύττων καὶ ἀναστέλλων καὶ ἀπαμφιεννὺς αὐτό· ἀνεζῶσθαι γὰρ βούλεται ἡμᾶς τὰ πάθη, ἀλλὰ μὴ ἀνειμένα καὶ κεχαλασμένα φορεῖν.

διὸ καὶ ἐπὶ τῆς διαβάσεως αὐτῶν, ὃ καλεῖται Πάσχα, προστάττει τὰς "ὀσφῦς περιεζῶσθαι“ (Exod. 12, 11), ἤτοι συνεστάλθαι τὰς ἐπιθυμίας. πάσσαλος οὖν, τουτέστι λόγος, ἑπέσθω τῷ πάθει, κωλύων αὐτὸ χεῖσθαι· οὕτως γὰρ αὐτοῖς μόνοις χρησόμεθα

τοῖς ἀναγκαίοις, τῶν δὲ περιττῶν ἀφεξόμεθα. κἂν ἐν συνουσίαις ὄντες καὶ μέλλοντες εἰς ἀπόλαυσιν καὶ χρῆσιν τῶν παρεσκευασμένων ἐλθεῖν σὺν λόγῳ παραγενώμεθα ὥσπερ ὅπλῳ τινὶ ἀμυντηρίῳ, οὔτε πέραν τοῦ μετρίου σιτίων ἐμφορηθησόμεθα αἰθυιῶν τρόπον οὔτ’ [*](2 δαψιλέα codd., corr. Turn. 5 ᾖ om. codd. 5. 6 καὶ ἐκσπερματιεῖ σπέρμα LXX: ἐκ σπερμάτων εἰς σπέρμα codd. 11 τὸν τρόπον videtur delendum 15 ἀνάγκη Turn. 20 οἴκων Wendl.: ὀσσῶν codd., ὁδῶν vel οὐδῶν coni. Mang. πλημμελούσας ἢν ν vix sanum censet Wendl. 27 τἀς ἐπιθυμίας AP 27. 28 ἑπέσθω] ἐπέστω coni, Mang. 29 ἐν om. AP 32 ἐμφορησόμεθα P αἰθύων codd.)

v.1.p.147
ἀκράτου ἀμέτρου κορεσθέντες μέθῃ ληραίνειν ἀναγκαζούσῃ χρησόμεθα· ἐπιστομιεῖ γὰρ ὁ λόγος καὶ ἐγχαλινώσει τὴν ῥύμην καὶ φορὰν τοῦ πάθους.

ἐγὼ γοῦν αὐτὸ πολλάκις παθὼν οἶδα· εἰς γὰρ ἀδιάγωγον συνουσίαν ἐλθὼν καὶ πολυτελῆ δεῖπνα, ὁπότε μὴ ἀφικοίμην σὺν λόγῳ, δοῦλος ἐγενόμην τῶν παρεσκευασμένων, ἀγόμενος ὑπὸ δεσποτῶν ἀτιθάσων, θεαμάτων καὶ ἀκουσμάτων καὶ τῶν ὅσα διὰ μυκτῆρος καὶ γεύσεως ἡδονὰς ἀπεργάζεται· ὁπότε δὲ μετὰ τοῦ αἱροῦντος λόγου, δεσπότης ἀντὶ δούλου γίνομαι καὶ ἀνὰ κράτος νικῶ καλὴν νίκην καρτερίας καὶ σωφροσύνης, ἀντιβαίνων καὶ ἀντιφιλονεικῶν πᾶσι τοῖς ἀναρρηγνῦσι τὰς ἀκράτορας ἐπιθυμίας.

„διορύξεις“ φησὶ γοῦν „τῷ πασσάλῳ“ (Deut. 23, 13), τουτέστιν, ἣν ἕκαστον ἔχει φύσιν, τὸ φαγεῖν, τὸ πιεῖν, τὸ τοῖς μετὰ γαστέρα χρῆσθαι, τῷ λόγῳ γυμνώσεις καὶ διαστελεῖς, ἵνα διακρίνας γνῷς τἀληθές· τότε γὰρ εἴσῃ, ὅτι ἐν οὐδενὶ τούτων ἐστὶ τὸ ἀγαθόν, ἀλλὰ τὸ ἀναγκαῖον μόνον καὶ χρήσιμον.

„καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου“ (ibid.)· πάνυ καλῶς· ἔπαγε γάρ, ὦ ψυχή, τὸν λόγον ἐπὶ πάντα, ᾧ καλύπτεται καὶ συσκιάζεται καὶ συγκρύπτεται πᾶσα ἀσχημοσύνη σαρκὸς καὶ πάθους· τὰ γὰρ μὴ σὺν λόγῳ πάντα αἰσχρά, ὥσπερ τὰ σὺν λόγῳ κόσμια.

οὐκοῦν ὁ μὲν φιλήδονος ἐπὶ κοιλίαν βαδίζει, ὁ δὲ τέλειος τὴν κοιλίαν ὅλην ἐκπλύνει, ὁ δὲ προκόπτων τὰ ἐν κοιλίᾳ, ὁ δὲ ἄρτι ἀρχόμενος παιδεύεσθαι ἔξω πρόεισιν, ὅταν μέλλῃ τῆς γαστρὸς τοῖς ἀναγκαίοις ἐπιφερόμενος λόγον ἐπιστομιεῖν τὸ πάθος, ὃς εἴρηται συμβολικῶς πάσσαλος.

Εὖ μέντοι καὶ τὸ προσθεῖναι· „πορεύσῃ ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ“ (Gen. 3, 14)· ἡ γὰρ ἡδονὴ οὐκ ἔστι τῶν ἠρεμούντων καὶ ἱσταμένων, ἀλλὰ τῶν κινουμένων καὶ ταραχῆς γεμόντων· ὥσπερ γὰρ ἡ φλὸξ ἐν κινήσει, οὕτως φλογμοῦ τινα τρόπον τὸ πάθος ἐν τῇ ψυχῇ κινούμενον ἠρεμεῖν αὐτὴν οὐκ ἐᾷ. διὸ καὶ τοῖς λέγουσι καταστηματικὴν εἶναι τὴν ἡδονὴν οὐ συμφέρεται· ἠρεμία γὰρ λίθῳ μὲν καὶ ξύλῳ καὶ [*](1 ἀκράτου ἀμέτρου scripsi: ἀκράτω ἀμέτρω codd. 3 ἔγωγ’ οὑν codd. 5. 6 ἀτιθάσσων codd. 7 αἱροῦντος] αἴροντος AP 10 διορύξεις Wendl. ὀρύξεις coni. Mang.): θωρήξη codd, 12 διαστελεῖς Mang.: διαστείλεις P, διαστείλης ceteri 13 ἔστι Β 15 ἔπαγε ABPH: ἄγαγε L 21 ἀναγκαίοις χρῆσθαι . . . coni. Markland 24 οὐκ ἔστι Mang.: οὐκέτι ABP, οὐκ ἔτι H 25 γὰρ om. L 26 οὕτω H τῆ ψυχὴ ABPH: τῇ om. L) [*](17—18 D P fol. 97v DR D R ν D V p. 397 Anton. Mel. I 11 Col. 801 lo. p. 84 Boiss. Φίλωνος: τὰ μὴ—κόσμια. 24 sqq. cf. Usener Epicurea p. 281. 356.)

v.1.p.148
παντὶ ἀψύχῳ οἰκεῖον, ἀλλότριον δὲ ἡδονῇ· γαργαλισμοῦ γὰρ καὶ σπασμώδους ἐφίεται καὶ ἐπ’ ἐνίων οὐκ ἠρεμίας ἀλλὰ συντόνου καὶ σφοδρᾶς κινήσεώς ἐστι χρεία.