Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

τί γὰρ ὄφελος τρανὴν μὲν καὶ σαφῆ τὴν ἑρμηνείαν ποιεῖσθαι, ψευδῆ δὲ ἄλλως; ἀνάγκη γὰρ οὕτως ἐχόντων ἀπατᾶσθαι τὸν ἀκροατὴν καὶ μεγίστην καρποῦσθαι συμφοράν, μετὰ ἀγνοίας ἀπαιδευσίαν· τί γάρ, ἂν λέγω τῷ παιδὶ τρανῶς καὶ σαφῶς δείξας τὸ ἄλφα στοιχεῖον ὅτι ἐστὶ γάμμα ἢ τὸ ἦτα ὅτι ἐστὶν ω ἢ ὁ μουσικὸς λέγῃ τῷ πρῶτα εἰσαγομένῳ δεικνὺς τὸ ἐναρμόνιον ὅτι χρῶμά ἐστιν, ἢ τὸ χρωματικὸν ὅτι διατονικόν, ἢ τὴν ὑπάτην ὅτι μέση, ἢ τὸ συνημμένον ὅτι διεζευγμένον, ἢ τὴν ὑπερβολαίαν ὅτι προσλαμβανόμενος;

τρανῶς μὲν ἴσως καὶ σαφῶς ἐρεῖ, οὐκ ἀληθῶς δέ, ἀλλὰ ταύτῃ κακίαν ἐργάσεται τὴν ἐν λόγῳ· ὅταν δὲ ἀμφότερα καὶ σαφήνειαν καὶ ἀληθότητα ποιῆται, ὠφέλιμον παρέξει τῷ μανθάνοντι τὸν λόγον, χρησάμενος ταῖς δυσὶν ἀρεταῖς αὐτοῦ, ἃς καὶ μόνας σχεδὸν

εἶναι συμβέβηκέ που. φησὶν οὖν ἱδρῦσθαι τὸν | κεκριμένον λόγον ἔχοντα τὰς ἰδίας ἀρετὰς ἐπὶ τοῦ στήθους δηλονότι Ἀαρών, τουτέστιν ἐπὶ τοῦ θυμοῦ, ἵν’ οὗτος ἡνιοχῆται λόγῳ τὸ πρῶτον καὶ μὴ ὑπὸ τῆς ἑαυτοῦ ἀλογίας βλάπτηται, εἶτα δὲ σαφηνείᾳ, οὐ πέφυκε γὰρ ὁ θυμὸς σαφηνείας εἶναι φίλος· τῶν γοῦν ὀργιζομένων οὐ μόνον ἡ διάνοια ἀλλὰ καὶ τὰ ῥήματα ταραχῆς καὶ συγχύσεως γέμει· οἰκεῖον οὖν ἦν τὴν τοῦ θυμοῦ ἀσάφειαν ἐπανορθωθῆναι σαφηνείᾳ·

ἐπὶ τούτοις ἀληθότητι, μετὰ γὰρ τῶν ἄλλων καὶ τοῦτο ἔχει ὁ θυμὸς ἴδιον, τὸ ψεύδεσθαι· τῶν γοῦν χρωμένων τῷ πάθει τούτῳ σχεδὸν οὐδεὶς ἀληθεύει, ἅτε μέθῃ κεκρατημένος ψυχῆς, οὐ σώματος. ταῦτα ἀλεξιφάρμακα τοῦ θυμικοῦ μέρους ἐστί· λόγος, σαφήνεια λόγου, ἀλήθεια αὐτοῦ· ἓν γάρ ἐστι δυνάμει τὰ τρία, λόγος σὺν ἀρεταῖς ἀληθότητι καὶ σαφηνείᾳ θυμὸν νόσημα χαλεπὸν

ψυχῆς ἰώμενος. τίνος οὖν ἐστι φέρειν ταῦτα; οὐχὶ τῆς ἐμῆς ἢ τῆς τοῦ τυχόντος διανοίας, ἀλλὰ τῆς ἱερωμένης καὶ θυούσης καθαρῶς, τῆς Ἀαρών· καὶ οὐδὲ ταύτης ἀεί, πολλάκις γὰρ τρέπεται, ἀλλ’ ὅταν ἀτρέπτως διάγῃ, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον, ὅταν συνεισπορεύηται ὁ λογισμὸς ταῖς ἁγίαις γνώμαις καὶ μὴ τούτων ἀποδιδράσκῃ.

ἀλλὰ πολλάκις συνεισέρχεται μὲν ὁ νοῦς εἰς ἱερὰς καὶ ὁσίους καὶ [*](1 τοῦ codd.: τὸ Mang. 2 τρανῆ L 4 ἀπαιδευσίαν ABP: καὶ ἀπαιδευσίαν Η 5 σαφῶς corr. Turn.: σοφῶς codd. γάμα codd. 6 ἦτα Α: η ceteri λέγῃ Wendl.: λέγει codd. 7 χρωματονιστικὸν H 8 ὑπάτην Mang.: ὑπάτην codd. τὸ διεζευγμένον PL 9 προσλαβόμενος HL2 12 χρησαμέναις H 13 κεκριμένον corr. Turn.: κεκρυμμένον codd. 14 ἰδίας] δύο coni. Mang. 15 οὗτος] οὕτως L ἡνιοχεῖται ABH 16 ὁ om. Mang. 19 ἀσάφειαν Benzelius: σαφήνειαν codd. 22 θυμικοῦ] θῡ (i. e. θεοῦ) μικροῦ Η 26 τοῦ om. codd., add. Turn. 28 ἄτρεπτος coni. Mang. συνεὶς πορεύηται Turn. 30 ὁσίας Richter)

v.1.p.141
κεκαθαρμένας δόξας, ἀλλὰ ἀνθρωπείους ταύτας, οἷον τὰς περὶ τῶν καθηκόντων, τὰς περὶ τῶν κατορθωμάτων, τὰς περὶ τῶν θέσει νομίμων, τὰς περὶ τῆς κατ’ ἀνθρώπους ἀρετῆς· οὐδ’ ὁ τοῦτον διακείμενος τὸν τρόπον ἱκανός ἐστι τὸ λόγιον φέρειν ἐπὶ τοῦ στήθους μετὰ τῶν ἀρετῶν, ἀλλὰ μόνος ὁ ἐναντίον κυρίου εἰσιών, τουτέστιν ὁ ἕνεκα θεοῦ πάντα πράττων καὶ μηδὲν τῶν μετὰ θεὸν ὑπερτιμῶν, ἀλλὰ νέμων μὲν καὶ τούτοις τὰ κατ’ ἀξίαν, μὴ ἱστάμενος μέντοι ἐπ’ αὐτῶν, ἀλλ’ ἀνατρέχων ἐπὶ τὴν γνῶσιν καὶ ἐπιστήμην καὶ τιμὴν τοῦ ἑνός·

τῷ γὰρ οὕτως διακειμένῳ ἡνιοχηθήσεται ὁ θυμὸς ὑπό τε λόγου κεκαθαρμένου τὸ ἄλογον αὐτοῦ περιαιροῦντος καὶ ὑπὸ σαφηνείας τὸ ἀσαφὲς καὶ συγκεχυμένον θεραπευούσης καὶ ὑπὸ ἀληθότητος τὸ ψεῦδος ἀποκοπτούσης.

ὁ μὲν οὖν Ἀαρὼν — δεύτερος γάρ ἐστι Μωυσῆ ἐκτέμνοντος τὸ στῆθος, ὅπερ ἐστὶ τὸν θυμόν — οὐκ ἐᾷ αὐτὸν ἀκρίτοις ὁρμαῖς ἐκφέρεσθαι, δεδιὼς μή ποτε ἀφεθεὶς ἵππου τρόπον ἀνασκιρτήσας ὅλην πατήσῃ τὴν ψυχήν, ἀλλὰ θεραπεύει καὶ ἐπιστομίζει τὸ μὲν πρῶτον λόγῳ, ἵνα ἡνιόχῳ χρώμενος ἀρίστῳ μὴ σφόδρα ἀφηνιάσῃ, ἔπειτα δὲ ταῖς ἀρεταῖς τοῦ λόγου, σαφηνείᾳ καὶ ἀληθείᾳ· εἰ γὰρ παιδευθείη ὁ θυμὸς οὕτως, ὥστε καὶ λόγῳ εἴκειν καὶ σαφηνείᾳ καὶ τὸ ἀψευδὲς ἀσκεῖν, ἑαυτόν τε τῆς πολλῆς ζέσεως ἀπαλλάξει τήν θ’ ὅλην ψυχὴν ἵλεων κατασκευάσει.

ἀλλ’ οὗτος μέν, ὡς ἔφην, ἔχων τὸ πάθος ἰᾶσθαι αὐτὸ πειρᾶται τοῖς λεχθεῖσι σωτηρίοις φαρμάκοις, Μωυσῆς δὲ ὅλον τὸν θυμὸν ἐκτέμνειν καὶ ἀποκόπτειν οἴεται δεῖν τῆς ψυχῆς, οὐ μετριοπάθειαν ἀλλὰ συνόλως ἀπάθειαν ἀγαπῶν. μαρτυρεῖ δέ μου τῷ λόγῳ ὁ ἱερώτατος χρησμός· „λαβὼν“ γάρ φησι „Μωυσῆς τὸ στηθύνιον ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἐναντίον κυρίου ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, καὶ ἐγένετο Μωυσεῖ ἐν μερίδι“ (Lev. 8,29 )·

πάνυ καλῶς· τοῦ γὰρ φιλαρέτου καὶ θεοφιλοῦς ἔργον ἦν τὴν ὅλην ψυχὴν θεασάμενον λαβέσθαι τοῦ στήθους, ὅπερ ἐστὶ τοῦ θυμοῦ, καὶ ἀφελεῖν αὐτὸν καὶ ἀποκόψαι, ἵνα τοῦ πολεμικοῦ μέρους ἐκτμηθέντος εἰρήνην τὸ λοιπὸν ἄγῃ. ἀφαιρεῖ δὲ οὐκ ἀπὸ τοῦ τυχόντος ζῴου, ἀλλ’ ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, καίτοι καὶ μόσχος ἱερουργήθη· ἀλλὰ τοῦτον παρελθὼν ἐπὶ τὸν κριὸν ἦλθε, διότι κρουστικὸν [*](1 ἀνθρωπείους codd.: ἀνθρωπίνους v 6 νέμων] νόμων Η 9 τε codd.: τοῦ Mang. 11 ἀποκρυπτούσης L 12 Μωυσῆ scripsi Μωσέως Markland): Μώσης codd. ἐκτέμνοντος Markland: ἐκτέμνων codd.; ἔχων coni. Mang. 19 ἵλεω codd. κατασκευάσῃ L 21 σωτηρίας P Μώσης codd. 24 Μώσης codd. στηθήνιον L 25 Μωσεῖ codd. 27 θεασάμενον] καθαγιασάμενον coni. Mang.; ipse conieceram θυσάμενον 30 τοῦ om. L)

v.1.p.142
φύσει ζῷόν ἐστι καὶ θυμικὸν καὶ ὁρμητικόν, παρὸ καὶ οἱ μηχανοποιοὶ τὰ πολλὰ τῶν πολεμιστηρίων ὀργάνων κριοὺς κατασκευάζουσι.

τὸ κριῶδες οὖν καὶ ὁρμητικὸν καὶ ἄκριτον ἐν ἡμῖν ἐστι τὸ ἐριστικὸν εἶδος· ἔρις δὲ μήτηρ ἐστὶ θυμοῦ· παρὸ καὶ οἱ φιλονεικότεροι ἔν τε ταῖς συζητήσεσι κἀν ταῖς ἄλλαις ὁμιλίαις ῥᾷστα ὀργίζονται. τῆς οὖν ἐριστικῆς καὶ φιλονείκου ψυχῆς πλημμελὲς γέννημα θυμὸν ἐκτέμνει δεόντως, ἵνα στειρωθεῖσα παύσηται βλαβερὰ τίκτουσα καὶ γένηται μερὶς τοῦτο ἁρμόζουσα τῷ φιλαρέτῳ, οὐ τὸ στῆθος οὐδ’ ὁ θυμός, ἀλλὰ τὸ ἀφελεῖν αὐτά· μοῖραν γὰρ ὁ θεὸς ἔνειμεν ἀρίστην τῷ σοφῷ τὸ ἐκτέμνειν τὰ πάθη δύνασθαι. ὁρᾷς πῶς ὁ τέλειος τελείαν ἀπάθειαν αἰεὶ μελετᾷ.

ἀλλ’ ὅ γε προκόπτων δεύτερος ὢν Ἀαρὼν μετριοπάθειαν, ὡς ἔφην, ἀσκεῖ, ἐκτεμεῖν γὰρ ἔτι τὸ στῆθος καὶ τὸν θυμὸν ἀδυνατεῖ· φέρει δ’ ἐπ’ αὐτὸν τὸν ἡνίοχον σὺν ταῖς προσφυέσιν ἀρεταῖς λόγον, τὸ λόγιον, ἐφ’ οὗ δήλωσίς

ἐστι καὶ ἀλήθεια. παραστήσει δὲ σαφέστερον τὴν διαφορὰν καὶ διὰ τούτου· „τὸ γὰρ στηθύνιον“ φησί „τοῦ ἐπιθέματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος εἴληφα παρὰ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν, καὶ ἔδωκα αὐτὰ Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ“ (Lev. 7, 24).

ὁρᾷς ὅτι οὔκ εἰσιν οὗτοι ἱκανοὶ τὸ στῆθος μόνον λαβεῖν, ἀλλὰ σὺν τῷ βραχίονι, Μωυσῆς δὲ χωρὶς τοῦ βραχίονος. διὰ τί; ὅτι ὁ μὲν τέλειος ὢν βραχὺ καὶ ταπεινὸν οὐδὲν φρονεῖ οὐδὲ μετριοπαθεῖν βούλεται, ἀλλ’ ἐκ περιουσίας ὅλα τὰ πάθη δι’ ὅλων ἀπέκοψεν, οἱ δὲ βραχέως καὶ οὐ μεγάλως ὁρμῶσιν ἐπὶ τὸν τῶν παθῶν πόλεμον, ἀλλὰ καταλλάττονται καὶ σπονδὰς πρὸς αὐτὰ τίθενται τὸν συμβατήριον λόγον προτείνοντες, ἵν’ οὗτος ἡνιόχου τρόπον ἐπιστομίζῃ τὴν ἐπὶ πλέον αὐτῶν φοράν.

ἔστι δὲ καὶ σύμβολον ὁ βραχίων πόνου καὶ κακοπαθείας· τοιοῦτος δὲ ὁ θεραπευτὴς καὶ λειτουργὸς τῶν ἁγίων, ἀσκήσει καὶ πόνῳ χρώμενος· ἄπονος δ’ ἐστὶν ᾧ ὁ θεὸς χαρίζεται κατὰ πολλὴν περιουσίαν τὰ ἀγαθὰ τέλεια· βραχύτερος δ’ εὑρίσκεται καὶ ἀτελέστερος ὁ πόνῳ κτώμενος τὴν ἀρετὴν τοῦ ἀπόνως καὶ εὐμαρῶς αὐτὴν παρὰ θεοῦ λαβόντος Μωυσῆ· ὡς γὰρ αὐτὸ τὸ πονεῖν βραχύτερον καὶ ἔλαττόν ἐστι τοῦ ἀπόνου, οὕτω καὶ τὸ ἀτελὲς τοῦ τελείου καὶ τὸ μανθάνον τοῦ αὐτομαθοῦς. διὰ τοῦτο σὺν μὲν βραχίονι λαμβάνει τὸ στῆθος Ἀαρών, ἄνευ [*](2 κατασκευάζουσι] κατονομάζουσι coni. Mang. 6 γένημα Η θυμὸν] θυμικὸν H ἐκτέμνειν codd., corr. Mang. 11 μετριοπάθειαν Mang.: μετριοπαθῶς codd. 13 λόγον codd.: λόγου v 15 τούτου Mang.: τοῦτο codd. 111 Μώσης codd. 24 οὗτος AP: οὕτως ΒΗ ἡνιόχου τρόπον Wendl.: ἡνιόχων τρόπον ABPH, ἡνιόχων (om. τρόπον) L, ἡνιοχῶν V 27 ᾧ corr. Turn.: οἷς codd. 80 Μωσῇ codd.: Μωσέως v ὡς γὰρ scripsi: καὶ γὰρ codd., καὶ γὰρ x003E; coni. Mang. 31 οὕτως x003E;)

v.1.p.143
δὲ βραχίονος Μωυσῆς.

τὸ στηθύνιον δὲ ἐπιθέματος καλεῖ διὰ τοῦτο, ὅτι ἐπικεῖσθαι δεῖ τῷ θυμῷ καὶ ἐφιδρῦσθαι τὸν λόγον ὡσανεί τινα ἡνίοχον εὐθύνοντα σκληραύχενα καὶ ἀφηνιαστὴν ἵππον· τὸν δὲ βραχίονα οὐκέτι ἐπιθέματος ἀλλ’ ἀφαιρέματος διὰ τόδε, ὅτι δεῖ τὸν ὑπὲρ ἀρετῆς πόνον μὴ ἑαυτῇ προσάγειν τὴν ψυχήν, ἀλλ’ ἀφελεῖν ἀφ’ ἑαυτῆς καὶ θεῷ ἀνενεγκεῖν, ὁμολογοῦσαν ὅτι οὐχ ἡ ἰσχὺς αὐτῆς οὐδὲ ἡ δύναμις περιεποίησε τὸ καλόν, ἀλλὰ ὁ καὶ τὸν ἔρωτα χαρισάμενος.

οὔτε δὲ στηθύνιον οὔτε ὁ βραχίων λαμβάνεται πλὴν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου· κατὰ τὸ εἰκός· τότε γὰρ ἡ ψυχὴ σῴζεται, ὅταν καὶ ὁ θυμὸς ἡνιοχηθῇ ὑπὸ λόγου καὶ ὁ πόνος μὴ οἴησιν ἐγκατασκευάσῃ ἀλλὰ παραχώρησιν τῷ εὐεργέτῃ θεῷ.

Τὸ δὲ μὴ μόνον ἐπὶ τῷ στήθει ἀλλὰ καὶ τῇ κοιλίᾳ πορεύεσθαι τὴν ἡδονὴν εἴπομεν ἤδη, οἰκειότατον δηλοῦντες ἡδονῇ χωρίον τὴν γαστέρα, σχεδὸν γὰρ ἀγγεῖον τῶν ἡδονῶν ἁπασῶν αὕτη ἐστί· πληρωθείσης γὰρ τῆς γαστρὸς ὀρέξεις καὶ τῶν ἄλλων ἡδονῶν γίνονται σύντονοι, κενωθείσης δὲ ἠρεμαῖαι καὶ σταθηρότεραι.

διὸ καί φησιν ἑτέρωθι· „πᾶς ὁ πορευόμενος ἐπὶ κοιλίᾳ καὶ πᾶς ὁ πορευόμενος ἐπὶ τεσσάρων διὰ παντός, ὃς πολυπληθεῖ ποσίν, ἀκάθαρτός ἐστι“ (Lev. 11,42)· τοιοῦτος δ’ ὁ φιλήδονος ἀεὶ χωρῶν ἐπὶ γαστέρα καὶ τὰς μετὰ ταύτην ἡδονάς. τῷ δὲ ἕρποντι ἐπὶ κοιλίαν τὸν ἐπὶ τεσσάρων βαδίζοντα ἥνωκεν· εἰκότως· τέτταρα γάρ ἐστι τὰ πάθη τῶν ἐν ἡδονῇ, ὥς τις κατ’ ἐξαίρετον λόγος μέμνηται. ἀκάθαρτος οὖν καὶ ὁ τῷ ἑνὶ χρώμενος τῇ ἡδονῇ

καὶ ὁ πᾶσιν ἐφορμῶν τοῖς τέσσαρσι. τούτων εἰρημένων ἴδε διαφορὰν πάλιν τελείου καὶ προκόπτοντος. ὥσπερ οὖν πρότερον εὑρίσκετο ὁ μὲν τέλειος ὅλον ἐκτέμνων τὸν θυμὸν τῆς ἐριστικῆς ψυχῆς καὶ ποιῶν αὐτὴν τιθασὸν καὶ χειροήθη καὶ εἰρηναίαν καὶ ἵλεων πρὸς πάντα ἔργῳ τε καὶ λόγῳ, ὁ δὲ προκόπτων οὐ δυνάμενος μὲν ἀποκόψαι τὸ πάθος — φέρει γὰρ τὸ στῆθος —, παιδεύων δὲ αὐτὸ λόγῳ κεκριμένῳ, ἔχοντι δύο ἀρετάς, σαφήνειαν καὶ ἀλήθειαν, οὕτως καὶ νῦν εὑρεθήσεται ὁ μὲν σοφὸς τέλειος ἡδονὰς ἀπορρυπτόμενος καὶ ἀποσειόμενος Μωυσῆς, ὁ δὲ προκόπτων οὐχ ἅπασαν, ἀλλὰ τὴν μὲν ἀναγκαίαν καὶ ἁπλῆν [*](1 Μώσης codd. 7 ὁ καὶ Wendl.: καὶ ὁ codd. τὸν corr. ex τῶν P, τῶν Α 8 οὗτε δὲ ὁ codd. 9 καὶ om. P 10. 11 παραχώρησιν scripsi: παραχωρήσῃ codd. 13 ἡδονὴ codd.: ἡδονῆς v 16 σταθηρότεραι codd.: σταθερώτεραι v 17 καὶ πᾶς AP: καὶ om BH καὶ πᾶς ὁ πορευόμενος om. L 19 ταύτην Mang.: ταῦτα codd. 21 ὥς] ὧν coni. Diels 22 μέμνηται] μεμήνυκεν coni. Wendl. καὶ ὁ scripsi: ὁ καὶ codd. 24 καὶ om. L 26 τιθασσὸν codd. εἰρηναίαν scripsi: εἰρηναῖον codd. ἵλεω codd. 30 τέλειος Mang.: τελείως codd. ἀπορρυπτόμενος ABP: ἀπορριπτόμενος H Μώσης codd.)

v.1.p.144
προσιέμενος, τὴν δὲ περίεργον καὶ περιττὴν κατὰ τὰς ἐπεντρώσεις παραιτούμενος·