Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

οὗτός ἐστι Μωυσῆς ὁ λέγων „Ἐμφάνισόν μοι σαυτόν, γνωστῶς ἴδω σε“ (Exod. 33, 13)· μὴ γὰρ ἐμφανισθείης μοι δι’ οὐρανοῦ ἢ γῆς ἢ ὕδατος ἢ ἀέρος ἤ τινος ἁπλῶς τῶν ἐν γενέσει, μηδὲ κατοπτρισαίμην ἐν ἄλλῳ τινὶ τὴν σὴν ἰδέαν ἢ ἐν σοὶ τῷ θεῷ, αἱ γὰρ ἐν γενητοῖς ἐμφάσεις διαλύονται, αἱ δὲ ἐν τῷ ἀγενήτῳ μόνιμοι καὶ βέβαιοι καὶ ἀίδιοι ἂν διατελοῖεν. διὰ τοῦτο Μωυσῆν ἀνακέκληκε καὶ ἐλάλησεν αὐτῷ ὁ θεός.

καὶ Βεσελεὴλ ἀνακέκληκεν, ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ τὸν μὲν τὴν ἔμφασιν τοῦ θεοῦ λαμβάνοντα ἀπ’ αὐτοῦ τοῦ αἰτίου, τὸν δὲ ὥσπερ ἀπὸ σκιᾶς τῶν γενομένων τὸν τεχνίτην ἐξ ἐπιλογισμοῦ κατανοοῦντα. διὰ τοῦθ’ εὑρήσεις τὴν σκηνὴν καὶ τὰ σκεύη πάντα αὐτῆς πρότερον μὲν ὑπὸ Μωυσέως, αὖθις δ’ ὑπὸ Βεσελεὴλ κατασκευαζόμενα· Μωυσῆς μὲν γὰρ τὰ ἀρχέτυπα τεχνιτεύει, Βεσελεὴλ δὲ τὰ τούτων μιμήματα· χρῆται μὲν γὰρ Μωυσῆς ὑφηγητῇ τῷ θεῷ, ὥς φησι· „κατὰ τὸ [*](4 prius om. L οὐρανὸν μὲν ΑΡ: μὲν om. BH 5 ἐκτὸς codd., corr. Turn. 7 μέσον codd.: μεσαίτατον v 9 ταῦτα om. L 10 δεδημιούργηται παντελοῦς B 15 γεννητὸν codd. 16 ἀγεννήτου codd. καταλαμβάνει Β 18 Μώσης codd. 21 γεννητοῖς codd. 22 ἀγεννήτω codd. ἂν addidi; διατελοῦσιν coni. Mang. 23 Μωσῆν codd. ὁ om. ΑΡ 28 Μώσεως codd. Μωσῆς codd. 30 Μώσης codd. ὥς] ὅς ΒΗ)

v.1.p.136
παράδειγμα τὸ δεδειγμένον σοι ἐν τῷ ὄρει πάντα ποιήσεις“ (Exod. 25, 40), Βεσελεὴλ δὲ Μωυσεῖ· καὶ εἰκότως·

καὶ γὰρ ὅτε Ἀαρὼν ὁ λόγος καὶ Μαριὰμ ἡ αἴσθησις ἐπανίστανται, ῥητῶς ἀκούουσιν ὅτι, „ἐὰν γένηται προφήτης κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσεται“ καὶ ἐν σκιᾷ ὁ θεός, οὐκ ἐναργῶς, Μωυσεῖ δέ, ὅστις „πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ, στόμα κατὰ στόμα λαλήσει, ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων“ (Num. 12,6-8).

ἐπειδὴ τοίνυν δύο φύσεις εὕρομεν γενομένας καὶ πλαττομένας καὶ ἄκρως τετορευμένας ὑπὸ θεοῦ, τὴν μὲν ἐξ ἑαυτῆς βλαβερὰν καὶ ἐπίληπτον καὶ κατάρατον, τὴν δὲ ὠφέλιμον καὶ ἐπαινετήν, καὶ ἔχουσαν τὴν μὲν κίβδηλον, τὴν δὲ δόκιμον χαρακτῆρα, καλὴν καὶ ἁρμόττουσαν εὐχὴν εὐξώμεθα, ἣν καὶ Μωυσῆς, „ἵν’ ἡμῖν ἀνοίξῃ ὁ θεὸς τὸν ἑαυτοῦ θησαυρὸν" (Deut. 28, 12) καὶ τὸν μετάρσιον καὶ ἐγκύμονα θείων φώτων λόγον, ὃν δὴ κέκληκεν οὐρανόν, τοὺς δὲ τῶν κακῶν ἐπισφίγξῃ.

εἰσὶ γὰρ ὥσπερ ἀγαθῶν οὕτω καὶ κακῶν παρὰ τῷ θεῷ θησαυροί, ὡς ἐν μεγάλῃ φησὶν ᾠδῇ· „οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ’ ἐμοί, καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου, ἐν ἡμέρᾳ ἐκδικήσεως, ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν“ (Deut. 32,34. 35) ; ὁρᾷς ὅτι κακῶν εἰσι θησαυροί· καὶ ὁ μὲν τῶν ἀγαθῶν εἷς — ἐπεὶ γὰρ ὁ θεὸς εἷς, καὶ ἀγαθῶν θησαυρὸς εἷς —, πολλοὶ δὲ τῶν κακῶν, ὅτι καὶ οἱ ἁμαρτάνοντες ἄπειροι τὸ πλῆθος. ἀλλὰ καὶ ἐν τούτῳ σκόπει τὴν τοῦ ὄντος ἀγαθότητα· τὸν μὲν τῶν ἀγαθῶν θησαυρὸν ἀνοίγει, τοὺς δὲ τῶν κακῶν ἐπισφίγγει· θεοῦ γὰρ ἴδιον τὰ μὲν ἀγαθὰ προτείνειν καὶ φθάνειν δωρούμενον, τὰ δὲ κακὰ μὴ ῥᾳδίως ἐπάγειν.

Μωυσῆς δὲ καὶ ἐπιτείνων τὸ τοῦ θεοῦ φιλόδωρον καὶ χαριστικὸν οὐ μόνον ἐν τῷ ἄλλῳ χρόνῳ φησὶ τοὺς θησαυροὺς τῶν κακῶν ἐσφραγίσθαι, ἀλλὰ καὶ ὅταν ἡ ψυχὴ σφαλῇ κατὰ τὴν βάσιν τοῦ ὀρθοῦ λόγου, ὁπότε καὶ ἄξιον ἦν αὐτὴν [*](1 τὸ] τῶ Α 2 Μωσεῖ codd. ὅτε scripsi: ὅ τε codd. 3 ἐπανίστανται scripsi: ἐπανίσταται codd. τοῖς ἀκούουσιν v, τοῖς om. codd. 5 Μωσεῖ codd. 8 ὑπὸ Turn.: ἀπὸ codd. 11 εὐξώμεθα AP: εὐξόμεθα BH Μώσης codd. ἀνοίξη ὁ θεὸς AHP: ἀνοίξη ὁ θεὸς ἀνοίξη (sic) H 14 τῷ om. P 17 σφαλεῖ P 18 ἐπεὶ scripsi: ἐπὰν codd. 19 εἷς add. Mang. 22. 23 δωρούμενος H 23 Μώσης codd. καὶ om. P 26 σφαλεῖ P ἢν om. Η) [*](22—23 D C fol. 258r Φίλωνος ἐκ τοῦ γ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας) D P foi. 360r fol. 267v D R fol. 273v D V p. 710 Mcl. Barocc. fol. 148v lo. Georgid. p. 47 Boiss. Φίλωνος: θεοῦ ἴδιον›—ἐπάγειν.)

v.1.p.137
δίκης ἀξιοῦσθαι· ἐν ἡμέρᾳ γάρ φησιν ἐκδικήσεως ἐσφραγίσθαι τοὺς τῶν κακῶν θησαυρούς, δεικνύντος τοῦ ἱεροῦ λόγου, ὅτι οὐδὲ τοῖς ἁμαρτάνουσιν εὐθὺς ἐπέξεισιν ὁ θεός, ἀλλὰ δίδωσι χρόνον εἰς μετάνοιαν καὶ τὴν τοῦ σφάλματος ἴασίν τε καὶ ἐπανόρθωσιν.

"Καὶ εἶπε κύριος ὁ θεὸς τῷ ὄφει Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς“ (Gen. 3, 14). ὥσπερ ἡ χαρὰ εὐπάθεια οὖσα εὐχῆς ἐστιν ἐπαξία, οὕτως κατάρας ἡδονή, τὸ πάθος, ἡ μεταθεῖσα τοὺς ὅρους τῆς ψυχῆς καὶ κατασκευάσασα αὐτὴν ἀντὶ φιλαρέτου φιλοπαθῆ· φησὶ δὲ Μωυσῆς ἐν ταῖς ἀραῖς, ἐπικατάρατον εἶναι τὸν μετατιθέντα τὰ ὅρια τοῦ πλησίον (Deut. 27, 17)· ὅρον γὰρ ἔθηκε καὶ νόμον ὁ θεὸς τὴν ἀρετὴν τῇ ψυχῇ, τὸ τῆς ζωῆς ξύλον· τοῦτον δὲ μετατέθεικεν ὁ πήξας ὅρον κακίαν, ξύλον θανάτου.

„ἐπικατάρατος μέντοι καὶ ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ“ (Deut. 27, 18), „καὶ ὁ τύπτων τὸν πλησίον δόλῳ" (ib. 24). καὶ ταῦτα δ’ ἐργάζεται ἡ ἀθεωτάτη ἡδονή· τυφλὸν γὰρ φύσει ἡ αἴσθησις ἅτε ἄλογος οὖσα, ἐπεὶ τὸ λογικὸν ἐξομματοῦται· παρὸ καὶ μόνῳ τούτῳ τὰ πράγματα καταλαμβάνομεν, αἰσθήσει δ’ οὐκέτι, μόνα γὰρ τὰ σώματα φαντασιούμεθα δι’ αἰσθήσεως.

τὴν οὖν πηρὰν αἴσθησιν τῆς τῶν πραγμάτων ἀντιλήψεως ἐξηπάτηκεν, εἴ γε δυναμένην ἐπὶ νοῦν τρέπεσθαι καὶ ἡνιοχεῖσθαι ὑπ’ αὐτοῦ κεκώλυκεν, ἐπὶ τὸ ἐκτὸς αἰσθητὸν ἀγαγοῦσα καὶ λίχνον αὐτὴν ἀπεργασαμένη τοῦ ἑαυτῆς ποιητικοῦ, ἵνα ἡ μὲν αἴσθησις πηρὸς οὖσα ἀκολουθῇ τυφλῷ ποδηγῷ τῷ αἰσθητῷ, ὁ δὲ νοῦς, ὑπ’ ἀμφοτέρων ποδηγούμενος οὐ βλεπόντων, ἐκτραχηλίζηται καὶ ἀκρατὴς ἑαυτοῦ γίνηται.

εἰ γάρ τις ἦν τοῦ κατὰ φύσιν ἀκολουθία, τῷ βλέποντι λογισμῷ τὰ πηρὰ ἐχρῆν ἕπεσθαι, οὕτως γὰρ ἂν τὰ βλαβερὰ ἐπεκουφίζετο· νυνὶ δὲ τοσοῦτον ἔστησε μηχάνημα κατὰ τῆς ψυχῆς, ὥστε ἡγεμόσιν αὐτὴν χρῆσθαι τυφλοῖς ἠνάγκασε, παρακρουσαμένη καὶ ἀναπείσασα κακῶν ἀρετὴν ἀλλάξαι καὶ ἀντιδοῦναι πονηρῶν ἀκακίαν. ἀπείρηκε δὲ καὶ τὴν τοιαύτην [*](1 ἐν add. Turn., om. codd. 3 ἐπεξέρχεται DP 4 ἴασίν τε καὶ ἐπανόρθωσιν D: τε καὶ ἐπανόρθωσιν om. codd. 7 οὕτω ΒΗ 9 Μώσης codd. 12 μετατέθηκε ABP, μετατέθηκεν H ὁ addidi ἡ x003E; πήξασα coni. Markland 14 καὶ — δόλῳ om. Turn. Mang. 21 ποιητικοῦ] ποιητοῦ H 22 ἀκολουθεῖ Η 23 ποδηγούμενος codd.: ποδηγετούμενος Mang. 25 οὕτω Η 26 ἕστηκε L 28 ἀκακίαν scripsi: κακίαν codd., καλά coni. Mang., καλοκἀγαθίαν coni. Wendl.) [*](2—4 ibid. τοῦ αὐτοῦ:)

v.1.p.138
ἀντίδοσιν ὁ ἱερὸς λόγος, ὅταν φῇ· „οὐκ ἀλλάξεις καλὸν πονηρῷ“ (Lev. 27, 33). ἐπικατάρατος δὴ διὰ ταῦτα ἡ ἡδονή.

ἃ δὲ καταρᾶται αὐτῇ, ἴδωμεν ὡς προσφυᾶ. ἀπὸ πάντων φησὶ τῶν κτηνῶν ἐπάρατον εἶναι (Gen. 3, 14). οὐκοῦν κτηνῶδες μέν ἐστι τὸ ἄλογον καὶ αἰσθητικόν, ἑκάστη δὲ αἴσθησις ἡδονῇ καταρᾶται ὡς πολεμιωτάτῃ καὶ ἐχθίστῃ· καὶ γάρ ἐστι τῷ ὄντι πολέμιος αἰσθήσει· τεκμήριον δέ, ὅταν ἡδονῆς ἀμέτρου κορεσθῶμεν, οὔθ’ ὁρᾶν οὔτ’ ἀκούειν οὔτ’ ὀσφραίνεσθαι οὔτε γεύεσθαι οὔθ’ ἅπτεσθαι εἱλικρινῶς δυνάμεθα, ἀλλ’ ἀμυδρὰς καὶ ἀσθενεῖς ποιούμεθα τὰς προσβολάς. καὶ τοῦτο μέν,

ὅταν ἐπίσχωμεν τὴν χρῆσιν αὐτῆς, πάσχομεν· ἐν αὐταῖς δ’ ὄντες ταῖς τῆς ἡδονῆς ἀπολαύσεσι κατὰ τὸ παντελὲς καὶ τὴν διὰ τῶν συνεργουσῶν αἰσθήσεων ἀντίληψιν ἀφαιρούμεθα, ὡς δοκεῖν πεπηρῶσθαι. πῶς οὖν οὐκ ἂν εἰκότως ἀρὰς θεῖτο

αἴσθησις τῇ πηρούσῃ αὐτὴν ἡδονῇ; ἐπικατάρατος δέ ἐστι καὶ παρὰ πάντα τὰ θηρία, λέγω δὴ τὰ πάθη τῆς ψυχῆς, τούτοις γὰρ νοῦς τιτρώσκεται καὶ διαφθείρεται. διὰ τί οὖν καὶ τῶν ἄλλων παθῶν χείρων εἶναι δοκεῖ; ὅτι σχεδὸν ὑποβέβληται πᾶσιν, ὥσπερ τις ἀρχὴ καὶ θεμέλιος· ἥ τε γὰρ ἐπιθυμία γέγονε δι’ ἔρωτος ἡδονῆς, ἥ τε λύπη συνίσταται κατὰ τὴν ταύτης ἀφαίρεσιν, φόβος τε αὖ γεννᾶται δι’ εὐλάβειαν ἀπουσίας αὐτῆς· ὥστε δῆλον εἶναι, ὅτι πάντα ἐφορμεῖ τὰ πάθη τῇ ἡδονῇ, καὶ οὐδ’ ἂν συνέστη τὸ παράπαν ἴσως ἐκεῖνα, εἰ μὴ προκατεβλήθη τὸ οἰστικὸν αὐτῶν ἡδονή.

„Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ“ (Gen. 3, 14). περὶ γὰρ ταῦτα φωλεύει τὰ μέρη τὸ πάθος, τά τε στέρνα καὶ τὴν γαστέρα, ὅταν μὲν ἔχῃ τὰ ποιητικὰ καὶ τὰς ὕλας ἡ ἡδονή, περὶ τὴν γαστέρα καὶ τὰ μετ’ αὐτήν, ὅταν δ’ ἀπορῇ, περὶ τὰ στήθη, ὅπου ὁ θυμός· οἱ γὰρ φιλήδονοι στερόμενοι τῶν ἡδονῶν ὀργίζονται καὶ παραπικραίνονται.

ἔτι δὲ ἀκριβέστερον ἴδωμεν τὸ δηλούμενον. τριμερῆ συμβέβηκε τὴν ψυχὴν ἡμῶν εἶναι καὶ ἔχειν μέρος μὲν ἓν λογιστικόν, δεύτερον δὲ θυμικόν, τρίτον δὲ ἐπιθυμητικόν. ἔνιοι μὲν οὖν τῶν φιλοσόφων τὰ μέρη ταῦτα δυνάμει μόνον διέκριναν ἀλλήλων, τινὲς δὲ καὶ τόποις· εἶτα ἔνειμαν τῷ μὲν λογιστικῷ τὸν περὶ κεφαλὴν χῶρον εἰπόντες, ὅπου ὁ βασιλεύς, ἐκεῖ καὶ οἱ δορυφόροι, δορυφόροι δὲ αἱ αἰσθήσεις τοῦ νοῦ περὶ κεφαλὴν οὖσαι, ὥστε καὶ ὁ βασιλεὺς εἴη ἂν ἐκεῖ, ὥσπερ ἄκραν ἐν [*](1 ἀντίδοσιν Mang: ἀντιδοσίαν codd. φῆ AP: φησίν ΒΗ πονηρὸν καλῶ P 10 πάσχωμεν L 11 συνεργουσῶν] ἐνεργουσῶν L 18 εὐλάβειαν] εὐσεβεῖν L 19 τῇ om. H ἡδονή Η 23 τε om. L 25 καὶ τὰ] καὶ τὴν Η δ’ om. codd., add. Turn. 31 λογικῶ L)

v.1.p.139
πόλει λαχὼν οἰκεῖν, τῷ δὲ θυμικῷ τὰ στέρνα, παρὸ καὶ τὴν φύσιν ὀχυρῶσαι τὸ μέρος πυκνότητι καὶ κραταιότητι συνεχῶν ὀστέων ὥσπερ στρατιώτην ἀγαθὸν καθοπλίσασαν θώρακι καὶ ἀσπίδι πρὸς τὴν τῶν ἐναντιουμένων ἄμυναν, τῷ δὲ ἐπιθυμητικῷ τὸν περὶ τὸ ἦτρον καὶ τὴν κοιλίαν τόπον, ἐνταῦθα γὰρ κατοικεῖ ἐπιθυμία, ὄρεξις ἄλογος.

ἐὰν οὖν ποτε ζητῇς, ὦ διάνοια, τίνα χῶρον ἡδονὴ κεκλήρωται, μὴ σκέπτου τὸν περὶ κεφαλὴν τόπον, ὅπου τὸ λογιστικόν, οὐ γὰρ μὴ εὑρήσεις, ἐπεὶ μάχεται ὁ λόγος τῷ πάθει καὶ ἐν ταὐτῷ μένειν οὐ δύναται· κρατοῦντος μὲν γὰρ λόγου φροῦδος ἡ ἡδονή, νικώσης δὲ ἡδονῆς φυγὰς ὁ λόγος· ζήτει δ’ ἐν στήθει καὶ κοιλίᾳ, ὅπου ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, μέρη τοῦ ἀλόγου· ἐν αὐτῷ γὰρ εὑρίσκεται καὶ ἡ κρίσις ἡ ἡμετέρα καὶ τὰ πάθη.

οὐ κεκώλυται οὖν νοῦς ἐκβὰς τῶν νοητῶν καὶ οἰκείων ἐπιβολῶν ἐκδοθῆναι τῷ χείρονι· τοῦτο δὲ συμβαίνει, ὅταν ὁ ψυχῆς κρατήσῃ πόλεμος· ἀνάγκη γὰρ δορυάλωτον γίνεσθαι τὸν μὴ μάχιμον ἀλλ’ εἰρηναῖον [τὸν] ἐν ἡμῖν λογισμόν.

εἰδὼς γοῦν ὁ ἱερὸς λόγος ὅσον ἡ ἑκατέρου δύναται ὁρμὴ πάθους, θυμοῦ τε καὶ ἐπιθυμίας, ἑκάτερον ἐπιστομίζει, ἡνίοχον καὶ κυβερνήτην ἐφιστὰς τὸν λόγον. καὶ πρότερον περὶ τοῦ θυμοῦ, θεραπεύων αὐτὸν καὶ ἰώμενος, διαλέγεται οὕτως· „καὶ ἐπιθήσεις ἐπὶ τὸ λόγιον τῶν κρίσεων τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ ἔσται ἐπὶ τοῦ στήθους Ἀαρών, ὅταν εἰσέρχηται εἰς τὸ ἅγιον ἐναντίον κυρίου“ (Exod. 28, 26).

λόγιον οὖν ἐστιν ἐν ἡμῖν τὸ φωνητήριον ὄργανον, ὅπερ ἐστὶν ὁ γεγωνὼς λόγος· οὗτος δὲ ἢ ἀκριτόμυθός ἐστι καὶ ἀδόκιμος ἢ κεκριμένος καὶ δόκιμος· εἰς ἔννοιαν δ’ ἡμᾶς ἄγει λόγου τοῦ κατὰ διάκρισιν· τὸ γὰρ λόγιόν φησιν οὐ τὸ ἄκριτον ἢ κίβδηλον, ἀλλὰ τὸ τῶν κρίσεων, ἴσον τῷ διακεκριμένον καὶ ἐξητασμένον.

τούτου δὲ τοῦ δοκίμου λόγου δύο ἀρετάς φησιν εἶναι τὰς ἀνωτάτω, σαφήνειαν καὶ ἀληθότητα, καὶ πάνυ ὀρθῶς· ὁ γὰρ λόγος τὸ μὲν πρῶτον παρῆκε τοῦ σαφῆ ποιῆσαι καὶ δῆλα τὰ πράγματα τῷ πλησίον, μὴ δυνηθέντων ἡμῶν τὸ ἐγγενόμενον τῇ ψυχῇ πάθος ὑπὸ τῶν ἐκτὸς ἐπιδείξασθαι οὐδ’ οἷον ἦν παραστῆσαι· διόπερ ἠναγκάσθημεν ἐλθεῖν ἐπὶ τὰ διὰ φωνῆς σύμβολα, ὀνόματα καὶ ῥήματα, ἃ δεῖ πάντως εἶναι γνώριμα, ἵνα σαφῶς [*](4 τῷ] τὸ Α ἦτρον scripsi: ἦτορ codd., ἧπαρ v 7 λογικόν ABP οὐ γὰρ μὴ ABP: μὴ γὰρ Η 7. 8 ἐπεὶ μάχεται] ἐπιμάχετπι P 11 αὐτῷ] αὐτῇ Mang. 13 οὐ συμβαίνει v, οὐ om. codd. 14 τὸν alterum seclusi 16 ἑκατέρου H 17 ἐπιστὰς H 22 γεγωνὼς AP: γεγονὼς ΒΗ, γεγωνὸς Mang. 23 δ’] δι’ Η 27 παρῆκε τοῦ codd.: παρεῖχε τὸ Mang. 29 ἐγγινόμενον L ἦν om. P 30 τὰ] τῶν H)

v.1.p.140
καὶ ἐκδήλως ὁ πλησίον ἐκλάβηται· ἔπειτα τοῦ ἀληθῶς αὐτὰ ἀπαγγεῖλαι·