Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

„Ἧι ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν“ (Gen. 2, 4. 5). τὴν ἡμέραν ταύτην ἐπάνω βίβλον εἴρηκεν, εἴ γε ἐν ἀμφοτέροις οὐρανοῦ καὶ γῆς ὑπογράφει γένεσιν· τῷ γὰρ περιφανεστάτῳ καὶ τηλαυγεστάτῳ ἑαυτοῦ λόγῳ ὁ θεὸς ἀμφότερα ποιεῖ, τήν τε ἰδέαν τοῦ νοῦ, ὃν συμβολικῶς οὐρανὸν κέκληκε, καὶ τὴν ἰδέαν τῆς αἰσθήσεως, ἣν διὰ σημείου γῆν ὠνόμασεν.

ἀγροῖς δὲ ἀπεικάζει δυσὶ τήν τε ἰδέαν τοῦ νοῦ καὶ τὴν ἰδέαν τῆς αἰσθήσεως· φέρει γὰρ ὁ μὲν νοῦς καρπὸν τὰ ἐν τῷ νοεῖν, ἡ δὲ αἴσθησις τὰ ἐν τῷ αἰσθάνεσθαι. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὥσπερ τοῦ ἐπὶ μέρους καὶ ἀτόμου νοῦ προϋπάρχει τις ἰδέα ὡς ἂν ἀρχέτυπος καὶ παράδειγμα τούτου καὶ πάλιν τῆς κατὰ μέρος αἰσθήσεως ἰδέα τις αἰσθήσεως σφραγῖδος λόγον ἔχουσα εἴδη τυπούσης, οὕτως πρὶν μὲν γενέσθαι τὰ ἐπὶ μέρους νοητά, ἦν τὸ αὐτὸ τοῦτο γενικὸν νοητόν, οὗ κατὰ μετοχὴν καὶ τὰ ἄλλα ὠνόμασται, πρὶν δὲ γενέσθαι τὰ κατὰ μέρος αἰσθητά, ἦν τὸ αὐτὸ τοῦτο γενικὸν αἰσθητόν, οὗ κατὰ μετουσίαν καὶ τὰ ἄλλα αἰσθητὰ γέγονε.

χλωρὸν μὲν οὖν ἀγροῦ τὸ νοητὸν εἴρηκε τοῦ νοῦ· ὡς γὰρ ἐν ἀγρῷ τὰ χλωρὰ βλαστάνει καὶ ἀνθεῖ, οὕτως βλάστημα τοῦ νοῦ τὸ νοητόν ἐστι. πρὶν οὖν τὸ κατὰ [*](1 νοητῆς om. M εἰ οἷόν τε] ἴδιον δὲ UFL τοῦτο om. Arm δ’ U 3 καθωρισμένας codd. 4 ἀλλ’ εἰδῇς MAArm, ἀλλὰ εἰδῇς U: ἀλλ’ ἀειδὴς FL, ἀλλ’ ἀειδῆ v καὶ ἀτέκμαρτα MA: om. Arm, καὶ om. UFL 5 καὶ ἀκατάληπτα om. MA 6 ὅτε] ὅτι L ποτὲ MAF γραφὴν Α 8 γενέσθαι UFL 9 Ἧι om. Α 12 ἡμέραν] ἡμετέραν L 13 βίβλον M: βίβλων Α, βιβλίον UFL 14 τὴν γένεσιν Arm αὑτοῦ U λόγω ΜΑΑrm: λόγω βήματι UFL 16 ἣν—αἰσθήσεως (17) om. U 18 καρπὸν ΜΑ: καρποὺς UFL 20 ἄν om. U 21 ἡ ἰδέα τις αἰσθήσεως addidi Dielcsium secutus ἡ ἰδέα τῆς αἰσθήσεως proponentem σφραγῖδος λόγον] ἔνδον Arm 22 εἴδη] εἴδει L, ἤδη MAArm τυποῦσα F, τυποῦσθαι L οὕτως om. Mang. 23 γενικὸν νοῇ· τόν Arm: γενικὸν om. codd. κατὰ μετοχὴν] μετοχὴ M, μετοχὴ Α πρὶν—γέγονε (25) om. UFL 25 οὖν om. FL 27 τοῦ om. MA)

v.1.p.67
μέρος νοητὸν γενέσθαι, τὸ αὐτὸ τοῦτο νοητὸν ἀποτελεῖ γενικὸν ὄν, ὃ δὴ καὶ „πᾶν“ κέκληκεν ὑγιῶς· τὸ μὲν γὰρ κατὰ μέρος νοητὸν ἀτελὲς ὂν οὐ πᾶν, τὸ δὲ γενικὸν ἅπαν, ἅτε πλῆρες ὄν.

„καὶ πάντα“ φησί „χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι,“ τουτέστι· πρὸ τοῦ ἀνατεῖλαι τὰ κατὰ μέρος αἰσθητὰ ἦν τὸ γενικὸν αἰσθητὸν προμηθείᾳ τοῦ πεποιηκότος, ὃ δὴ πάλιν „πᾶν“ εἴρηκεν. εἰκότως μέντοι χόρτῳ τὸ αἰσθητὸν ἀπείκασεν· ὡς γὰρ ὁ χόρτος ἀλόγου τροφή, οὕτως τὸ αἰσθητὸν τῷ ἀλόγῳ μέρει ψυχῆς προσκεκλήρωται· ἐπεὶ διὰ τί προειπὼν „χλωρὸν ἀγροῦ“ ἐπιφέρει „καὶ πάντα χόρτον“, ὡς οὐ γινομένου χόρτου χλωροῦ τὸ παράπαν; ἀλλὰ τὸ μὲν ἀγροῦ χλωρὸν τὸ νοητόν ἐστιν, ἐκβλάστημα νοῦ, ὁ δὲ χόρτος τὸ αἰσθητόν, τοῦ ἀλόγου τῆς ψυχῆς καὶ αὐτὸ βλάστημα.

„οὐ γὰρ ἔβρεξεν ὁ θεὸς“ φησίν „ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν.“ φυσικώτατα· ἐὰν γὰρ μὴ ἐπομβρήσῃ ταῖς αἰσθήσεσι τὰς ἀντιλήψεις τῶν ὑποκειμένων ὁ θεός, οὐδ’ ὁ νοῦς ἐργάσεται καὶ πραγματεύσεταί τι περὶ αἴσθησιν· ἄπρακτος γὰρ αὐτὸς ἐξ ἑαυτοῦ μὴ ὥσπερ ὕοντος καὶ ἐπιψεκάζοντος ὁράσει μὲν χρώματα, φωνὰς δὲ ἀκοῇ, γεύσει δὲ χυλοὺς καὶ ταῖς ἄλλαις τὰ οἰκεῖα τοῦ αἰτίου.

ὅταν δὲ ἄρδειν ὁ θεὸς ἄρξηται τὴν αἴσθησιν αἰσθητοῖς, τηνικαῦτα καὶ ὁ νοῦς ἐργάτης οἷα πίονος γῆς ἀνευρίσκεται. ἡ δ’ ἰδέα τῆς αἰσθήσεως οὐ δεῖται τροφῆς· τροφὴ δὲ αἰσθήσεως, ἣν κατὰ σύμβολον βροχὴν εἴρηκεν, τὰ ἐπὶ μέρους αἰσθητά, ἃ δὴ σώματά ἐστιν· ἰδέα δὲ σωμάτων ἀλλότριον. πρὶν οὖν γενέσθαι τὰ κατὰ μέρος συγκρίματα, οὐκ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν ἰδέαν τῆς αἰσθήσεως, ἣν εἴρηκε γῆν, τοῦτο δέ ἐστι, τροφὴν οὐ παρέσχεν αὐτῇ· οὐδὲ γὰρ ἐδεῖτο αἰσθητοῦ τὸ παράπαν οὐδενός.

τὸ δὲ "καὶ ἄνθρωπος [*](1 γενέσθαι—νοητὸν in textu om., in marg. add. U τὸ αὐτὸ τοῦτο om. Arm ἀποπλεῖ MAArm U (in marg.): ἀπετέλει U (in textu) FL ὄν UFL: οὖν MA, ὄν om. Arm (om. Mang.) ὃ δὴ] ὁδὶ M, ἤδη L 2 καὶ om. M πᾶν] ἅπαν UFL κέκληκεν—ἅπαν (3) om. L νοητὸν om. Arm ὃν om. UF 3 γενικὸν] τέλειον γενικὸν UF πάντα] πᾶν UFL 4 πρὸ τοῦ] πρὶν UFL πρὸ τοῦ] πρὶν UFL τὰ om. UFL 6 πᾶν M: ἅπαν UFL, om. Α χόρτῳ post ἀπείκασε transp. UFL 7 ὡς—αἰσθητὸν om. UL τῷ] ὅτι τῶ UL, ἀκείκασε χόρτῳ ὅτι τῶ F 8 τῆς ψυχῆς UFL κεκλήρωται FL προειπὼν χλωρὸν ἀγροῦ codd.: χλωρὸν ἀγροῦ προειπὼν Mang., προεῖπε χ. ἁ. Τurn. 9 ἐπιφέρει om. FL γιγνομένου U 10 τὸ νοητόν ἐστιν om. Arm 12 ὁ θεὸς φησίν M: φησὶν ὁ θεὸς Α, φησίν om. UFLArm 13 φυσικώτατον L ἐπομβρίση MU 14 οὐδ’ ὁ] ὁ δὲ F 15 πραγματεύεται Α post ἑαυτοῦ add. ὢν UFL μὴ om. UFL 18 ἄρξηται ὁ θεὸς transp. UFL 19 δὲ UFL 20 ἣν—εἴρηκεν post αἰσθήσεως lin. 19 habent codd., transpos. Diels βροχὴν] γῆν coni. Mang. 21 ἰδέα δὲ σωμάτων ἀλλότριον om. Arm 22 οὖν om. FL 23 δ’ ἐστὶ UFL 24 καὶ om. Arm 5*)

v.1.p.68
οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν“ τοιοῦτόν ἐστιν· ἡ ἰδέα τοῦ νοῦ τὴν ἰδέαν τῆς αἰσθήσεως οὐκ εἰργάζετο· ὁ μὲν γὰρ ἐμὸς καὶ σὸς νοῦς ἐργάζεται τὴν αἴσθησιν διὰ τῶν αἰσθητῶν, ἡ δὲ τοῦ νοῦ ἰδέα, ἅτε δὴ μηδενὸς ὄντος ἐπὶ μέρους οἰκείου σώματος, οὐκ ἐργάζεται τὴν ἰδέαν τῆς αἰσθήσεως· εἰ γὰρ εἰργάζετο, διὰ τῶν αἰσθητῶν ἂν εἰργάζετο, αἰσθητὸν δὲ ἐν ἰδέαις οὐδέν.

„Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς“ (Gen. 2, 6). τὸν μὲν νοῦν εἴρηκε γῆς πηγήν, τὰς δὲ αἰσθήσεις πρόσωπον, ὅτι χωρίον αὐταῖς ἐξ ἅπαντος τοῦ σώματος πρὸς τὰς ἰδίας ἐνεργείας ἐπιτηδειότατον ἡ πάντα προμηθουμένη φύσις ἀπένειμε τοῦτο· πηγῆς δὲ τρόπον ἄρδει τὰς αἰσθήσεις ὁ νοῦς, ἐπιπέμπων τὰ πρόσφορα ἑκάστῃ ῥεύματα. ἴδε οὖν, πῶς ἁλύσεως τρόπον αἱ τοῦ ζῴου δυνάμεις ἀλλήλων ἔχονται· νοῦ γὰρ καὶ αἰσθήσεως ἔτι δὲ αἰσθητοῦ τριῶν ὄντων μέσον μέν ἐστιν αἴσθησις, ἄκρον δὲ ἑκάτερον ὅ τε νοῦς καὶ τὸ αἰσθητόν.

ἀλλ’ οὔθ’ ὁ νοῦς δυνατὸς ἐργάσασθαι τουτέστιν ἐνεργῆσαι κατὰ αἴσθησιν, ἐὰν μὴ βρέξῃ καὶ ὕσῃ τὸ αἰσθητὸν ὁ θεός, οὔτε ὑσθέντος αἰσθητοῦ ὄφελός ἐστιν, ἐὰν μὴ πηγῆς τρόπον ὁ νοῦς τείνας ἑαυτὸν ἄχρι τῆς αἰσθήσεως κινήσῃ τε αὐτὴν ἠρεμοῦσαν καὶ ἀγάγῃ πρὸς ἀντίληψιν τοῦ ὑποκειμένου· ὥστε ἀντίδοσιν ὁ νοῦς καὶ τὸ αἰσθητὸν ἀεὶ μελετῶσι, τὸ μὲν προϋποκείμενον αἰσθήσει ὡς ἂν ὕλη, ὁ δὲ κινῶν τὴν αἴσθησιν πρὸς τὸ ἐκτὸς ὡς ἂν τεχνίτης, ἵνα γένηται ὁρμή.

τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου δυσὶ προὔχει, φαντασίᾳ καὶ ὁρμῇ· ἡ μὲν οὖν φαντασία συνίσταται κατὰ τὴν τοῦ ἐκτὸς πρόσοδον τυποῦντος νοῦν δι’ αἰσθήσεως, ἡ δὲ ὁρμή, τὸ ἀδελφὸν τῆς φαντασίας, κατὰ τὴν τοῦ νοῦ τονικὴν δύναμιν, ἣν τείνας δι’ αἰσθήσεως ἅπτεται τοῦ ὑποκειμένου καὶ πρὸς αὐτὸ χωρεῖ γλιχόμενος ἐφικέσθαι καὶ συλλαβεῖν αὐτό.

„Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο [*](1 ἐργάσεσθαι U, ἐργάσασθαι FL 3 ἄτε δὴ MAArm: δὴ om. UFL, ἅτε ἄν Mang. 4 μέρος F 5 ἄν om. FL 7 ἐκ] ἀπὸ UFL πᾶν οm. UFL 10 ἰδίας ὢν ἐνεργείας] ἰδέας ἐνεργεῖ U, ἰδέας ἐνεργεῖν FL πάντα Α προθυμουμένη FL 11 τούτω F 12 ἀναλύσεως UL 13 ἔτι δέ MA: καὶ τοῦ Arm, ἔτι δέ καὶ UFL 14 μέσον MA: μέση UFL ἡ αἴσθησις Arm δ’ U 15 οὔθ’ ὁ νοῦς MA: οὐδ’ ὁ νοῦς U, οὐδέ νοῦς FL ἐργάζεσθαι UFL 16 ὕσῃ] οἴσῃ U 18 κινήσῃ τε] κινήσηται Α ἀγάγῃ ΜΑrm: ἀγάγηται Α, ἀναγάγῃ UFL 20 ὡς προϋποκείμενον Arm αἰσθήσεως UFL 23 τοῦ om. FL πρόοδον UFL, πρὸς ὀδὸν Arm νοῦ FL 24 τονικὴν] γενικὴν Arm 27 χοῦν λαβὼν U: λαβὼν οm. ceteri 28 γῆς] χθονὸς UFL)

v.1.p.69
ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2,7). διττὰ ἀνθρώπων γένη· ὁ μὲν γάρ ἐστιν οὐράνιος ἄνθρωπος, ὁ δὲ γήϊνος. ὁ μὲν οὖν οὐράνιος ἅτε κατ’ εἰκόνα θεοῦ γεγονὼς φθαρτῆς καὶ συνόλως γεώδους οὐσίας ἀμέτοχος, ὁ δὲ γήϊνος ἐκ σποράδος ὕλης, ἣν χοῦν κέκληκεν, ἐπάγη· διὸ τὸν μὲν οὐράνιόν φησιν οὐ πεπλάσθαι, κατ’ εἰκόνα δὲ τετυπῶσθαι θεοῦ, τὸν δὲ γήϊνον πλάσμα, ἀλλ’ οὐ γέννημα, εἶναι τοῦ τεχνίτου.

ἄνθρωπον δὲ τὸν ἐκ γῆς λογιστέον εἶναι νοῦν εἰσκρινόμενον σώματι, οὔπω δ’ εἰσκεκριμένον. ὁ δὲ νοῦς οὗτος γεώδης ἐστὶ τῷ ὄντι καὶ φθαρτός, εἰ μὴ ὁ θεὸς ἐμπνεύσειεν αὐτῷ δύναμιν ἀληθινῆς ζωῆς· τότε γὰρ γίνεται, οὐκέτι πλάττεται, εἰς ψυχήν, οὐκ ἀργὸν καὶ ἀδιατύπωτον, ἀλλ’ εἰς νοερὰν καὶ ζῶσαν ὄντως· „εἰς ψυχὴν“ γάρ φησι „ζῶσαν ἐγένετο ὁ ἄνθρωπος“.

ζητήσαι δ’ ἄν τις, διὰ τί ἠξίωσεν ὁ θεὸς ὅλως τὸν γηγενῆ καὶ φιλοσώματον νοῦν πνεύματος θείου, ἀλλ’ οὐχὶ τὸν κατὰ τὴν ἰδέαν γεγονότα καὶ τὴν εἰκόνα ἑαυτοῦ· δεύτερον δέ, τί ἐστι τὸ „ἐνεφύσησε“· τρίτον, διὰ τί εἰς τὸ πρόσωπον ἐμπνεῖται· τέταρτον, διὰ τί πνεύματος ὄνομα εἰδώς, ὅταν λέγῃ „καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος“ (Gen. 1,2), πνοῆς νῦν ἀλλ’ οὐχὶ πνεύματος μέμνηται.

πρὸς μὲν οὖν τὸ πρῶτον λεκτέον ἓν μέν, ὅτι φιλόδωρος ὢν ὁ θεὸς χαρίζεται τὰ ἀγαθὰ πᾶσι καὶ τοῖς μὴ τελείοις, προκαλούμενος αὐτοὺς εἰς μετουσίαν καὶ ζῆλον ἀρετῆς ἅμα καὶ τὸν περιττὸν πλοῦτον ἐπιδεικνύμενος αὑτοῦ, ὅτι ἐξαρκεῖ καὶ τοῖς μὴ λίαν ὠφεληθησομένοις. τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐμφαντικώτατα παρίστησιν. ὅταν γὰρ ὕῃ μὲν κατὰ θαλάττης, πηγὰς δὲ ἐν τοῖς ἐρημοτάτοις ἀνομβρῇ, τὴν δὲ λεπτόγεων καὶ τραχεῖαν καὶ ἄγονον γῆν ἄρδῃ ποταμοὺς ἀναχέων ταῖς πλημμύραις, τί ἕτερον παρίστησιν ἢ τὴν ὑπερβολὴν τοῦ τε πλούτου καὶ τῆς ἀγαθότητος ἑαυτοῦ; ἥδ’ ἐστὶν αἰτία δι’ ἣν ἄγονον οὐδεμίαν ψυχὴν ἐδημιούργησεν [*](1 ζῶσαν UFLArm: ζωῆς MAP 2 ἄνθρωπος om. AF 3 μετουσίας U 4 ἐπάγει AF 5 τετυπῶσθαι] πεποιῆσθαι Arm θεοῦ om. L post θεοῦ add. MAP: ὅπερ ἦν πεποιῶσθαι (sic M, πεπηρῶσθαι AP) κατὰ τὴν εἰκόνα, add. Arm: ὅπερ ἢν πεποιῶσθαι καὶ πεποιῆσθαι καὶ τετυπῶσθαι κατ’ εἰκόνα 6 τὸν] τὸ UFL ἀλλ’ οὐ] ἄλλου Arm, ἀλόγου UFL γένημα F 7. 8 εἰσκεκραμένον UL, εἰσκεκραμμένον F, ἐκκεκριμένον Arm ut vid. 8 τῷ ὄντι om. Arm 9 ἐμπνεύσειεν MArm: ἐμπνεύσει ἐν AP, ἐνέπνευσεν UFL γίγνεται U 10 οὐκέτι MAP: καὶ οὐκέτι UFL, οὐ Arm εἰς ψυχήν om. Arm ἀργὴν UFL ἀδιάπτωτον L 11 ζῶσαν alt.] ζωῆς codd. 12 ζητῆσαι codd., ζητήσειε Mang. ὅλως om. UFL 13 θείου πνεύματος Αrm 15 ἐμπνεῖ UFL, ἐμπνεῖ πνοήν Arm 16 εἰδώς] ἢ ὡς UFL 19 προσκαλούμενος F 21 αὐτοῦ codd. ὅτι om. Arm 22 ἐμφατικώτατα M 23 ἐπομβρῆ UFL 24 γῆς L 25 τε om. FL 26 αὐτοῦ UFL, αὐτοῦ v ἥδ’ ἐστὶν αἰτία MArm: ἥ ἐστιν αἰτία AP, ἡ δέ ἐστιν ἡ αἰτία UFL post ἄγονον add. μὲν UFL)

v.1.p.70
ἀγαθοῦ, κἂν ἡ χρῆσις ἀδύνατος ἐνίοις ᾖ αὐτοῦ.

ἕτερον δὲ λεκτέον ἐκεῖνο· βούλεται τὰ θέσει δίκαια εἰσαγαγεῖν. ὁ μὲν οὖν μὴ ἐμπνευσθεὶς τὴν ἀληθινὴν ζωήν, ἀλλ’ ἄπειρος ὢν ἀρετῆς, κολαζόμενος ἐφ’ οἷς ἡμάρτανεν εἶπεν ἂν ὡς ἀδίκως κολάζεται, ἀπειρίᾳ γὰρ τοῦ ἀγαθοῦ σφάλλεσθαι περὶ αὐτό, αἴτιον δὲ εἶναι τὸν μηδεμίαν ἐμπνεύσαντα ἔννοιαν αὐτοῦ· τάχα δὲ μηδὲ ἁμαρτάνειν φήσει τὸ παράπαν, εἴ γε τὰ ἀκούσια καὶ κατὰ ἄγνοιαν οὐδὲ ἀδικημάτων ἔχειν λόγον φασί τινες.

τό γε μὴν „ἐνεφύσησεν“ ἴσον ἐστὶ τῷ ἐνέπνευσεν ἢ ἐψύχωσε τὰ ἄψυχα· μὴ γὰρ τοσαύτης ἀτοπίας ἀναπλησθείημεν, ὥστε νομίσαι θεὸν στόματος ἢ μυκτήρων ὀργάνοις χρῆσθαι πρὸς τὸ ἐμφυσῆσαι· ἄποιος γὰρ ὁ θεός, οὐ μόνον οὐκ ἀνθρωπόμορφος. ἐμφαίνει δέ τι καὶ φυσικώτερον ἡ προφορά.

τρία γὰρ εἶναι δεῖ, τὸ ἐμπνέον, τὸ δεχόμενον, τὸ ἐμπνεόμενον· τὸ μὲν οὖν ἐμπνέον ἐστὶν ὁ θεός, τὸ δὲ δεχόμενον ὁ νοῦς, τὸ δὲ ἐμπνεόμενον τὸ πνεῦμα. τί οὖν ἐκ τούτων συνάγεται; ἕνωσις γίνεται τῶν τριῶν, τείναντος τοῦ θεοῦ τὴν ἀφ’ ἑαυτοῦ δύναμιν διὰ τοῦ μέσου πνεύματος ἄχρι τοῦ ὑποκειμένου — τίνος ἕνεκα ἢ ὅπως ἔννοιαν αὐτοῦ λάβωμεν;

ἐπεὶ πῶς ἂν ἐνόησεν ἡ ψυχὴ θεόν, εἰ μὴ ἐνέπνευσε καὶ ἥψατο αὐτῆς κατὰ δύναμιν; οὐ γὰρ ἂν ἀπετόλμησε τοσοῦτον ἀναδραμεῖν ὁ ἀνθρώπινος νοῦς, ὡς ἀντιλαβέσθαι θεοῦ φύσεως, εἰ μὴ αὐτὸς ὁ θεὸς ἀνέσπασεν αὐτὸν πρὸς ἑαυτόν, ὡς ἐνῆν ἀνθρώπινον νοῦν ἀνασπασθῇναι, καὶ ἐτύπωσε κατὰ τὰς ἐφικτὰς νοηθῆναι δυνάμεις.

εἰς δὲ τὸ πρόσωπον ἐμπνεῖ καὶ φυσικῶς καὶ ἠθικῶς· φυσικῶς μέν, ὅτι ἐν προσώπῳ τὰς αἰσθήσεις ἐδημιούργει· τοῦτο γὰρ μάλιστα τοῦ σώματος τὸ μέρος ἐψύχωται [καὶ ἐμπέπνευσται]· ἠθικῶς δὲ οὕτως· ὥσπερ σώματος ἡγεμονικόν ἐστι τὸ πρόσωπον, οὕτως ψυχῆς ἡγεμονικόν ἐστιν ὁ νοῦς· τούτῳ μόνῳ ἐμπνεῖ ὁ θεός, τοῖς δ’ ἄλλοις μέρεσιν οὐκ ἀξιοῖ, ταῖς τε αἰσθήσεσι καὶ τῷ λόγῳ καὶ τῷ γονίμῳ· δεύτερα γάρ ἐστι τῇ δυνάμει.

ὑπὸ τίνος οὖν καὶ ταῦτα [*](1 ἀδύνατος ἡ χρῆσις transp. UFL εἰς χρῆσιν Arm ᾖ scripsi (sic Arm ut vid.): ἦν MAP, ἡ UFL αὐτοῦ] ἡ ὑπερβολὴ αὐτοῦ Arm 2 θέσει MAPArm: θεῖα UFL μὴ om. L 3 ἀλλὰ MP 3. 4 ἥμαρτεν UFL 4 ὡς] ἀνόμως UFL 5 περὶ Mang. (sic Arm): παρ’ codd. 6 μηδ’ UFL φήσει] φησὶ FArm, φύσει AP 6. 7 καὶ τὰ κατὰ UFL 7 λόγον ἔχειν transp. UFL 8 τῷ om. AP 10. 11 οὐ μόνον οὐκ UFLArm: οὐ μόνον, ἀλλ’ οὐδ’ MAP 11 δέ τι] δ’ ἔτι Α 12 ἐπιπνεόμενον UF 13 ἐπιπνεόμενον UFL 15 τείνοντος Mang. ἀφ’ om. Arm 16 τοῦ] του Arm ὑποκειμένου νοῦ coni. Mang. καταλάβωμεν UFL 18 UFL 22 καὶ ante φυσικῶς om. UFL 23 γὰρ Αrm: δὲ codd. ἐμψύχωται F 23. 24 καὶ ἐμπέπνευσται om. Arm, seclusi 24 δ’ U 26 τ’ U λόγῳ] ἀλόγω U)

v.1.p.71
ἐνεπνεύσθη; ὑπὸ τοῦ νοῦ δηλονότι· οὗ γὰρ μετέσχεν ὁ νοῦς παρὰ θεοῦ, τούτου μεταδίδωσι τῷ ἀλόγῳ μέρει τῆς ψυχῆς, ὥστε τὸν μὲν νοῦν ἐψυχῶσθαι ὑπὸ θεοῦ, τὸ δὲ ἄλογον ὑπὸ τοῦ νοῦ· ὡσανεὶ γὰρ θεός ἐστι τοῦ ἀλόγου ὁ νοῦς, παρὸ καὶ Μωυσῆν οὐκ ὤκνησεν εἰπεῖν „θεὸν τοῦ Φαραώ“ (Exod. 7, 1).