Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

[*](p. 43 M.)

"Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν" (Gen. 2,1). νοῦ καὶ αἰσθήσεως γένεσιν εἰπὼν πάλαι, νῦν δὴ ἀμφοτέρων τελείωσιν διασυνίστησιν. οὔτε δὲ νοῦν τὸν ἄτομον οὔτε αἴσθησιν τὴν ἐν μέρει πέρας εἰληφέναι φησίν, ἀλλ’ ἰδέας, τὴν μὲν νοῦ, τὴν δὲ αἰσθήσεως· συμβολικῶς μὲν γὰρ τὸν νοῦν οὐρανόν, ἐπειδὴ αἱ νοηταὶ φύσεις ἐν οὐρανῷ, τὴν δὲ αἴσθησιν καλεῖ γῆν, ὅτι σύστασιν σωματοειδῆ καὶ γεωδεστέραν ἔλαχεν αἴσθησις· κόσμος δὲ νοῦ μὲν τὰ ἀσώματα καὶ νοητὰ πάντα, αἰσθήσεως δὲ τὰ ἐνσώματα καὶ ὅσα συνόλως αἰσθητά.

"Καὶ συνετέλεσεν ὁ θεὸς τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησεν" (Gen. 2, 2). εὔηθες πάνυ τὸ οἴεσθαι ἓξ ἡμέραις ἢ καθόλου χρόνῳ γεγονέναι τὸν κόσμον· διὰ τί; ὅτι πᾶς χρόνος ἡμερῶν καὶ νυκτῶν ἐστι σύστημα, ταῦτα δὲ ἡλίου κίνησις ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ἰόντος ἐξ ἀνάγκης ἀποτελεῖ· ἥλιος δὲ μέρος οὐρανοῦ γέγονεν, ὥστε [*](φίλωνος νόμων ἱερῶν ἀλληγορίας τῶν μετὰ τὴν ἑξαήμερον MAP, φίλωνος νόμων ἱερῶν ἀλληγορίας τῶν μετὰ τὴν ἑξαήμερον τὸ α΄ UF, . . . τὸ δεύτερον L 1 ἐτελέσθησαν οἱ οὐρανοὶ UFL καὶ ἡ γῆ om. L πᾶς ὁ κόσμος] πᾶσαι αἱ στρατιαὶ U, πᾶσαι στρατιαὶ FL 3 δὴ scripsi: δι’ UFL, om. MAFArm τὸν ἄτομον P2Arm: τὸν om. MAP1, τὸ ἄτμητον UFL 4 φασίν UFL ἀλλὰ MAP τὴν] τὸν UFL 5 τὴν] τὸν UFL μὲν γὰρ scripsi: γὰρ APArm, μὰν ceteri τὸν μὲν νοῦν P2 8 πάντα om. Arm τὰ σώματα Arm καὶ—αἰσθητά om. Arm ὅλως UFL 10 τῆ ἡμέρα MAPArm: ἐν ἡμέρα UFL τὰ ἔργα MAPArm: ἔργον UFL 11 ἁ] ὃ UFL 12 γεγονέναι τὸν κόσμον MAPArm: κόσμον γεγονέναι UFL διὰ τί; ὅτι MAPArm: διότι UFL πᾶς] σύμπας UFL χρόνος] ὁ χρόνος F, ὁ κόσμος L 13 σύστημα MAPArm: διάστημα UFL ταῦτα δὲ] δὲ om. FL, καὶ ταῦτα V κινήσει Arm ὑπὸ γῆν καὶ ὑπὲρ γῆν Arm 14 ἀποτελεῖται Arm, ἀποτελεῖν MAP ὥστε—κόσμου (62,1) om. Arm)

v.1.p.62
χρόνον ἀνομολογεῖσθαι νεώτερον κόσμου. λέγοιτ’ ἂν οὖν ὀρθῶς, ὅτι οὐκ ἐν χρόνῳ γέγονε κόσμος, ἀλλὰ διὰ κόσμου συνέστη χρόνος· ἡ γὰρ οὐρανοῦ κίνησις χρόνου φύσιν ἔδειξεν.

ὅταν οὖν λέγῃ "συνετέλεσεν ἕκτῃ ἡμέρᾳ τὰ ἔργα", νοητέον ὅτι οὐ πλῆθος ἡμερῶν παραλαμβάνει, τέλειον δὲ ἀριθμὸν τὸν ἕξ, ἐπειδὴ πρῶτος ἴσος ἐστὶ τοῖς ἑαυτοῦ μέρεσιν, ἡμίσει καὶ τρίτῳ καὶ ἕκτῳ, καὶ ἀπὸ ἑτερομήκους συνίσταται τοῦ δὶς τρία· δυὰς μέντοι καὶ τριὰς ἐκβέβηκε τὴν κατὰ τὸ ἓν ἀσωματότητα, ὅτι ἡ μὲν ὕλης ἐστὶν εἰκών, διαιρουμένη καὶ τεμνομένη καθάπερ ἐκείνη, τριὰς δὲ στερεοῦ σώματος, ὅτιπερ τριχῆ τὸ στερεὸν διαιρετόν.

οὐ μὴν ἀλλὰ καὶ συγγενής ἐστι ταῖς τῶν ὀργανικῶν ζῴων κινήσεσιν· ἑξαχῆ γὰρ τὸ ὀργανικὸν σῶμα πέφυκε κινεῖσθαι, πρόσω καὶ κατόπιν, ἄνω καὶ κάτω, ἐπὶ δεξιὰ καὶ εὐώνυμα. βούλεται οὖν τά τε θνητὰ γένη καὶ πάλιν αὖ τὰ ἄφθαρτα κατὰ τοὺς οἰκείους ἐπιδεῖξαι συστάντα ἀριθμούς, τὰ μὲν θνητὰ ὡς ἔφην παραμετρῶν ἑξάδι, τὰ δὲ μακάρια καὶ εὐδαίμονα ἑβδομάδι.

πρῶτον οὖν ἑβδόμῃ ἡμέρᾳ καταπαύσας τὴν τῶν θνητῶν σύστασιν ἄρχεται ἑτέρων θειοτέρων διατυπώσεως· παύεται γὰρ οὐδέποτε ποιῶν ὁ θεός, ἀλλ’ ὥσπερ ἴδιον τὸ καίειν πυρὸς καὶ χιόνος τὸ ψύχειν, οὕτως καὶ θεοῦ τὸ ποιεῖν· καὶ πολύ γε μᾶλλον, ὅσῳ καὶ τοῖς ἄλλοις ἅπασιν ἀρχὴ τοῦ δρᾶν ἐστιν.

εὖ μέντοι καὶ τὸ φάναι „κατέπαυσεν“, οὐχὶ "ἐπαύσατο"· παύει μὲν γὰρ τὰ δοκοῦντα ποιεῖν οὐκ ἐνεργοῦντα, οὐ παύεται δὲ ποιῶν αὐτός. διὸ καὶ ἐπιφέρει "κατέπαυσεν ὧν ἤρξατο"· ὅσα μὲν γὰρ ταῖς ἡμετέραις τέχναις δημιουργεῖται, τελειωθέντα ἵσταται καὶ μένει, ὅσα δὲ ἐπιστήμῃ θεοῦ, περατωθέντα πάλιν κινεῖται· τὰ γὰρ τέλη αὐτῶν ἑτέρων εἰσὶν ἀρχαί, οἷον ἡμέρας τέλος νυκτὸς ἀρχή, καὶ μῆνα δὲ καὶ ἐνιαυτὸν ἐνισταμένους πέρατα δήπου τῶν ἐξηκόντων ὑποληπτέον· [*](1 ἀνομολογῆσθαι F, ἄν ὁμολογεῖσθαι coni. Wendl. λέγοιτ’ ἄν—κόσμος om. L 2 ὁ κόσμος P συνέστηκε FL 5 τὸν] τῶν MAP ἡμίσει] δευτέρῳ Arm 6 καὶ ante ἀπὸ om. UF 7 ἓν om. UFL ἀσωματότητα] σῶμα ἰσότητα UFL ὅτι om. UFL ἡ] ἡ F, ὃ UL τῆς μὲν UFL 8 ἐκείνη] θνητοί UF, θνητή L 9 ὅτιπερ UFL (cf. p. 11,9): ὅτι MAP διαιρετόν covr. Turn.: διαιρετέον codd. 10 ἐξαχῇ] ἐξ ἀρχῆς UL 11 καὶ om. (bis) UFL 12 οὖν] γοῦν UFL 13 συμβάντα U 14 παραμετρῶν MAPArm: καταμετρῶν UL, κατὰ μερῶν F 14. 15 ἑβδομάδι. πρῶτον οὖν (γοῦν coni. Wendl.) UFL: ἑβδομάδι πρώτη ἑβδομάδι P fortasse locus gravius corruptus est. 15 ἑβδόμῃ δὲ vel καὶ ἑβδόμῃ Arm ut vid. 16 διατυπώσεως M: διατυπώσεων ceteri 19 μέντοι] μέν U καὶ om. UFL 21 καὶ om. L 22 ante τελειωθέντα add. ταῦτα UFL (probat Wendl.) 23 περατωθέντα scripsi: περαιωθέντα codd. 25 πέρατα δήπου τῶν ἐξηκόντων Diels: πέρατα δήπου ἐξ οὐκ ὄντων Arm, πέρατα δὴ τούτων ἐξ οὐκ ὄντων MAP, ἀρχὴν δήπου τῶν ἑξῆς ἰόντων UFL ὑποτοπητέον UFL)

v.1.p.63
γένεσίς τε αὖ φθειρομένων ἑτέρων καὶ φθορὰ γεννωμένων ἄλλων ἀποτελεῖται,

  • ὥστε ἀληθὲς εἶναι τὸ λεγόμενον ὅτι
  • θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων,
  • διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο
  • μορφὴν ἑτέραν ἀπέδειξεν.
  • χαίρει δὲ ἡ φύσις ἑβδομάδι· πλάνητές τε γὰρ ἑπτὰ γεγόνασιν, ἀντίρροποι τῇ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχούσῃ φορᾷ· καὶ ἄρκτος ἑπτὰ ἄστροις συμπληροῦται, κοινωνίας καὶ ἑνώσεως ἀνθρώπων, οὐκ ἐπιμιξίας αὐτὸ μόνον, οὖσα αἰτία· καὶ τροπαὶ δὲ σελήνης ἑβδομάσι γίνονται, συμπαθεστάτου πρὸς τὰ ἐπίγεια ἄστρου, καὶ ἃς κατὰ τὸν ἀέρα μεταβολὰς ἐργάζεται, μάλιστα τοῖς καθ’ ἑβδομάδα σχηματισμοῖς ἀποτελεῖ.

    τά γε μὴν θνητὰ σπάσαντα ἀπ’ οὐρανοῦ θείαν ἀρχὴν καθ’ ἑβδομάδα σωτηρίως κινεῖται· τίς γὰρ οὐκ οἶδεν, ὅτι τῶν βρεφῶν τὰ μὲν ἑπτάμηνα γόνιμα, τὰ δὲ πλείω χρόνον προσλαβόντα, ὡς ὀκτὼ μῆνας ἐνδιαιτηθῆναι γαστρί, κατὰ τὸ πλεῖστον ἄγονα;

    λογικόν τέ φασιν ἄνθρωπον κατὰ τὴν πρώτην ἑπταετίαν γίνεσθαι, ὅτε ἤδη ἱκανός ἐστιν ἑρμηνεὺς εἶναι τῶν συνήθων ὀνομάτων καὶ ῥημάτων τὴν λογικὴν ἕξιν περιπεποιημένος, κατὰ δὲ τὴν δευτέραν ἑπταετίαν ἄκρως τελειοῦσθαι· τελείωσις δέ ἐστι δύναμις τῆς τοῦ ὁμοίου σπορᾶς· περὶ γὰρ τὴν τετταρεσκαιδεκαετῆ ἡλικίαν τὸ ὅμοιον γεννᾶν δυνάμεθα· τρίτη πάλιν ἑπταετία πέρας ἐστὶν αὐξήσεως· ἄχρι γὰρ ἑνὸς καὶ εἴκοσιν ἐτῶν ἐπιδίδωσιν εἰς μέγεθος ἄνθρωπος, καὶ καλεῖται παρὰ πολλοῖς ὁ χρόνος οὗτος ἀκμή.

    ψυχῆς γε μὴν τὸ ἄλογον ἑπταμερές, αἰσθήσεις πέντε καὶ φωνητήριον ὄργανον καὶ τὸ [*](1 γενέσεις MAP τε αὖ] γὰρ Arm φθειρομένων τε αὖ γένεσις transp. DFL γενομένων U 2 ὤστ’ U 3 δ’] μὲν MAP, om. UFLArm γινομένων codd. 4 δὲ MAP πρὸς ἄλλου Nauck 6 τε γὰρ om. UFL, τε om. Arm 7 κατὰ τὰ αὑτὰ MAUArm: κατ’ αὐτὰ FL φθορᾶ UArm 9 αὐτὸ] αὐτοῦ FL, αὐτῶν Turn. οὖσα αἰτία] ἕνεκα Arm 10 συμπαθέστατα Arm τοῦ πρὸς UF τοῦ ἄστρου ν, τοῦ om. codd., σημαινούσης (pro ἄστρου) Arm ut vid. 11 κατὰ UFL 12 post θνητὰ add. ὡς ἔφην ἅπαντα (πάντα U) UFL σπάσαντα MA: σπῶντα ceteri ἀπὸ U θειοτέραν UFL κατὰ UFL 14 ἑπταμηνιαῖα UFL 15 ἐνδιαιτηθῆναι] ἐμπλησθῆναι ἐν Arm ἄγονα] ἀγῶνα FL τέ] δέ UFL 16 γίγνεσθαι FL, om. Arm 17 τὴν om. v 17. 18 περιπεποιημένος MA: περιποιούμενος UFL, περιπεποιημένων Arm 18 δευτέραν] ἑτέραν L 19 δύναμις om. Arm σπορᾶς] φορᾶς MA γὰρ] δὲ MAArm τετταρεσκαιδεκαετῆ M: τετταρεσκαιδεκάτην U, τεσσαρεσκαιδεκάτην AFLArm, τεσσαρεσκαίδεκ᾿ ἐτῶν coni. Diels 22 παρὰ πολλοῖς om. Arm γε μὴν] μὲν οὖν UFL 23 καὶ ante τὸ om. Α) [*](3 Eur. fr. 839 v. 1214)

    v.1.p.64
    διῆκον ἄχρι παραστατῶν, ὃ δὴ γόνιμόν ἐστι.

    πάλιν αὖ σώματος ἑπτὰ κινήσεις, ὀργανικαὶ μὲν ἕξ, ἑβδόμη δὲ ἡ κύκλῳ. σπλάγχνα γε μὴν ἑπτά· στόμαχος, καρδία, σπλήν, ἧπαρ, πνεύμων, νεφροὶ δύο. μέλη δὲ σώματος ὁμοίως ἰσάριθμα· κεφαλή, τράχηλος, στέρνον, χεῖρες, κοιλία, ἦτρον, πόδες. τό τε ἡγεμονικώτατον τοῦ ζῴου πρόσωπον ἑπταχῆ κατατέτρηται, δυσὶν ὀφθαλμοῖς καὶ ὠσὶ δυσίν, ἴσοις μυκτῆρσιν, ἑβδόμῳ στόματι.

    αἵ τε ἀποκρίσεις ἑπτά· δάκρυα, μύξαι, σίελος, σπέρμα, διττοὶ περιττωμάτων ὀχετοί, καὶ δι’ ὅλου τοῦ σώματος ἱδρώς. ἔν γε μὴν ταῖς νόσοις κριτικωτάτη ἑβδομάς. καὶ γυναιξὶ δὲ αἱ καταμήνιοι καθάρσεις

    ἄχρι ἑβδομάδος παρατείνουσιν. διελήλυθε δὲ ἡ δύναμις αὐτῆς καὶ ἐπὶ τὰς ὠφελιμωτάτας τῶν τεχνῶν· ἐν γοῦν γραμματικῇ τὰ ἄριστα τῶν στοιχείων καὶ πλείστην δύναμιν ἔχοντα ἑπτά ἐστιν ἀριθμῷ, τὰ φωνήεντα· κατά τε μουσικὴν ἡ ἑπτάχορδος λύρα πάντων σχεδὸν ὀργάνων ἀρίστη, διότι τὸ ἐναρμόνιον, ὃ δὴ τῶν μελῳδουμένων γενῶν ἐστι τὸ σεμνότατον, κατ’ αὐτὴν μάλιστά πως θεωρεῖται· τάς τε τῶν φθόγγων τάσεις ἑπτὰ εἶναι συμβέβηκεν, ὀξύν, βαρύν, περισπώμενον, δασύν, ψιλόν, μακρόν, βραχύν.

    ἔτι πρῶτός ἐστιν ἀπὸ τελείου τοῦ ἓξ καὶ μονάδι κατά τινα λόγον ὁ αὐτός. οἵ τε ἐντὸς δεκάδος ἀριθμοὶ ἢ γεννῶνται ἢ γεννῶσι τοὺς ἐντὸς δεκάδος καὶ αὐτήν, ἡ δὲ ἑβδομὰς οὔτε γεννᾷ τινα τῶν ἐντὸς δεκάδος ἀριθμῶν οὔτε γεννᾶται ὑπό τινος. παρὸ μυθεύοντες οἱ Πυθαγόρειοι τῇ ἀειπαρθένῳ καὶ ἀμήτορι αὐτὴν ἀπεικάζουσιν, ὅτι οὔτε ἀπεκυήθη οὔτε ἀποτέξεται.

    „Κατέπαυσεν οὖν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε" (Gen. 2, 2). τοῦτο δ’ ἐστὶ τοιοῦτο· τὰ θνητὰ γένη παύεται πλάττων ὁ θεός, ὅταν ἄρχηται ποιεῖν τὰ θεῖα καὶ ἑβδομάδος φύσει οἰκεῖα. ἡ δὲ πρὸς τὸ ἦθος ἀπόδοσίς ἐστι τοιαύτη· ὅταν [*](1 ἐστιν U 2 ὀργανικά F 5 ἴτρον FL τε] γε UFL 6 ὠσὶν ἴσοις, δυσὶν μυκτῆρσιν Arm 7 σίαλον UFL 8 γε μὴν] μὲν οὖν UFL 9 ἡ ἑβδομάς Μ 10 ἄχρι codd.: ἄχρις v διελήλυθεν MA δὲ om. MA 11 post τεχνῶν add. τὴν γραμματικήν UFL 11. 12 ἐν γοῦν γραμματικῆ τὰ ἄριστα MAArm: ἐν γραμματικὴ τὰ γοῦν ἄριστα UFL, τὰ γοῦν ἐν γραμματικῇ ἄριστα v 12 ἔχοντα δύναμιν transp. UFL ἀριθμῷ om. UFL 13 τὰ φωνήεντα codd.: τὰ om. v 14 ὃ δὴ om. Arm 15 ἐστι om. Ann τὸ om. MAUArm ὃ κατ᾿ FL 16 στάσεις Α 16. 17 δασύ UFL 17 καὶ ψιλὸν U βραχύ FL, καὶ βραχύ U ἔτι MAArm: καὶ UFL ἐστιν om. Arm 18 μονάδι Diels: μονάδος codd. ὁ αὐτὸς om. v οἶ τε codd.: τε om. v(Arm) 18. 19 ἡ γεννῶνται MAArm: ἢ om. UFL 19 ἡ δὲ ΜΑΑrm: ἡ δέ γε UFL 20 δεκάδων FL 21 πυθαγόριοι ΑU ἀεὶ παρθένω M ἀμήτορι μονάδι Arm 23 τῆ ἑβδόμη ἡμέρα UFL πάντων om. UFL 24 δὲ M τοιοῦτον A, τοῦτο FL 26 ἐστι om. UFL)

    v.1.p.65
    ἐπιγένηται τῇ ψυχῇ ὁ κατὰ ἑβδομάδα ἅγιος λόγος, ἐπέχεται ἡ ἑξὰς καὶ ὅσα θνητὰ τουτὶ ποιεῖν δοκεῖ.

    „Καὶ εὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν“ (Gen. 2, 3). τοὺς κατὰ τὸ ἕβδομον καὶ θεῖον ὡς ἀληθῶς φῶς κινηθέντας τρόπους εὐλογεῖ τε ὁ θεὸς καὶ εὐθὺς ἁγίους ἀποφαίνει· συγγενέστατοι γὰρ ἀλλήλοις ὁ εὐλόγιστός τε καὶ ὁ ἅγιος. διὰ τοῦτο ἐπὶ τοῦ τὴν μεγάλην εὐχὴν εὐξαμένου φησὶν ὅτι, ἐὰν τροπὴ κατασκήψασα αἰφνίδιον μιάνῃ τὸν νοῦν, οὐκέτ’ ἔσται ἅγιος (cf. Num. 6,9)· ἀλλ’ "αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι“ (ib. 6, 12)· κατὰ τὸ εἰκός· ἀλόγιστος γὰρ ὁ μὴ ἅγιος τρόπος, ὥστε ὁ εὐλόγιστος ἅγιος.

    ὀρθῶς οὖν ἔφη ὅτι τὴν ἑβδόμην εὐλόγησέ τε καὶ ἡγίασεν, „ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιεῖν ὁ θεός" (Gen. 2, 3). αἰτία δ’ ἡ δι’ ἣν εὐλόγιστός τε καὶ ἅγιος γέγονεν ὁ κατὰ τὸ ἕβδομον καὶ τέλειον φῶς ἄγων ἑαυτόν, ἐπεὶ ἐν ταύτῃ τῇ φύσει παύεται ἡ τῶν θνητῶν σύστασις. καὶ γὰρ οὕτως ἔχει· ὅταν ἀνατείλῃ φέγγος τῆς ἀρετῆς τὸ λαμπρότατον καὶ θεῖον ὄντως, ἐπέχεται τῆς ἐναντίας φύσεως ἡ γένεσις. ἐδηλώσαμεν δὲ ὅτι παύων ὁ θεὸς οὐ παύεται ποιῶν, ἀλλ’ ἑτέρων γενέσεως ἄρχεται, ἅτε οὐ τεχνίτης μόνον ἀλλὰ καὶ πατὴρ ὢν τῶν γινομένων.

    „Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο“ (Gen. 2,4). οὗτος ὁ κατὰ ἑβδομάδα κινούμενος τέλειος λόγος ἀρχὴ γενέσεως τοῦ τε κατὰ τὰς ἰδέας νοῦ τεταγμένου καὶ τῆς κατὰ τὰς ἰδέας [*](1 ἐπιγένηται codd.: ἐπιγίνηται v κατὰ ἑβδομάδος Α 2 τουτὶ corruptum; fort. ταύτῃ (scil. τῆ ἑξάδι), τουτὶ om. Arm, ταυτὶ Gelenius, τοῦ τι ποιεῖν παύειν δοκεῖ (sc. ὁ Diels, τοῦ τι ποιεῖν δοκεῖν Wendl. 3 εὐλόγησεν MA: ηὐλόγησεν UFL 4 αὐτήν: ~ φίλωνος νόμων ἱερῶν ἀλληγορίας τῶν μετὰ τὴν ἑξαήμερον τὸ πρῶτον. ~ φίλωνος ν. ἱ ἁ. τ. μ. τ. ἑ. τὸ β U, αὐτήν.. ~ φίλωνος νόμων ἀλληγορ·ία ἱερῶν τῶν μετὰ τὴν ἑξαήμερον τὸ δεύτερον F, post αὐτήν intervallum vacuum in L 5 κινηθέντας] ποιηθέντας UFL εὐλογεῖ τε corr. Turn. (sic Arm): καὶ εὐλογεῖ τε UFL, καὶ εὐλογιστεῖται Μ. καὶ εὐλογηστεῖται Α 6 καὶ συγγενέστατοι MA εὐλόγηστός Α ὅ τε εὐλόγιστος transp. UFL ὁ ante ἅγιος om. U 8 αἰφνίδιον MAArm: αἰφνίδιος UFL οὐκέτι MA 9 ἀλλὰ MA 10 εὐλόγιστος ὁ transp. U εὐλογηστὸς Α 11 εὐλόγησέ Μ: ηὐλόγησέ ceteri ἡγίασεν ὁ θεός Arm 12 πάντων τῶν ἔργων αὐτοῦ om. Arm ποιεῖν ὁ θεός MA: ὁ θεὸς ποιῆσαι UFL 13 αἰτία δ’ ἡ M: δ’ ἡ om. ceteri, δ’ ἥδε coni. Diels εὐλόγηστός Α 14 ἑαυτόν] αὐτόν Turn. 16 τῆς om. Α λαμπρότατον MAArm: λαμπρὸν UFL καὶ τὸ θεῖον U 17 δ’ U παύων MAArm: ποιῶν UFL παύεται ποιῶν MAArm: ποιῶν om. UFL 18 ἀλλὰ MA γενέσεως om. Arm 19 γιγνομένων FL 20 καὶ τῆς γῆς MA ἐγένοντο U 21 κινούμενος] γενόμενος Arm ἀρχὴν ΜΑ 22 νοῦ—νοητῆς om. Α, νοῦ—ἰδέας om. Arm. νοῦ τεταγμένου M: τεταγμένου νοῦ UFL Philonis opera vol. I 5)

    v.1.p.66
    τεταγμένης νοητῆς, εἰ οἷόν τε τοῦτο εἰπεῖν, αἰσθήσεως. βιβλίον δὲ εἴρηκε τὸν τοῦ θεοῦ λόγον, ᾧ συμβέβηκεν ἐγγράφεσθαι καὶ ἐγχαράττεσθαι τὰς τῶν ἄλλων συστάσεις.

    ἵνα δὲ μὴ καθ’ ὡρισμένας χρόνων περιόδους ὑπολάβῃς τὸ θεῖόν τι ποιεῖν, ἀλλ’ εἰδῇς ἄδηλα καὶ ἀτέκμαρτα καὶ ἀκατάληπτα τῷ θνητῷ γένει τὰ δημιουργούμενα, ἐπιφέρει τὸ „ὅτε ἐγένετο“, τὸ πότε κατὰ περιγραφὴν οὐ διορίζων· ἀπεριγράφως γὰρ γίνεται τὰ γινόμενα ὑπὸ τοῦ αἰτίου. ἀνῄρηται τοίνυν τὸ ἐν ἓξ ἡμέραις γεγενῆσθαι τὸ πᾶν.