Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

χρησμοῖσι δὲ οὐκ ἔχω ἀντιλέγειν ὡς οὐκ εἰσὶ ἀληθέες, οὐ βουλόμενος ἐναργέως λέγοντας πειρᾶσθαι καταβάλλειν, ἐς τοιάδε πρήγματα[*](1) ἐσβλέψας.

  1. ἀλλʼ ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτήν
  2. νηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουραν
  3. ἐλπίδι μαινομένῃ, λιπαρὰς πέρσαντες Ἀθήνας,
  4. δῖα δίκη σβέσσει κρατερὸν κόρον, ὕβριος υἱόν,
  5. δεινὸν μαιμώοντα, δοκεῦντʼ ἀνὰ πάντα πίεσθαι.

  1. χαλκὸς γὰρ χαλκῷ συμμίξεται, αἵματι δʼ Ἄρης
  2. πόντον φοινίξει. τότʼ ἐλεύθερον Ἑλλάδος ἦμαρ
  3. εὐρύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη.
ἐς τοιαῦτα μὲν καὶ οὕτω ἐναργέως λέγοντι Βάκιδι ἀντιλογίης χρησμῶν πέρι οὔτε αὐτὸς λέγειν τολμέω οὔτε παρʼ ἄλλων ἐνδέκομαι.