Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

ὁ δὲ ναυτικὸς ἔξω τὸν Ἑλλήσποντον πλέων παρὰ γῆν ἐκομίζετο, τὰ ἔμπαλιν πρήσσων τοῦ πεζοῦ.

ὃ μὲν γὰρ πρὸς ἑσπέρην ἔπλεε, ἐπὶ Σαρπηδονίης ἄκρης ποιεύμενος τὴν ἄπιξιν, ἐς τὴν αὐτῷ προείρητο ἀπικομένῳ περιμένειν· ὁ δὲ κατʼ ἤπειρον στρατὸς πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολὰς ἐποιέετο τὴν ὁδὸν διὰ τῆς Χερσονήσου, ἐν δεξιῇ μὲν ἔχων τὸν Ἕλλης τάφον τῆς Ἀθάμαντος, ἐν ἀριστερῇ δὲ Καρδίην πόλιν, διὰ μέσης δὲ πορευόμενος πόλιος τῇ οὔνομα τυγχάνει ἐὸν Ἀγορή.

ἐνθεῦτεν δὲ κάμπτων τὸν κόλπον τὸν Μέλανα καλεόμενον καὶ Μέλανα ποταμόν, οὐκ ἀντισχόντα τότε τῇ στρατιῇ τὸ ῥέεθρον ἀλλʼ ἐπιλιπόντα, τοῦτον τὸν ποταμὸν διαβάς, ἐπʼ οὗ καὶ ὁ κόλπος οὗτος τὴν ἐπωνυμίην ἔχει, ἤιε πρὸς ἑσπέρην, Αἶνόν τε πόλιν Αἰολίδα καὶ Στεντορίδα λίμνην παρεξιών, ἐς ὃ ἀπίκετο ἐς Δορίσκον.