Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

πεντεκαίδεκα δὲ τῶν νεῶν τουτέων ἔτυχόν τε ὕσταται πολλὸν ἐξαναχθεῖσαι καί κως κατεῖδον τὰς ἐπʼ Ἀρτεμισίῳ τῶν Ἑλλήνων νέας. ἔδοξάν τε δὴ τὰς σφετέρας εἶναι οἱ βάρβαροι καὶ πλέοντες ἐσέπεσον ἐς τοὺς πολεμίους· τῶν ἐστρατήγεε ὁ ἀπὸ Κύμης τῆς Αἰολίδος ὕπαρχος Σανδώκης ὁ Θαμασίου τὸν δὴ πρότερον τούτων βασιλεὺς Δαρεῖος ἐπʼ αἰτίῃ τοιῇδε λαβὼν ἀνεσταύρωσε ἐόντα τῶν βασιληίων δικαστέων. ὁ Σανδώκης ἐπὶ χρήμασι ἄδικον δίκην ἐδίκασε.

ἀνακρεμασθέντος ὦν αὐτοῦ, λογιζόμενος ὁ Δαρεῖος εὗρέ οἱ πλέω ἀγαθὰ τῶν ἁμαρτημάτων πεποιημένα ἐς οἶκον τὸν βασιλήιον· εὑρὼν δὲ τοῦτο ὁ Δαρεῖος, καὶ γνοὺς ὡς ταχύτερα αὐτὸς ἢ σοφώτερα ἐργασμένος εἴη, ἔλυσε.

βασιλέα μὲν δὴ Δαρεῖον οὕτω διαφυγὼν μὴ ἀπολέσθαι περιῆν, τότε δὲ ἐς τοὺς Ἕλληνας καταπλώσας ἔμελλε οὐ τὸ δεύτερον διαφυγὼν ἔσεσθαι· ὡς γὰρ σφέας εἶδον προσπλέοντας οἱ Ἕλληνες, μαθόντες αὐτῶν τὴν γινομένην ἁμαρτάδα, ἐπαναχθέντες εὐπετέως σφέας εἷλον.