Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

ταῦτα ἀκούσαντες οἱ τῶν Ἀθηναίων θεοπρόποι συμφορῇ τῇ μεγίστῃ ἐχρέωντο. προβάλλουσι δὲ σφέας αὐτοὺς ὑπὸ τοῦ κακοῦ τοῦ κεχρησμένου, Τίμων ὁ Ἀνδροβούλου, τῶν Δελφῶν ἀνὴρ δόκιμος ὅμοια τῷ μάλιστα, συνεβούλευέ σφι ἱκετηρίην λαβοῦσι δεύτερα αὖτις ἐλθόντας χρᾶσθαι τῷ χρηστηρίῳ ὡς ἱκέτας.

πειθομένοισι δὲ ταῦτα τοῖσι Ἀθηναίοισι καὶ λέγουσι ὦναξ, χρῆσον ἡμῖν ἄμεινόν τι περὶ τῆς πατρίδος, αἰδεσθεὶς τὰς ἱκετηρίας τάσδε τάς τοι ἥκομεν φέροντες, ἢ οὔ τοι ἄπιμεν ἐκ τοῦ ἀδύτου, ἀλλʼ αὐτοῦ τῇδε μενέομεν ἔστʼ ἂν καὶ τελευτήσωμεν, ταῦτα δὲ λέγουσι ἡ πρόμαντις χρᾷ δεύτερα τάδε.

  1. οὐ δύναται Παλλὰς Δίʼ Ὀλύμπιον ἐξιλάσασθαι
  2. λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ.
  3. σοὶ δὲ τόδʼ αὖτις ἔπος ἐρέω ἀδάμαντι πελάσσας.
  4. τῶν ἄλλων γὰρ ἁλισκομένων ὅσα Κέκροπος οὖρος
  5. ἐντὸς ἔχει κευθμών τε Κιθαιρῶνος ζαθέοιο,
  6. τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς
  7. μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τʼ ὀνήσει.

  1. μηδὲ σύ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα
  2. πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ὑποχωρεῖν
  3. νῶτον ἐπιστρέψας· ἔτι τοι ποτε κἀντίος ἔσσῃ.
  4. ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν
  5. ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης.