Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

ταῦτα μὲν δὴ ἐγένετο χρόνῳ ὕστερον· τότε δὲ ὡς τῷ Κλεομένεϊ ὡδώθη τὸ ἐς τὸν Δημάρητον πρῆγμα, αὐτίκα παραλαβὼν Λευτυχίδεα ἤιε ἐπὶ τοὺς Αἰγινήτας, δεινόν τινά σφι ἔγκοτον διὰ τὸν προπηλακισμὸν ἔχων.

οὕτω δὴ οὔτε οἱ Αἰγινῆται, ἀμφοτέρων τῶν βασιλέων ἡκόντων ἐπʼ αὐτούς, ἐδικαίευν ἔτι ἀντιβαίνειν, ἐκεῖνοί τε ἐπιλεξάμενοι ἄνδρας δέκα Αἰγινητέων τοὺς πλείστου ἀξίους καὶ πλούτῳ καὶ γένει· ἦγον καὶ ἄλλους καὶ δὴ καὶ Κριόν τε τὸν Πολυκρίτου καὶ Κάσαυβον τὸν Ἀριστοκράτεος, οἵ περ εἶχον μέγιστον κράτος· ἀγαγόντες δὲ σφέας ἐς γῆν τὴν Ἀττικὴν παραθήκην παρατίθενται ἐς τοὺς ἐχθίστους Αἰγινήτῃσι Ἀθηναίους.