Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

Σίγειον μέν νυν οὕτω ἐγένετο ὑπʼ Ἀθηναίοισι. Ἱππίης δὲ ἐπείτε ἀπίκετο ἐκ τῆς Λακεδαίμονος ἐς τὴν Ἀσίην, πᾶν χρῆμα ἐκίνεε, διαβάλλων τε τοὺς Ἀθηναίους πρὸς τὸν Ἀρταφρένεα καὶ ποιέων ἅπαντα ὅκως αἱ Ἀθῆναι γενοίατο ὑπʼ ἑωυτῷ τε καὶ Δαρείῳ.

Ἱππίης τε δὴ ταῦτα ἔπρησσε, καὶ οἱ Ἀθηναῖοι πυθόμενοι ταῦτα πέμπουσι ἐς Σάρδις ἀγγέλους, οὐκ ἐῶντες τοὺς Πέρσας πείθεσθαι Ἀθηναίων τοῖσι φυγάσι. ὁ δὲ Ἀρταφρένης ἐκέλευε σφέας, εἰ βουλοίατο σόοι εἶναι, καταδέκεσθαι ὀπίσω Ἱππίην. οὔκων δὴ ἐνεδέκοντο τοὺς λόγους ἀποφερομένους οἱ Ἀθηναῖοι· οὐκ ἐνδεκομένοισι δέ σφι ἐδέδοκτο ἐκ τοῦ φανεροῦ τοῖσι Πέρσῃσι πολεμίους εἶναι.