Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

ἕτερος δὲ τρίπους ἐν ἑξαμέτρῳ τόνῳ λέγει

  1. Σκαῖος πυγμαχέων με ἑκηβόλῳ Ἀπόλλωνι
  2. νικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.
Σκαῖος δʼ ἂν εἴη ὁ Ἱπποκόωντος, εἰ δὴ οὗτός γε ἐστὶ ὁ ἀναθεὶς καὶ μὴ ἄλλος τὠυτὸ οὔνομα ἔχων τῷ Ἱπποκόωντος, ἡλικίην κατὰ Οἰδίπουν τὸν Λαΐου.