Ab excessu divi Marci

Herodian

Herodian, Ab excessu divi Marci

ὁ δὲ Νίγρος μαθὼν τὰ συμβάντα, πολλὴν στρατιὰν ἀθροίσας, πλὴν ἄπειρον μάχης καὶ πόνων, μετὰ σπουδῆς τὴν πορείαν ἐποιεῖτο: πολὺ γάρ τι πλῆθος καὶ σχεδὸν πᾶσα ἡ νεολαία τῶν Ἀντιοχέων ἐς στρατείαν καὶ τὸν ὑπὲρ αὐτοῦ κίνδυνον ἐπέδωκεν αὑτήν. τὸ μὲν οὖν πρόθυμον τοῦ στρατοῦ ὑπῆρχεν αὐτῷ, τοῦ δὲ ἐμπείρου καὶ γενναίου πολὺ τῶν Ἰλλυριῶν

ἀπέλειπον. συνέρχεται δὴ ἑκατέρωθεν ὁ στρατὸς ἐς τὸ κατὰ τὸν Ἰσσικὸν καλούμενον κόλπον πεδίον πλατύτατόν τε καὶ ἐπιμηκέστατον, ᾧ περίκειται μὲν λόφος ἐς θεάτρου σχῆμα, αἰγιαλὸς δὲ ἐπὶ θαλάσσης μέγιστος ἐκτείνεται, ὥσπερ τῆς φύσεως εἰργασμένης

στάδιον μάχης. ἐκεῖ φασὶ καὶ Δαρεῖον Ἀλεξάνδρῳ τὴν ὑστάτην καὶ μεγίστην μάχην συμβαλόντα ἡττηθῆναί τε καὶ ἁλῶναι, τῶν ἀπὸ τῶν ἀρκτῴων μερῶν

p.75
καὶ τότε τοὺς ἀνατολικοὺς νενικηκότων. μένει δὲ ἔτι νῦν τρόπαιον καὶ δεῖγμα τῆς νίκης ἐκείνης, πόλις ἐπὶ τοῦ λόφου Ἀλεξάνδρεια καλουμένη, ἄγαλμά τε χαλκοῦν οὗ τὴν προσηγορίαν ὁ τόπος φέρει.

συνέβη δὲ καὶ τῶν στρατοπέδων τοῦ Σἑ??ʼήρου τε καὶ τοῦ Νίγρου μὴ τὴν σύνοδον μόνον κατ̓ ἐκεῖνο γενέσθαι τὸ χωρίον, ἀλλὰ καὶ τὴν τύχην ὁμοίαν τῆς τύχης. ἀντιστρατοπεδευσάμενοι γὰρ ἑκατέρωθεν%5περὶ ἑσπέραν, πάσης τῆς νυκτὸς ἐν φροντίσιν ἑκάτεροι καὶ δέει διαγρηγορήσαντες, ἅμα ἡλίῳ ἀνίσχοντι ἐπ̓ ἀλλήλους ἠπείγοντο, παρορμώντων ἑκατέρωθεν τῶν στρατηγῶν. προθυμίᾳ δὴ πάσῃ ἐνέπιπτον ὡς ὑπὲρ λοιπῆς καὶ τελευταίας ἐκείνης μάχης, κἀκεῖ τῆς τύχης

διακρινούσης τὸν βασιλέα. ἐπὶ πολὺ δὲ αὐτῶν διαγωνισαμένων πολλοῦ τε ἐργασθέντος φόνου, ὡς καὶ τὰ ῥεῖθρα τῶν διὰ τοῦ πεδίου ποταμῶν ῥεόντων αἵματος πλεῖον ἢ ὕδατος κατάγειν ἐς θάλασσαν, τροπὴ τῶν ἀνατολικῶν γίνεται. ἐκβιασάμενοι δὲ αὐτοὺς οἱ Ἰλλυριοὶ τοὺς μὲν ἐς τὴν παρακειμένην θάλασσαν τιτρώσκοντες ἐξωθοῦσι, τοὺς δὲ φεύγοντας ἐπὶ τοὺς λόφους διώκοντες αὐτούς τε φονεύουσι καὶ πολύ τι πλῆθος ἄλλων ἀνθρώπων, ὅπερ ἔκ τε τῶν περικειμένων πόλεων καὶ ἀγρῶν ἤθροιστο, ὡς ἀπ̓ ἀσφαλοῦς τοῦ τόπου τὰ γινόμενα θεάσοιντο.

ὁ δὲ Νίγρος ἵππῳ γενναίῳ ἐποχούμενος φεύγει μετ̓ ὀλίγων, ἔς τε τὴν Ἀντιόχειαν ἀφικνεῖται. καταλαβὼν δὲ φεύγοντα τὸν λοιπὸν δῆμον, εἴ τέ τις καταλέλειπτο, οἰμωγήν τε καὶ πένθος ἐν τῇ πόλει παῖδάς τε καὶ ἀδελφοὺς θρηνούντων, γενόμενος ἐν ἀπογνώσει καὶ αὐτὸς ἐκ τῆς Ἀντιοχείας ἀποδιδράσκει. καὶ ἔν τινι προαστείῳ κρυπτόμενος, εὑρεθείς τε ὑπὸ τῶν

p.76
διωκόντων ἱππέων καὶ συλληφθεὶς τὴν κεφαλὴν ἀπετμήθη.

τέλει μὲν δὴ τοιούτῳ ὁ Νίγρος ἐχρήσατο, μελλήσεως καὶ βραδυτῆτος δοὺς δίκας, τὰ ἄλλα, ὥς φασι, γενόμενος μὴ φαῦλος ἄνθρωπος, μήτε ἄρχων μήτε ἰδιώτης: ὁ δὲ Σἑ??ʼῆρος καθελὼν τὸν Νίγρον, τοὺς μὲν φίλους αὐτοῦ, καὶ εἴ τινες οὐ μόνον ἐκ προαιρέσεως ἀλλὰ δἰ ἀνάγκης προσέθεντο αὐτῷ, πάντας ἀφειδῶς ἐκόλασε, τοὺς δὲ στρατιώτας, ὅσοι διαδεδράκεσαν, πυνθανόμενος περαιουμένους τὸν Τίγριδα ποταμὸν διά τε τὸ ἐκ Σἑ??ʼήρου δέος ἀπιόντας πρὸς τοὺς βαρβάρους, οὐ πάντας ἤγαγε δοὺς ἀμνηστίαν.

πολὺ γὰρ πλῆθος αὐτῶν ἀνεχώρησεν ἐς τὴν ἀλλοδαπήν. ὅπερ καὶ μάλιστα αἴτιον ἐγένετο μαχιμώτερα ὕστερον γενέσθαι πρὸς τὴν συστάδην μάχην Ῥωμαίων τὰ τῶν ἐπέκεινα βαρβάρων. πρότερον μὲν γὰρ τοξεύειν μόνον ἵπποις ἐποχούμενοι ᾔδεσαν, μήτε πανοπλίᾳ φράσσοντες αὑτοὺς μήτε τῇ διὰ δοράτων καὶ ξιφῶν θαρροῦντες μάχῃ, κούφαις δὲ καὶ παρῃωρημέναις ἐσθῆσι κοσμούμενοι: τὰ πλεῖστα γοῦν φεύγοντες ἐς τοὐπίσω

τε τοξεύοντες ἐμάχοντο. τῶν δὲ φυγάδων στρατιωτῶν, πολλῶν τε ἐν αὐτοῖς τεχνιτῶν, παῤ αὐτοῖς γενομένων καὶ τὸν ἐκεῖ βίον ἑλομένων, οὐ μόνον χρῆσθαι ἀλλὰ καὶ ἐργάζεσθαι ὅπλα ἐδιδάχθησαν.