Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

τὸ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πεπεικόθʼ ἑαυτὸν ἔχειν τι συμφέρον εἰπεῖν ἀνίστασθαι καὶ καλὸν καὶ προσῆκον εἶναί μοι δοκεῖ, τὸ δὲ μὴ βουλομένους ἀκούειν βιάζεσθαι παντελῶς ἔγωγʼ αἰσχρὸν ἡγοῦμαι εἶναι. οἴομαι δέ, ἐὰν ἐθελήσητέ μοι πείθεσθαι τήμερον, καὶ τὰ βέλτιστα μᾶλλον ὑμᾶς ἑλέσθαι δυνήσεσθαι καὶ τοὺς τῶν ἀναβαινόντων λόγους βραχεῖς ποιήσειν.

τί οὖν συμβουλεύω; πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ αὐτῶν ὧν σκοπεῖτε τὸν παριόντα λέγειν ἀξιοῦν. πολλὰ γὰρ ἄλλα τις ἂν περιέλθοι τῷ λόγῳ καὶ πόλλʼ ἂν ἀστεῖʼ εἴποι, ἄλλως τε καὶ ὥσπερ τούτων ἔνιοι δεινῶν ὄντων. ἀλλʼ εἰ μὲν ῥημάτων ἥκετʼ ἀκουσόμενοι, ταῦτα λέγειν καὶ ἀκούειν χρή· εἰ δʼ ὑπὲρ πραγμάτων αἱρέσεως βουλευσόμενοι, αὐτὰ καθʼ ἑαυτὰ παραινῶ τὰ πράγμαθʼ ὡς μάλιστα κρίνειν, ἀφελόντας ὅσοι λόγοι πεφύκασιν ἐξαπατᾶν.

ἓν μὲν οὖν τοῦτο λέγω, δεύτερον δέ, ὅ τισιν ἴσως παράδοξον ἔσται πρὸς τὸ τοὺς λόγους ἐλάττους εἶναι, σιωπῶντας ἀκούειν. περὶ μὲν γὰρ τοῦ ταῦτʼ ἢ ʼκεῖνα συμφέρειν, καὶ πότερʼ ἂν δικαιότερον προέλοιθʼ ἡ πόλις, οὔτʼ εἰσὶ λόγοι πολλοὶ μὴ βουλομένοις μάτην ἀδολεσχεῖν, οὔτε πᾶς τις ἂν αὐτοὺς εἰπεῖν ἔχοι· ὡς δὲ καὶ δίκαιον ἀκούειν καὶ πρὸς τὸν θόρυβον ἀποκρίνασθαι καὶ λόγον ἐκ λόγου λέγειν, οὐδεὶς ὅστις οὐχὶ δύναιτʼ ἄν. ἐκ δὴ τοῦ θορυβεῖν οὐκ ἀπαλλάττεσθε λόγων, ἀλλὰ καὶ περὶ τῶν οὐδὲν εἰς χρείαν ἐπαναγκάζεσθʼ ἀκούειν. ἡ μὲν οὖν ἐμὴ γνώμη περὶ ὧν βουλεύεσθε, ἥδʼ ἐστίν.