Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ὁρῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, παντάπασι πρόδηλον ὂν οὕς τʼ ἂν ἀκούσαιτε λόγους ἡδέως καὶ πρὸς οὓς οὐκ οἰκείως ἔχετε· οὐ μὴν ἀλλὰ τὸ μὲν λέγειν ἅ τις οἴεται χαριεῖσθαι τῶν παρακρούσασθαί τι βουλομένων εἶναι νομίζω, τὸ δʼ ὑφίστασθαι, περὶ ὧν πέπεικεν ἑαυτὸν συμφέρειν τῇ πόλει, καὶ θορυβηθῆναι κἂν ἄλλο τι βούλησθʼ ὑμεῖς, εὔνου καὶ δικαίου τοῦτο πολίτου κρίνω.

βουλοίμην δʼ ἂν ὑμᾶς, εἰ καὶ μηδὲ διʼ ἓν τῶν ἄλλων, διʼ ἐκεῖνʼ ὑπομεῖναι τοὺς λόγους ἀμφοτέρων, ἵνʼ ἐὰν μὲν ὀρθότερον φανῇ τις λέγων ὧν ὑμεῖς ὡρμήκατε, χρήσησθε τούτῳ, ἂν δʼ ἀπολειφθῇ καὶ μὴ δύνηται διδάξαι, διʼ αὑτόν, ἀλλὰ μὴ διʼ ὑμᾶς οὐκ ἐθέλοντας ἀκούειν τοῦτο πεπονθέναι δοκῇ. ἔτι δʼ οὐδὲ πάθοιτʼ ἂν ἀηδὲς οὐδὲν τοσοῦτον, εἰ πολλά τινος ληροῦντος ἀκούσαιτε, ὅσον εἰ τῶν δεόντων τι λέγειν ἔχοντός τινος εἰπεῖν κωλύσαιτε.

ἡ μὲν οὖν ἀρχὴ τοῦ δοκιμάζειν ὀρθῶς ἅπαντʼ ἐστὶν μηδὲν οἴεσθαι πρότερον γιγνώσκειν πρὶν μαθεῖν, ἄλλως τε καὶ συνειδότας πολλάκις ἤδη πολλοὺς μετεγνωκότας. ἂν τοίνυν ὑμεῖς ταῦθʼ ὑπάρξητε νῦν πεπεισμένοι, οἴομαι μετὰ βραχέων λόγων καὶ αὐτὸς ἀντιλέγειν εἰκότως δόξειν καὶ ὑμῖν τὰ βέλτιστα φανεῖσθαι λέγων.