Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

βουλοίμην ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ὧν ηὐδοκίμηκε λέγων παρʼ ὑμῖν ὁ δεῖνα, ἐπὶ τῶν ἔργων πραττομένων ἴσον αὐτῷ τὸν ἔπαινον γενέσθαι· οὔτε γὰρ τούτῳ κακόνους εἰμὶ μὰ τοὺς θεοὺς ὑμῖν τʼ ἀγαθὸν ἄν τι γίγνεσθαι βουλοίμην. ἀλλʼ ὁρᾶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ κεχωρισμένον ᾖ λόγον εἰπεῖν εὖ καὶ προελέσθαι πράγματα συμφέροντα, καὶ τὸ μὲν ῥήτορος ἔργον ᾖ, τὸ δὲ νοῦν ἔχοντος ἀνθρώπου.

ὑμεῖς τοίνυν οἱ πολλοί, καὶ μάλισθʼ οἱ πρεσβύτατοι, λέγειν μὲν οὐκ ὀφείλεθʼ ὁμοίως δύνασθαι τοῖς δεινοτάτοις· τῶν γὰρ εἰθισμένων τοῦτο τὸ πρᾶγμα· νοῦν δʼ ἔχειν ὀφείλεθʼ ὁμοίως καὶ μᾶλλον τούτων· αἱ γὰρ ἐμπειρίαι καὶ τὸ πόλλʼ ἑορακέναι τοῦτʼ ἐμποιοῦσι. μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, φανῆτʼ ἀγνοοῦντες ἐν τῷ παρόντι νῦν ὅτι αἱ διὰ τῶν λόγων ἀνδρεῖαι καὶ θρασύτητες, ἐὰν μὴ μεθʼ ὑπαρχούσης ὦσι παρασκευῆς καὶ ῥώμης, ἀκοῦσαι μέν εἰσιν ἡδεῖαι, πράττειν δʼ ἐπικίνδυνοι.

αὐτίκα γὰρ τὸ μὴ ʼπιτρέπειν τοῖς ἀδικοῦσιν, ὁρᾶθʼ ὡς καλὸν τὸ ῥῆμα. ἀποβλέψατε δὴ πρῶτον πρὸς τὸ ἔργον αὐτό. δεῖ κρατῆσαι μαχομένους τῶν ἐχθρῶν τοὺς τὴν τοῦ ῥήματος τούτου σεμνότητʼ ἔργῳ ληψομένους. εἰπεῖν μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, πάντα πέφυκε ῥᾴδιον, πρᾶξαι δʼ οὐχ ἅπαντα. οὐ γὰρ ἴσος πόνος καὶ ἱδρὼς πρό τε τοῦ λέγειν καὶ πρὸ τοῦ πράττειν ἐστίν.

ἐγὼ δʼ οὐ χείρους ὑμᾶς ἡγοῦμαι φύσει Θηβαίων ʽκαὶ γὰρ ἂν μαινοίμην̓, ἀλλʼ ἀπαρασκευοτέρους. φημὶ δὴ δεῖν τοῦ παρασκευάζεσθαι νῦν ποιεῖσθαι τὴν ἀρχήν, ἐπειδὴ τέως ἠμελεῖτε, οὐ τοῦ διαγωνίζεσθαι. οὐ γὰρ ἀντιλέγω τὸ ὅλον, ἀλλʼ ὑπὲρ τοῦ τρόπου τῆς ἐγχειρήσεως ἐναντιοῦμαι.