Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

οὔ μοι δοκεῖτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ἧς οἴεσθε πόλεως νυνὶ μόνον βουλεύεσθαι, ἀλλʼ ὑπὲρ πασῶν τῶν συμμαχίδων. ὅπως γὰρ ἂν περὶ ταύτης γνῶτε, πρὸς ταῦτʼ εἰκὸς ἀποβλέποντας τοὺς ἄλλους καὶ αὑτοὺς τῶν αὐτῶν τεύξεσθαι νομίζειν. ὥστε δεῖ καὶ τοῦ βελτίστου καὶ τῆς ὑμετέρας αὐτῶν ἕνεκα δόξης σπουδάσαι, ὅπως ἅμα καὶ συμφέροντα καὶ δίκαια φανήσεσθε βουλευόμενοι.

ἡ μὲν οὖν ἀρχὴ τῶν τοιούτων πραγμάτων ἁπάντων ἐστὶν τῶν στρατηγῶν· ὧν οἱ πλεῖστοι τῶν παρʼ ὑμῶν ἐκπλεόντων οὐ τοὺς ὑμετέρους φίλους, οὓς διὰ παντὸς τοῦ χρόνου τῶν αὐτῶν κινδύνων μετεσχηκότας παρειλήφασιν, τούτους θεραπεύειν οἴονται δεῖν, ἀλλʼ ἰδίους φίλους ἕκαστος ἑαυτῷ κατασκευάσας ὑμᾶς ἀξιοῖ τοὺς αὑτῶν κόλακας καὶ ὑμετέρους ἡγεῖσθαι φίλους· οὗ πᾶν ἐστι τοὐναντίον.

οὔτε γὰρ ἐχθροτέρους οὔτʼ ἀναγκαίους μᾶλλον ἐχθροὺς ἂν τούτων εὕροιτε. ὅσῳ γὰρ πλείω παρακρουόμενοι πλεονεκτοῦσιν, τοσούτῳ πλειόνων ὀφείλειν ἡγοῦνται δίκην δοῦναι· οὐδεὶς δʼ ἂν γένοιτʼ εὔνους τούτοις ὑφʼ ὧν ἄν τι κακὸν πείσεσθαι προσδοκᾷ. τοῦ μὲν οὖν κατηγορεῖν ἴσως οὐχ ὁ παρὼν καιρός· ἃ δʼ ἡγοῦμαι συμφέρειν ὑμῖν, ταῦτα συμβουλεύσω.