Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

μεθʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, παρελήλυθα βουλευσόμενος, πότερον χρή με λέγειν ἢ μή. διὸ δʼ αὐτὸς τοῦτʼ ἀπορῶ κρῖναι, φράσω πρὸς ὑμᾶς. ἀναγκαῖον εἶναί μοι δοκεῖ τῷ μήθʼ αὑτῷ μήτε τισὶν χαρίσασθαι βουλομένῳ, ἀλλʼ ὑπὲρ ὑμῶν εἰπεῖν ἃ πέπεικεν ἑαυτὸν μάλιστα συμφέρειν, καὶ συνειπεῖν ἃ καλῶς λέγουσιν ἀμφότεροι, καὶ τοὐναντίον ἀντειπεῖν ὅσα μὴ δίκαιʼ ἀξιοῦσιν. εἰ μὲν οὖν ὑμεῖς ὑπομείναιτʼ ἀκοῦσαι ταῦτʼ ἀμφότερα διὰ βραχέων, πολλῷ βέλτιον ἂν περὶ τῶν λοιπῶν βουλεύσαισθε· εἰ δὲ πρὶν μαθεῖν ἀποσταίητε, γένοιτʼ ἂν ἐμοὶ μηδετέρους ἀδικοῦντι πρὸς ἀμφοτέρους διαβεβλῆσθαι. τοῦτο δʼ οὐχὶ δίκαιός εἰμι παθεῖν. ἐὰν μὲν οὖν κελεύητε, ἕτοιμός εἰμι λέγειν· εἰ δὲ μή, καὶ σιωπᾶν ἔχει μοι καλῶς.