Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, λέγειν, ἐπισχὼν ἂν ἕως οἱ πλεῖστοι τῶν εἰωθότων γνώμην ἀπεφήναντο, εἰ μὲν ἤρεσκέ τί μοι τῶν ῥηθέντων, ἡσυχίαν ἂν ἦγον, εἰ δὲ μή, τότʼ ἂν καὶ αὐτὸς ἐπειρώμην ἃ γιγνώσκω λέγειν· ἐπειδὴ δʼ ὑπὲρ ὧν πολλάκις εἰρήκασιν οὗτοι πρότερον, περὶ τούτων νυνὶ σκοπεῖτε, ἡγοῦμαι καὶ πρῶτος ἀναστὰς εἰκότως ἂν μετὰ τούτους δοκεῖν λέγειν.

εἰ μὲν οὖν εἶχεν καλῶς τὰ πράγματα, οὐδὲν ἂν ἔδει συμβουλεύειν· ἐπειδὴ δʼ ὅσην ἅπαντες ὁρᾶτʼ ἔχει δυσκολίαν, ὡς ἐκ τοιούτων πειράσομαι συμβουλεύειν ἃ κράτιστʼ εἶναι νομίζω. πρῶτον μὲν οὖν ὑμᾶς ἐκεῖνʼ ἐγνωκέναι δεῖ, ὡς οὐδὲν ὧν ἐποιεῖτʼ ἐπὶ τοῦ πολεμεῖν ὄντες τοῦ λοιποῦ πρακτέον ἐστίν, ἀλλὰ πάντα τἀναντία· εἰ γὰρ ἐκεῖνα φαῦλα πεποίηκε τὰ πράγματα, τἀναντίʼ εἰκὸς βελτίω ποιῆσαι.

ἔπειτα νομιστέον οὐχ ὃς ἂν ὑμῖν ἢ μηδὲν ἢ μικρὰ προστάττῃ, τοῦτον ὀρθῶς λέγειν ʽὁρᾶτε γὰρ ὡς ἐκ τῶν τοιούτων ἐλπίδων καὶ λόγων εἰς πᾶν προελήλυθε μοχθηρίας τὰ παρόντἀ, ἀλλʼ ὃς ἂν τὸ χαρίζεσθαι παρείς, ἃ δεῖ καὶ διʼ ὧν παυσαίμεθʼ ἂν αἰσχύνην ὀφλισκάνοντες καὶ ζημιούμενοι, ταῦτα λέγῃ. καὶ γὰρ ὡς ἀληθῶς, εἰ μέν, ὅσʼ ἂν τῷ λόγῳ τις ὑπερβῇ λυπῆσαι μὴ βουλόμενος, καὶ τὰ πράγμαθʼ ὑπερβήσεται, δεῖ πρὸς ἡδονὴν δημηγορεῖν· εἰ δʼ ἡ τῶν λόγων χάρις, ἂν ᾖ μὴ προσήκουσα, ἔργῳ ζημία γίγνεται, αἰσχρόν ἐστιν φενακίζειν ἑαυτοὺς καὶ μετὰ τῆς ἐσχάτης ἀνάγκης πρᾶξαι ταῦθʼ ἃ πάλαι ʼθελοντὰς προσῆκεν ποιεῖν.