Homer’s Epigrams
Homer
Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.
- Ἀνδρὸς μὲν στέφανος παῖδες, πύργοι δὲ πόληος,
- ἵπποι δ’ αὖ πεδίου κόσμος, νῆες δὲ θαλάσσης,
- χρήματα δ’ αὔξει οἶκον, ἀτὰρ γεραροὶ βασιλῆες
- ἥμενοι εἰν ἀγορῇ κόσμος λαοῖσιν[*](Ruhnken: τ’ ἄλλοισιν, Sources: The Contest of Homer adds the verse: λαὸς δ’ εἰν ἀγορῆσι καθήμενος εἰσοράασθαι.) ὁρᾶσθαι·
- αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι
- ἤματι χειμερίῳ, ὁπότ’ ἂν νίφῃσι Κρονίων.