οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθαἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺςπολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦναἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλωςδοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσινοὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμηνοὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.