ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκταιἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισινὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τεἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς