Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  2. τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
  3. ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
  4. ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
  5. ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
  6. ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
  7. ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε
  8. κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
  9. εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·
  10. τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·
  11. ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.
  12. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
  13. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,
  14. ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
  15. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  16. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  17. Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·
  18. οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.
  19. ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
  20. ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο