Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  2. τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
  3. δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
  4. ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
  5. ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.
  6. ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
  7. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  8. χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται
  9. δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
  10. σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι
  11. δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
  12. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  13. καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
  14. μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
  15. τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
  16. ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
  17. δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
  18. καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
  19. δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
  20. μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.