Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
  2. Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
  3. βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·
  4. ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
  5. σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·
  6. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  7. δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
  8. ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
  9. αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,
  10. οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
  11. ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
  12. ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
  13. ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
  14. εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
  15. οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
  16. καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω
  17. εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
  18. εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
  19. ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
  20. οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.