Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
  2. τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
  3. ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
  4. τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
  5. δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
  6. ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
  7. πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
  8. ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
  9. ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
  10. ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
  11. δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
  12. τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
  13. ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
  14. πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
  15. εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
  16. πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
  17. ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
  18. ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
  19. οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
  20. δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.