Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
  2. νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
  3. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
  4. ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
  5. θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
  6. ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
  7. μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
  8. ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
  9. τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
  10. βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ
  11. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
  12. λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων
  13. ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη
  14. ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  15. καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
  16. ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
  17. ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·
  18. οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
  19. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  20. χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.