Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
  2. αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
  3. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
  4. στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·
  5. δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
  6. εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·
  7. οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,
  8. ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
  9. ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.
  10. σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
  11. νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
  12. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  13. Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
  14. κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
  15. ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
  16. νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
  17. ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
  18. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
  19. οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
  20. ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,