Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
- ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
- τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο
- Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
- ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
- πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
- εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
- νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
- καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·
- δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
- εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
- ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα
- πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
- ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
- ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες
- υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη
- θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
- καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,