Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
  2. θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.
  3. θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
  4. αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
  5. ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
  6. ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,
  7. τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·
  8. οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις
  9. πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας
  10. δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ
  11. τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
  12. ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
  13. δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
  14. Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
  15. τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
  16. Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
  17. γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,
  18. ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
  19. ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
  20. ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·