Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·
  2. ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
  3. Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;
  4. καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω
  5. τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα
  6. ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
  7. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  8. τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
  9. δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
  10. ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,
  11. μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.
  12. οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,
  13. οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.
  14. νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
  15. λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·
  16. τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
  17. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  18. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  19. τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
  20. ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη