Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  2. ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
  3. νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
  4. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,
  5. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
  6. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες
  7. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  8. νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·
  9. ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
  10. ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν
  11. ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
  12. μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
  13. πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
  14. χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,
  15. μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,
  16. πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα
  17. πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι
  18. γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
  19. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,
  20. ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.