Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,
- κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.
- ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,
- στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς
- ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης
- ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.
- αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ
- γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,
- τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·
- Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν
- Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·
- ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
- ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
- καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη
- πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,
- μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
- κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.
- ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
- ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
- παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.