Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.
  2. πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,
  3. οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·
  4. οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες
  5. ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.
  6. ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι
  7. πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·
  8. οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.
  9. ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην
  10. ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.
  11. ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.
  12. οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην
  13. ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·
  14. κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.
  15. καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,
  16. μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν
  17. παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν
  18. ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.
  19. δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
  20. ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.