Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.
  • Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
  • φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·
  • ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,
  • τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.
  • ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ
  • δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,
  • ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς
  • γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.
  • χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·
  • τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι
  • νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,
  • ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω
  • παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.
  • ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας
  • ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα
  • ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
  • ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
  • εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.
  • σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,