Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
  2. ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
  3. λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
  4. ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·
  5. κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω,
  6. φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
  7. αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
  8. ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
  9. σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.
  10. ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.
  11. ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,
  12. πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν
  13. ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε
  14. χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
  15. ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ
  16. ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος
  17. κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
  18. ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
  19. καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
  20. καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,