Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
  2. ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
  3. οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
  4. Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι
  5. παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.
  6. τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο
  7. Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.
  8. ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
  9. ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
  10. Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.
  11. τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·
  12. νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
  13. ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης
  14. δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.
  15. τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ
  16. ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν
  17. δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,
  18. τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.
  19. τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη
  20. αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·