Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.
  2. τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων
  3. τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ
  4. πόντον ἐπιπλώων. ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον,
  5. κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
  6. ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως
  7. ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος,
  8. καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα
  9. ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.
  10. ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.
  11. ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον
  12. χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας
  13. παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε
  14. γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
  15. σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς
  16. καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.
  17. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
  18. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  19. ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;
  20. δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,