Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,
  2. ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,
  3. αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.
  4. εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,
  5. ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
  6. τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·
  7. τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,
  8. γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.
  9. ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ
  10. φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,
  11. τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.
  12. ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,
  13. ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
  14. ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·
  15. πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.
  16. φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι
  17. κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.
  18. τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,
  19. ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.
  20. ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,