Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,
  2. τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·
  3. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  4. οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
  5. αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.
  6. εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα
  7. κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
  8. ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις
  9. ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι
  10. σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.
  11. οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,
  12. οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν
  13. θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.
  14. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  15. πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς
  16. πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια
  17. εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·
  18. ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.
  19. ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
  20. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.